- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:42-43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节批判了克律西波斯关于空气属性(重量、幽暗、寒冷)及状态(内聚)的自相矛盾之说,指出其理论使得空气沦为质料性质的受动者而非能动原因。
τὸν ἀέρα ποτὲ μὲν ἀνωφερῆ καὶ κοῦφον εἶναί φησι, ποτὲ δὲ μήτε βαρὺν μήτε κοῦφον. ἐν μὲν οὖν τῷ δευτέρῳ περὶ Κινήσεως τό τε πῦρ ἀβαρὲς ὂν ἀνωφερὲς εἶναι λέγει καὶ τούτῳ παραπλησίως τὸν ἀέρα, τοῦ μὲν ὕδατος τῇ γῇ μᾶλλον προσνεμομένου τοῦ δʼ ἀέρος τῷ πυρί ἐν δὲ ταῖς Φυσικαῖς Τέχναις ἐπὶ τὴν ἑτέραν ῥέπει δόξαν, ὡς μήτε βάρος ἐξ αὑτοῦ μήτε κουφότητα τοῦ ἀέρος ἔχοντος.1
他时而声称空气是向上运动且轻的,时而又声称它既非重亦非轻。在《论运动》第二卷中,他说火没有重量因而是向上运动的,空气亦与此类似,水更倾向于归属于土,而空气归属于火;但在《物理技艺》中,他却倾向于另一种观点,认为空气本身既无重量亦无轻性。
τὸν ἀέρα φύσει ζοφερὸν εἶναι λέγει, καὶ τούτῳ τεκμηρίῳ χρῆται τοῦ καὶ ψυχρὸν εἶναι πρώτως· ἀντικεῖσθαι γὰρ αὐτοῦ τὸ μὲν ζοφερὸν πρὸς τὴν λαμπρότητα τὸ δὲ ψυχρὸν πρὸς τὴν θερμότητα τοῦ πυρός. ταῦτα κινῶν ἐν τῷ πρώτῳ περὶ Φυσικῶν Ζητημάτων πάλιν ἐν τοῖς περὶ Ἕξεων οὐδὲν ἄλλο τὰς ἕξεις πλὴν ἀέρας εἶναί φησιν· ὑπὸ τούτων γὰρ συνέχεται τὰ σώματα· καὶ τοῦ ποιὸν ἕκαστον εἶναι τῶν ἕξει συνεχομένων ὁ συνέχων αἴτιος ἀήρ ἐστιν,2 ὃν σκληρότητα μὲν ἐν σιδήρῳ πυκνότητα δʼ ἐν λίθῳ λευκότητα δʼ ἐν ἀργύρῳ καλοῦσι, πολλὴν ἀτοπίαν καὶ μάχην τούτων ἐχόντων· εἰ μὲν γὰρ μένει ὁποῖὸς γʼ ἐστι φύσει, πῶς τὸ μέλαν ἐν τῷ μὴ λευκῷ λευκότης γίγνεται καὶ τὸ μαλθακὸν ἐν τῷ μὴ σκληρῷ σκληρότης καὶ τὸ μανὸν ἐν τῷ μὴ πυκνῷ πυκνότης; εἰ δὲ μιγνύμενος ἐν τούτοις ἐξίσταται καὶ συνομοιοῦται, πῶς ἕξις ἐστὶν ἢ δύναμις ἢ αἰτία τούτων, ὑφʼ ὧν κρατεῖται; πάσχοντος γάρ ἐστιν, οὐ δρῶντος οὐδὲ συνέχοντος ἀλλʼ ἐξασθενοῦντος, ἡ τοιαύτη μεταβολή, καθʼ ἣν ἀπόλλυσι τὰς αὑτοῦ ποιότητας, καίτοι πανταχοῦ τὴν ὕλην ἀργὸν ἐξ ἑαυτῆς καὶ ἀκίνητον ὑποκεῖσθαι ταῖς ποιότησιν ἀποφαίνουσι, τὰς δὲ ποιότητας πνεύματα οὔσας καὶ τόνους ἀερώδεις, οἷς ἂν ἐγγένωνται μέρεσι τῆς ὕλης, εἰδοποιεῖν ἕκαστα καὶ σχηματίζειν. ταῦτα δʼ οὐκ ἔνεστι λέγειν αὐτοῖς, τὸν ἀέρα φύσει τοιοῦτον ὑποτιθεμένοις· ἕξις γὰρ ὢν καὶ τόνος αὑτῷ συνεξομοιώσει τῶν σωμάτων ἕκαστον, ὥστε μέλαν εἶναι καὶ μαλθακόν· εἰ δὲ τῇ πρὸς ἐκεῖνα κράσει τὰς ἐναντίας λαμβάνει μορφὰς αἷς ἔχειν πέφυκεν,3 ὕλη τρόπον τινὰ τῆς ὕλης οὐκ αἴτιον οὐδὲ δύναμίς ἐστιν.
他说空气在本性上是幽暗的,并以此作为空气在根本上亦是寒冷的证据;因为空气的幽暗与火的光明相对立,其寒冷则与火的热量相对立。 在《物理探究》第一卷中讨论了这些之后,他又在《论状态》中声称,状态不是别的,正是空气;因为物体是由它们维系的;并且由状态所维系的各个物体具有某种性质,其原因正是维系着的空气——人们在铁中称其为坚硬,在石头中称其为致密,在白银中称其为纯白;然而这些论调包含着极大的荒谬与矛盾。因为空气若保持其本性所是的性质,那不白之物中幽暗的空气怎会变成白,不硬之物中柔软的空气怎会变成硬,不致密之物中稀疏的空气怎会变成致密?但若空气与这些物体混合时脱离了本性并同化于它们,它又怎能成为制服它的那些事物的状态、力量或原因?因为丧失自身性质的这种变化,属于受动者,而非施动者或维系者,而是变得衰弱者;然而他们却在各处宣称,质料自身是惰性且静止地作为质的承受者,而各种质则是普纽玛与空气般的张力,赋予它们所进入的质料各个部分以形式与形相。然而,设定空气在本性上是如此的他们,不可能说出这些话;因为空气既然是状态与张力,便会使各个物体同化于自身,以致它们都变得幽暗而柔软;但若通过与物体的混合,空气接受了与它天然具有的形式相对立的形式,那么它在某种程度上不过是质料的质料,既非原因亦非力量。
- 42ὡς μήτε βάρος ἐξ αὑτοῦ μήτε κουφότητα τοῦ ἀέρος ἔχοντος
连词 ὡς 后接属格独立结构(τοῦ ἀέρος ἔχοντος),用以引述克律西波斯所持的主观观点或学说前提(即“认为空气本身既无重量亦无轻性”)。
- 43τοῦ ποιὸν ἕκαστον εἶναι τῶν ἕξει συνεχομένων ὁ συνέχων αἴτιος ἀήρ ἐστιν
带宾格逻辑主语的冠词属格不定式短语(τοῦ ποιὸν ἕκαστον εἶναι)作表语名词 αἴτιος 的宾格性属格(“造成……各具有特定性质的原因”)。句子的骨干结构为 ὁ συνέχων ἀήρ ἐστιν αἴτιος τοῦ...。
- 43μορφὰς αἷς ἔχειν πέφυκεν
关系代词 αἷς 在从句中原本应作为 ἔχειν 的宾语(取宾格 ἃς),此处或是受到前面的形容词 ἐναντίας 所支配的与格吸引,或是构成了省略代词先行成分的对照结构(即 ἐναντίας [ταύταις] αἷς ἔχειν πέφυκεν,“与它天然具有的形式相反的形式”)。
