- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者驳斥了克律西波斯一方面否定无限虚空中存在中心,另一方面却将宇宙的存续寄托于居中处所的占据,从而与其自身的凝聚理论相矛盾。
ὅτι τοῦ κόσμου κενὸν ἐκτὸς ἄπειρόν ἐστι, τὸ δʼ ἄπειρον οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχει πολλάκις ὑπʼ αὐτοῦ λέγεται. καὶ τούτῳ μάλιστα τὴν λεγομένην ὑπʼ Ἐπικούρου τῆς ἀτόμου κάτω φορὰν ἐξ αὑτῆς ἀναιροῦσιν, οὐκ οὔσης ἐν ἀπείρῳ διαφορᾶς, καθʼ ἣν τὸ μὲν ἄνω τὸ δὲ κάτω νοεῖται γιγνόμενον.1 ἀλλʼ ἔν γε τῷ τετάρτῳ περὶ Δυνατῶν μέσον τινὰ τόπον καὶ μέσην χώραν ὑποθέμενος ἐνταῦθά φησιν ἱδρῦσθαι τὸν κόσμον ἔστι δʼ ἡ λέξις αὕτη διὸ καὶ ἐπὶ τοῦ κόσμου εἰ ῥητέον αὐτὸν φθαρτὸν εἶναι, λόγου οἴομαι δεῖσθαι. οὐ μὴν ἀλλὰ καὶ μᾶλλον ἐμοὶ φαίνεται οὕτως ἔχειν. οἱονεὶ δʼ εἰς τὴν ὥσπερ ἀφθαρσίαν πολύ τι αὐτῷ συνεργεῖ καὶ ἡ τῆς χώρας κατάληψις, οἷον διὰ τὸ ἐν μέσῳ εἶναι· ἐπεί, εἰ ἀλλαχῆ νοηθείη ὤν, καὶ παντελῶς ἂν αὐτῷ συνάπτοι ἡ φθορά. καὶ μετὰ μικρὸν αὖθις οὕτω γάρ πως καὶ ἡ οὐσία συντέτευχεν ἀιδίως τὸν μέσον κατειληφυῖα τόπον, εὐθὺς τοιάδε τις οὖσα, ὥστε καθʼ ἕτερον τρόπον, ἀλλὰ καὶ διὰ τὴν συντυχίαν μὴ ἐπιδέχεσθαι αὐτὴν φθοράν, καὶ κατὰ τοῦτʼ αὐτὸ εἶναι ἀίδιον. ταῦτα μίαν μὲν ἔχει καταφανῆ καὶ βλεπομένην ἐναντίωσιν, ἐν ἀπείρῳ μέσον τινὰ τόπον καὶ μέσην χώραν ἀπολείποντος· δευτέραν δʼ ἀδηλοτέραν μὲν ἀλογωτέραν δὲ ταύτης. οἰόμενος γὰρ οὐκ ἂν ἄφθαρτον διαμένειν τὸν κόσμον, εἰ κατʼ ἄλλο μέρος αὐτῷ τοῦ κενοῦ συντέτευχε γενέσθαι τὴν ἵδρυσιν, δῆλός ἐστι δεδιὼς μή, τῶν μερῶν τῆς οὐσίας ἐπὶ τὸ μέσον φερομένων, διάλυσις καὶ φθορὰ τοῦ κόσμου γένοιτο.2 ταῦτα δʼ οὐκ ἂν ἐφοβεῖτο, μὴ φύσει τὰ σώματα φέρεσθαι πανταχόθεν ἐπὶ τὸ μέσον ἡγούμενος οὐ τῆς οὐσίας ἀλλὰ τῆς περιεχούσης τὴν οὐσίαν χώρας.3 περὶ οὗ καὶ πολλάκις εἴρηκεν ὡς ἀδυνάτου καὶ παρὰ φύσιν ὄντος· οὐ γὰρ ὑπάρχειν ἐν τῷ κενῷ διαφοράν, ἣ τὰ σώματα δευρὶ μᾶλλον ἢ δευρὶ προσάγεται· τὴν δὲ τοῦ κόσμου τούτου σύνταξιν αἰτίαν εἶναι τῆς κινήσεως ἐπὶ τὸ κέντρον καὶ τὸ μέσον αὐτοῦ νευόντων καὶ φερομένων πανταχόθεν ἀρκεῖ δʼ εἰς τοῦτο παραθέσθαι λέξιν ἐκ τοῦ δευτέρου περὶ Κινήσεως. ὑπειπὼν γὰρ ὅτι τέλεον μὲν ὁ κόσμος σῶμά ἐστιν, οὐ τέλεα δὲ τὰ τοῦ κόσμου μέρη τῷ πρὸς τὸ ὅλον πως ἔχειν καὶ μὴ καθʼ αὑτὰ εἶναι· καὶ περὶ τῆς κινήσεως αὐτοῦ διελθὼν ὡς ἐπὶ τὴν συμμονὴν καὶ τὴν συνοχὴν τὴν ἑαυτοῦ κινεῖσθαι διὰ τῶν μερῶν πάντων πεφυκότος, οὐκ ἐπὶ τὴν διάλυσιν καὶ τὴν θρύψιν; ταῦτʼ ἐπείρηκεν οὕτω δὲ τοῦ ὅλου τεινομένου εἰς ταὐτὸ καὶ κινουμένου καὶ τῶν μορίων ταύτην τὴν κίνησιν ἐχόντων ἐκ τῆς τοῦ σώματος φύσεως, πιθανὸν πᾶσι τοῖς σώμασιν εἶναι τὴν πρώτην κατὰ φύσιν κίνησιν πρὸς τὸ τοῦ κόσμου μέσον, τῷ μὲν κόσμῳ οὑτωσὶ κινουμένῳ πρὸς αὑτόν, τοῖς δὲ μέρεσιν ὡς ἂν μέρεσιν οὖσιν εἶτα, φήσαι τις ἄν, ὦ ἄνθρωπε, τί παθὼν ἐπελάθου τῶν λόγων τούτων,4 ὥστε τὸν κόσμον, εἰ μὴ τὴν μέσην χώραν ἐκ τύχης κατειλήφει, διαλυτὸν καὶ φθαρτὸν ἀποφαίνειν; εἰ γὰρ αὐτός γε νεύειν ἐπὶ τὸ αὑτοῦ μέσον ἀεὶ πέφυκε καὶ τὰ μέρη πρὸς τοῦτο κατατείνειν πανταχόθεν, ὅποι ποτʼ ἂν τοῦ κενοῦ μετατεθῇ, συνέχων ἑαυτὸν οὕτω καὶ περιστέλλων, ἄφθαρτος καὶ ἄθρυπτος διαμενεῖ· τὰ γὰρ θρυπτόμενα καὶ σκεδαννύμενα τοῦτο πάσχει διακρίσει τῶν μερῶν ἑκάστου καὶ διαλύσει πρὸς τὸν οἰκεῖον τόπον ἐκ τοῦ παρὰ φύσιν ἀπορρέοντος σὺ δὴ κατʼ ἄλλο τοῦ κενοῦ τεθέντα τὸν κόσμον οἰόμενος οὕτω παντελεῖ συνάπτεσθαι φθορᾷ καὶ λέγων οὕτω καὶ διὰ τοῦτο μέσον ἐν τῷ μηδὲν ἔχειν πεφυκότι μέσον ζητῶν ἀπείρῳ, τὰς μὲν τάσεις καὶ τὰς συνοχὰς καὶ νεύσεις ἐκείνας, ὡς οὐδὲν ἐχέγγυον εἰς σωτηρίαν ἐχούσας, ἀφῆκας, τῇ δὲ καταλήψει τοῦ τόπου τὴν σύμπασαν αἰτίαν τῆς διαμονῆς ἀνέθηκας. καίτοι τοῖς προειρημένοις ταυτὶ συνάπτεις, ὥσπερ αὐτὸς σεαυτὸν ἐξελέγξαι φιλοτιμούμενος· ὃν τρόπον δὲ κινεῖται ἕκαστον τῶν μορίων συμφυὲς ὂν τῷ λοιπῷ, εὔλογον οὕτω καὶ καθʼ αὑτὸ κινεῖσθαι, καὶ εἰ λόγου χάριν νοήσαιμεν αὐτὸ καὶ ὑποθοίμεθα εἶναι ἐν κενῷ τινι τοῦ κόσμου τούτου· ὡς γὰρ ἂν συνεχόμενον πάντοθεν ἐκινεῖτο ἐπὶ τὸ μέσον, μενεῖ ἐν τῇ κινήσει ταύτῃ, κἂν λόγου χάριν ἐξαίφνης περὶ αὐτὸ γένηται κενόν. εἶτα μέρος μὲν ὁτιοῦν ὑπὸ κενοῦ περιληφθὲν οὐκ ἀποβάλλει τὴν ἐπὶ τὸ τοῦ κόσμου μέσον ἄγουσαν ῥοπήν· αὐτὸς δʼ ὁ κόσμος, ἂν μὴ τὴν μέσην παρασκευάσῃ χώραν αὐτῷ τὸ αὐτόματον, ἀπολεῖ τὸν συνεκτικὸν τόνον, ἄλλοις ἀλλαχόσε τῆς οὐσίας αὐτοῦ μέρεσι φερόμενος.
宇宙之外存在着无限的虚空,而无限既无开端,亦无中点,亦无终点,这是他屡屡言及的。他们正是主要凭借这一点,驳斥了伊壁鸠鲁所主张的原子依其自身的向下运动,因为在无限之中不存在任何区别,借以使一者被构想为向上,另一者被构想为向下。然而,在《论可能之事》第四卷中,他设定了某个居中的处所和居中的区域,并声称宇宙安置于彼处。其文句如下: “因此,关于宇宙,若必须说它是可毁灭的,我认为这尚需论证。然而,在我看来情况倒宁可如此。而且,占据其区域——即由于身处中心——似乎对其所谓的不可毁灭性亦有极大助益;因为如果构想它处于别处,毁灭便会全然降临于它。” 紧接着不久他又说道: “因为在某种程度上,实体亦碰巧永恒地占据了居中的处所,从一开始便具有此种性质,从而不仅以另一种方式,而且亦因这一巧合而不致遭受毁灭,并恰恰由此而是永恒的。” 这些话一方面包含着一个显而易见、人人得见的矛盾,即他在无限之中保留了居中的处所和居中的区域;但另一方面,它还包含着第二个矛盾,虽不甚显眼,却比前一个更加荒谬。因为他既然认为,若宇宙的安置偶然发生在虚空的另一部分,它就无法保持不灭,这就显明他是害怕实体各部分在向中心运动时,会发生宇宙的瓦解与毁灭。然而,若非他认为物体在本性上是从各方不是趋向实体的中点,而是趋向包围实体的区域的中点,他就不会有此恐惧。关于这一点,他自己亦曾多次说过: “这是不可能且反乎本性的;因为在虚空中并不存在使物体更被吸引向此处而非彼处的差别;相反,这个宇宙自身的结构乃是物体从各方倾斜并运动向其核心与中点的运动原因。” 关于这一点,只需引证《论运动》第二卷中的一段话即可。因为他在预先说明了: “宇宙是一个完整的物体,而宇宙的部分是不完整的,因其对整体具有某种关联且非独立存在”;并在论述其运动时指出: “它在本性上是通过其全部部分向着自身的存留与凝聚而运动,而非向着瓦解与碎裂”;在此之后他又补充道: “由于整体如此向着同一处伸展并运动,各部分亦因物体的本性而具有此种运动,故而对一切物体而言,其首要的顺乎本性的运动乃是趋向宇宙的中点,这自当是言之成理的——宇宙自身是如此趋向自身运动,而各部分则是作为部分而如此运动。” 那么,有人会说:“喂,先生,你究竟遭遇了什么,竟然遗忘了这些论述,以至于断言宇宙若非偶然占据了居中的区域,便会瓦解且可灭?因为宇宙自身若在本性上始终倾向于其自身的中点,其各部分亦从各方紧绷于此,那么无论它被移置于虚空的何处,通过如此维系并包容自身,它都将保持不灭且不碎;因为碎裂与散失之物之所以承受此种遭遇,乃是由于各部分的离析与瓦解,从反常的状态流散回归其固有处所。但你却认为宇宙若置于虚空的别处,便会如此陷入彻底的毁灭,并这般言说,由此在本性上根本没有中点的无限之中寻找中点,你便将那些张力、凝聚与倾向视作对存续毫无保证而加以抛弃,把维持不朽的全部原因都归之于对处所的占据。”况且你在前述论断之后紧接着写下了这些话,仿佛是在热衷于反驳你自己一般: “各部分在与其余部分相连结时以何种方式运动,按理它单独存在时亦当如此运动,即便为了论证起见我们设想并假定它处于此宇宙的某种虚空之中。因为正如它在各方受到维系时向着中心运动,即使为了论证起见其周围突然变成虚空,它仍将保持在这一运动之中。” 既然如此,任何一个部分即便被虚空所包围,亦不会丧失将其导向宇宙中心的倾向;而宇宙自身若非机缘为其提供了居中的区域,其凝聚的张力就会丧失,其实体的各部分将各趋异处。
- 44οὐκ οὔσης ἐν ἀπείρῳ διαφορᾶς, καθʼ ἣν τὸ μὲν ἄνω τὸ δὲ κάτω νοεῖται γιγνόμενον
οὐκ οὔσης... διαφορᾶς 为表原因的独立属格结构。关系代词 ἣν 的先行词是 διαφορᾶς,καθʼ ἣν 意为“依凭此/据此”。νοεῖται 为被动态,支配 τὸ μέν 与 τὸ δέ 的并列主语。
- 44δῆλός ἐστι δεδιὼς μή... διάλυσις καὶ φθορὰ τοῦ κόσμου γένοιτο
δῆλός ἐστι δεδιώς 是希腊语典型的人称结构,相当于非人称的“显而易见他害怕……”。分词 δεδιώς 之后由表忧虑的连词 μή 接祈愿语气动词 γένοιτο,引出所恐惧的内容(“唯恐发生宇宙的瓦解与毁灭”)。
- 44ταῦτα δʼ οὐκ ἂν ἐφοβεῖτο, μὴ φύσει τὰ σώματα φέρεσθαι πανταχόθεν ἐπὶ τὸ μέσον ἡγούμενος οὐ τῆς οὐσίας ἀλλὰ τῆς περιεχούσης τὴν οὐσίαν χώρας
οὐκ ἂν ἐφοβεῖτο 为现在非真实条件句的归结节(ἄν + 未完成过去直说语气)。条件从句由带否定词 μή 的分词 μὴ... ἡγούμενος 代替,意为“若非他认为……”。不定式 φέρεσθαι 支配介词短语 ἐπὶ τὸ μέσον,其后接 οὐ τῆς οὐσίας ἀλλὰ τῆς... χώρας 构成的对立属格短语作进一步限定。
- 44τί παθὼν ἐπελάθου τῶν λόγων τούτων
τί παθών 是希腊语中表示责难或困惑的固定习语,字面意为“遭受了什么?”,即“你究竟出于何故/究竟怎么了……”。ἐπελάθου 是异态动词 ἐπιλανθάνομαι 的第二人称单数不定过去时,按惯例支配属格宾语 τῶν λόγων τούτων。
