← 普鲁塔克

论斯多葛派的自相矛盾

§40-41

论诸神的自足性与灵魂经冷却生成的矛盾

普鲁塔克批评克律西波斯将唯独宇宙视为自足而剥夺了其他诸神的至福,并指出其关于灵魂经由冷却而生成的学说,在太阳的有生命性、大火论以及子女品格遗传的论据上均存在自相矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40

δεύτερον τοίνυν ἡ τῶν θεῶν ἔννοια περιέχει τὸ εὔδαιμον καὶ μακάριον καὶ αὐτοτελές. διὸ καὶ τὸν Εὐριπίδην ἐπαινοῦσιν εἰπόντα "δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός, οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι." ἀλλʼ ὅ γε Χρύσιππος, ἐν οἷς παρεθέμην, αὐτάρκη μόνον εἶναι τὸν κόσμον φησὶ διὰ τὸ μόνον ἐν αὑτῷ πάντʼ ἔχειν ὧν δεῖται. τί οὖν ἕπεται τῷ μόνον αὐτάρκη τὸν κόσμον εἶναι; τὸ μήτε τὸν ἥλιον αὐτάρκη μήτε τὴν σελήνην εἶναι μήτε ἄλλον τινὰ τῶν θεῶν, αὐτάρκεις δὲ μὴ ὄντες οὐκ ἂν εἶεν εὐδαίμονες οὐδὲ μακάριοι.

其次,关于诸神的概念包含着幸福、至福与自足。因此他们亦称赞欧里庇得斯所说的: “因为神若确乎是神,便一无所求; 这些不过是歌者可悲的言辞。” 然而克律西波斯在我所引用的段落中,却声称唯独宇宙是自足的,因为唯独它在自身中拥有一切它所需要之物。那么,从唯独宇宙自足这一点中能得出什么推论呢?那便是太阳既非自足,月亮亦非自足,其他任何神皆非自足;而既然并非自足,他们便不可能幸福,亦不可能至福。

§41

τὸ βρέφος ἐν τῇ γαστρὶ φύσει τρέφεσθαι νομίζει καθάπερ φυτόν· ὅταν δὲ τεχθῇ, ψυχόμενον ὑπὸ τοῦ ἀέρος καὶ στομούμενον τὸ πνεῦμα μεταβάλλειν καὶ γίγνεσθαι ζῷον· ὅθεν οὐκ ἀπὸ τρόπου τὴν ψυχὴν ὠνομάσθαι παρὰ τὴν ψῦξιν αὐτὸς δὲ πάλιν τὴν ψυχὴν ἀραιότερον πνεῦμα τῆς φύσεως καὶ λεπτομερέστερον ἡγεῖται μαχόμενος ἑαυτῷ. πῶς γὰρ οἷόν τε λεπτομερὲς ἐκ παχυμεροῦς καὶ ἀραιὸν γενέσθαι κατὰ περίψυξιν καὶ πύκνωσιν; ὃ δὲ μεῖζόν ἐστι, πῶς περιψύξει γίγνεσθαι τὸ ἔμψυχον ἀποφαινόμενος ἔμψυχον ἡγεῖται τὸν ἥλιον, πύρινον ὄντα καὶ γεγενημένον ἐκ τῆς ἀναθυμιάσεως εἰς πῦρ μεταβαλούσης; λέγει γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως ἡ δὲ πυρὸς μεταβολή ἐστι τοιαύτη· διʼ ἀέρος εἰς ὕδωρ τρέπεται· κἀκ τούτου, γῆς ὑφισταμένης, ἀὴρ ἀναθυμιᾶται· λεπτυνομένου δὲ τοῦ ἀέρος, ὁ αἰθὴρ περιχεῖται κύκλῳ, οἱ δʼ ἀστέρες ἐκ θαλάσσης μετὰ τοῦ ἡλίου ἀνάπτονται τί οὖν ἀνάψει περιψύξεως ἐναντιώτερον ἢ διαχύσει πυκνώσεως; τὰ μὲν ὕδωρ καὶ γῆν ἐκ πυρὸς καὶ ἀέρος ποιεῖ, τὰ δʼ εἰς πῦρ καὶ ἀέρα τρέπει τὸ ὑγρὸν καὶ γεῶδες. ἀλλʼ ὅμως ὅπου μὲν τὴν ἄναψιν ὅπου δὲ τὴν περίψυξιν ἀρχὴν ἐμψυχίας ποιεῖ. καὶ μὴν ὅταν ἐκπύρωσις γένηται, διόλου ζῆν καὶ ζῷον τὸν κόσμον εἶναί φησι σβεννύμενον δʼ αὖθις καὶ παχυνόμενον εἰς ὕδωρ καὶ γῆν καὶ τὸ σωματοειδὲς τρέπεσθαι. λέγει δʼ ἐν τῷ πρώτῳ περὶ Προνοίας διόλου μὲν γὰρ ὢν ὁ κόσμος πυρώδης εὐθὺς καὶ ψυχή ἐστιν ἑαυτοῦ καὶ ἡγεμονικόν ὅτε δὲ μεταβαλὼν εἰς τὸ ὑγρὸν καὶ τὴν ἐναπολειφθεῖσαν ψυχὴν τρόπον τινὰ εἰς σῶμα καὶ ψυχὴν μετέβαλεν1 ὥστε συνεστάναι ἐκ τούτων, ἄλλον τινὰ ἔσχε λόγον ἐνταῦθα δήπου σαφῶς τῇ μὲν ἐκπυρώσει καὶ τὰ ἄψυχα τοῦ κόσμου φησὶν εἰς τὸ ἔμψυχον τρέπεσθαι· τῇ δὲ σβέσει πάλιν καὶ τὴν ψυχὴν ἀνίεσθαι καὶ ἀνυγραίνεσθαι, μεταβάλλουσαν εἰς τὸ σωματοειδές. ἄτοπος οὖν φαίνεται τῇ περιψύξει νῦν μὲν ἐξ ἀναισθήτων ποιῶν ἔμψυχα, νῦν δʼ εἰς ἀναίσθητα καὶ ἄψυχα μεταβάλλων τὸ πλεῖστον μέρος τῆς τοῦ κόσμου ψυχῆς. ἄνευ δὲ τούτων ὁ περὶ ψυχῆς γενέσεως αὐτῷ λόγος μαχομένην ἔχει πρὸς τὸ δόγμα τὴν ἀπόδειξιν. γίγνεσθαι μὲν γάρ φησι τὴν ψυχήν, ὅταν τὸ βρέφος ἀποτεχθῇ, καθάπερ στομώσει τῇ περιψύξει τοῦ πνεύματος μεταβαλόντος· ἀποδείξει δὲ χρῆται τοῦ γεγονέναι τὴν ψυχὴν καὶ μεταγενεστέραν εἶναι μάλιστα τῷ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐξομοιοῦσθαι τὰ τέκνα τοῖς γονεῦσι.2 βλέπεται δʼ ἡ τούτων ἐναντίωσις· οὐ γὰρ οἷόν τε τὴν ψυχὴν πρὸ τῆς ἀποκυήσεως ἠθοποιεῖσθαι, γιγνομένην μετὰ τὴν ἀποκύησιν ἢ συμβήσεται, πρὶν ἢ γενέσθαι ψυχήν, ὁμοίαν εἶναι ψυχῇ, τουτέστι καὶ εἶναι τῇ ὁμοιότητι καὶ μὴ εἶναι διὰ τὸ μήπω γεγονέναι.3 εἰ δὲ φήσει τις ὅτι, ταῖς κράσεσι τῶν σωμάτων ἐγγιγνομένης τῆς ὁμοιότητος, αἱ ψυχαὶ γενόμεναι μεταβάλλουσι, διαφθείρει τὸ τεκμήριον τοῦ γεγονέναι τὴν ψυχήν· ἐνδέχεται γὰρ οὕτω καὶ ἀγένητον οὖσαν, ὅταν ἐπεισέλθῃ, μεταβάλλειν τῇ κράσει τῆς ὁμοιότητος.

他认为胎儿在母腹中如同植物一般依其本性接受滋养;但当其降生时,受到空气的冷却与淬炼,普纽玛发生转化而成为动物;由此,灵魂(普绪刻)得名于冷却(普绪克西斯)并非无由。 但他转而又自相矛盾地认为,灵魂是比本性更为稀疏、更为微细的普纽玛。因为微细且稀疏之物,怎可能通过急冷与凝缩而由粗厚之物生成?更为严重的是,他一方面断言有生命之物是通过急冷而生成的,另一方面又如何认为太阳是有生命的呢——太阳乃是火性的,且由转化为火的蒸腾物所生成?因为他在《论自然》第一卷中写道: “火的转化乃是如此:经由空气转为水;由此在大地沉淀之际,空气蒸腾而起;当空气变细时,以太环绕四周,诸星辰随同太阳自大海中被点燃。” 那么,有什么比急冷之于点燃、凝缩之于扩散更为对立的呢?前者由火与空气生成水与大地,而后者则将湿润与土性之物转化为火与空气。然而他却在此处把点燃、在彼处把急冷当作赋予生命的本原。不仅如此,当大火发生时,他说宇宙通体活着且是一个动物;但当其再度熄灭并变稠时,便转化为水、大地与肉身之物。他在《论神意》第一卷中说道: “因为当宇宙全为火性时,它随即既是自身的灵魂,亦是统御能力;但当它转化为湿润之物与遗留在其中的灵魂,以某种方式转化为身体与灵魂,从而由二者复合而成时,它便具有了另一种解释。” 在此处他显然明确表示,在大火中宇宙中无生命之物亦转变为有生命之物;而在熄灭中,灵魂再度松弛并受潮,转化为肉身之物。因此,他显得极其荒谬,时而借助急冷由无感觉之物造出有生命之物,时而又将宇宙灵魂的大部转化为无感觉且无生命之物。除去这些不论,他关于灵魂生成的论述所采用的证明,亦与其教条自相矛盾。 因为他声称,当婴儿降生时,随着普纽玛受到急冷发生转化,犹如淬火一般,灵魂才生成;但他作为灵魂已然生成且是在后出现的证据,主要使用的却是子女在习性和品格上都酷似其父母这一事实。 这二者之间的矛盾显而易见。因为灵魂如果是在产出之后才生成的,它便不可能在产出之前被塑造出品格;否则,便会出现这样的结果:在灵魂生成之前,它便已与灵魂相似,也就是说,凭借相似性它既存在,又由于尚未生成而并不存在。倘若有人声称,当肉体的混合状态中产生相似性时,已生成的灵魂发生了转化,那他便破坏了灵魂是被生成的这一证据;因为这样一来,即便灵魂是未被生成的,在它进入体内之时,亦完全可能因相似性的混合而发生转化。

语法注3 条
  1. 41ὅτε δὲ μεταβαλὼν εἴς τὸ ὑγρὸν καὶ τὴν ἐναπολειφθεῖσαν ψυχὴν τρόπον τινὰ εἰς σῶμα καὶ ψυχὴν μετέβαλεν

    主语承前为主格 ὁ κόσμος(宇宙)。不及物分词 μεταβαλών 后的介词 εἰς 同时支配由 καί 连接的 τὸ ὑγρόν 与 τὴν ἐναπολειφθεῖσαν ψυχήν(“转化为湿润之物与遗留在其中的灵魂”),随后的主要动词 μετέβαλεν 同样作不及物用法,接 εἰς σῶμα καὶ ψυχήν 重述这一转化(τὸ ὑγρόν 对应 σῶμα,τὴν ἐναπολειφθεῖσαν ψυχήν 对应 ψυχήν)。

  2. 41ἀποδείξει δὲ χρῆται τοῦ γεγονέναι τὴν ψυχὴν καὶ μεταγενεστέραν εἶναι μάλιστα τῷ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐξομοιοῦσθαι τὰ τέκνα τοῖς γονεῦσι

    动词 χρῆται 支配双与格(χρῆσθαί τινί τινι):带冠词的与格不定式短语 τῷ... ἐξομοιοῦσθαι 作宾语与格(“使用子女肖似父母这一事实”),无冠词的 ἀποδείξει 作表语性与格(“作为证据”),其后接属格带冠词不定式短语 τοῦ γεγονέναι... καὶ μεταγενεστέραν εἶναι 作客观属格或说明性属格。

  3. 41τουτέστι καὶ εἶναι τῇ ὁμοιότητι καὶ μὴ εἶναι διὰ τὸ μήπω γεγονέναι

    由 τουτέστι 引出的两个不定式 εἶναι 进一步阐释前文 συμβήσεται 的补足成分。τῇ ὁμοιότητι 为表示原因或方面的与格(“凭借相似性而存在”),διὰ τὸ μήπω γεγονέναι 则是带定冠词不定式的介词短语(“因尚未生成而并不存在”),形成了“存在”与“不存在”并存的悖论式对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:40-41