← 普鲁塔克

论斯多葛派的自相矛盾

§38-39

关于诸神生灭与宇宙生长的矛盾

普鲁塔克指责克律西波斯一方面依据对神的前定概念反驳伊壁鸠鲁派,另一方面自己却主张除火以外诸神皆可朽灭,从而破坏了普遍的不朽概念;并进一步揭露了克律西波斯关于宇宙的滋养与生长所持有的自相矛盾言论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38

πρὸς τὸν Ἐπίκουρον μάλιστα μάχεται καὶ πρὸς τοὺς ἀναιροῦντας τὴν πρόνοιαν ἀπὸ τῶν ἐννοιῶν, ἃς ἔχομεν περὶ θεῶν, εὐεργετικοὺς καὶ φιλανθρώπους ἐπινοοῦντες. καὶ τούτων πολλαχοῦ γραφομένων καὶ λεγομένων παρʼ αὐτοῖς οὐδὲν ἔδει λέξεις παρατίθεσθαι καὶ τὸ χρηστοὺς ἅπαντας εἶναι τοὺς θεοὺς προσλαμβάνειν. ὅρα γὰρ οἷα Ἰουδαῖοι καὶ Σύροι περὶ θεῶν φρονοῦσιν, ὅρα τὰ τῶν ποιητῶν πόσης ἐμπέπλησται δεισιδαιμονίας. φθαρτὸν δὲ καὶ γενητὸν οὐδεὶς ὡς ἔπος εἰπεῖν διανοεῖται θεόν. ὧν ἵνα τοὺς ἄλλους ἀφῶ πάντας,1 Ἀντίπατρος ὁ Ταρσεὺς ἐν τῷ περὶ Θεῶν γράφει ταῦτα κατὰ λέξιν πρὸ δὲ τοῦ σύμπαντος λόγου τὴν ἐνάργειαν, ἣν ἔχομεν περὶ θεοῦ, διὰ βραχέων ἐπιλογιούμεθα. θεὸν τοίνυν νοοῦμεν ζῷον μακάριον καὶ ἄφθαρτον καὶ εὐποιητικὸν ἀνθρώπων εἶτα τούτων ἕκαστον ἀφηγούμενος φησιν οὕτω καὶ μὴν ἀφθάρτους αὐτοὺς ἡγοῦνται πάντες. οὐδεὶς οὖν ἐστι τῶν πάντων ὁ Χρύσιππος2 κατʼ Ἀντίπατρον· οὐδένα γὰρ οἴεται πλὴν τοῦ πυρὸς ἄφθαρτον εἶναι τῶν θεῶν, ἀλλὰ πάντας ὁμαλῶς καὶ γεγονότας καὶ φθαρησομένους. ταῦτα δὲ πανταχοῦ, ὡς ἔπος εἰπεῖν, ὑπʼ αὐτοῦ λέγεται. παραθήσομαι δὲ λέξιν ἐκ τοῦ τρίτου περὶ Θεῶν καθʼ ἕτερον λόγον οἱ μὲν γὰρ γενητοὶ εἶναι καὶ φθαρτοὶ λέγονται, οἱ δʼ ἀγένητοι· καὶ ταῦτʼ ἀπʼ ἀρχῆς ὑποδείκνυσθαι φυσικώτερον. ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ οἱ ἄλλοι θεοὶ παραπλήσιον ἔχοντες λόγον γενητοὶ εἰσιν, ὁ δὲ Ζεὺς ἀίδιός ἐστιν. καὶ πάλιν προελθὼν ὅμοια δὲ καὶ περὶ τοῦ φθίνειν καὶ περὶ τοῦ γενέσθαι ῥηθήσεται, περί τε τῶν ἄλλων θεῶν καὶ τοῦ Διός· οἱ μὲν γὰρ φθαρτοί εἰσι· τοῦ δὲ τὰ μέρη ἄφθαρτα τούτοις ἔτι βούλομαι παραβαλεῖν μικρὰ τῶν ὑπὸ τοῦ Ἀντιπάτρου λεγομένων· ὅσοι δὲ περιαιροῦνται τὸ εὐποιητικὸν ἐκ τῶν θεῶν, ἀπὸ μέρους προσβάλλουσι τῇ τούτων προλήψει· κατὰ τὸν αὐτὸν λόγον καὶ οἱ νομίζοντες αὐτοὺς γενέσεώς τε καὶ φθορᾶς κοινωνεῖν εἴπερ οὖν ἐπίσης ἄτοπος ὁ φθαρτοὺς ἡγούμενος τοὺς θεοὺς τῷ μὴ νομίζοντι προνοητικοὺς εἶναι καὶ φιλανθρώπους, ἐπίσης διαπέπτωκεν Ἐπικούρῳ Χρύσιππος· ὁ μὲν γὰρ τὸ εὐποιητικὸν ὁ δὲ τὸ ἄφθαρτον ἀφαιρεῖται τῶν θεῶν.

他极力驳斥伊壁鸠鲁以及那些废除神意之人,其论据来自我们关于诸神所持有的前定概念,即把诸神设想为施惠且博爱的存在。既然这些观点在他们的著作和言论中随处可见,本无必要罗列文句并追加“诸神皆为良善”这一前提。请看犹太人与叙利亚人对神抱有何种观念,请看诗人们的篇章充斥着何等程度的迷信;然而,几乎无人设想神是可朽坏且被生成的。且不论他们之中的其余所有人,塔尔苏斯的安提帕特在《论神》中便逐字写道: “在整篇论述之前,我们将简要回顾我们关于神所拥有的明晰认知。我们把神设想为一个受祝福的、不朽的、对人类施惠的活物。” 随后在详述其中每一项时,他如此说道: “而且确实,所有人都认为诸神是不朽的。” 那么,按照安提帕特的说法,克律西波斯根本算不上“所有人”当中的一员;因为除了火之外,他不认为诸神中有任何人是不朽的,反而认为〔诸神〕全都同样生成且将要毁灭。而且可以说,他到处都在讲述这些观点。我且从《论神》第三卷中引用一段话: “因为按照另一种论述,一些神被称为被生成且可朽坏的,而另一些则是未被生成的;从一开始指明这些是更符合自然学的。因为太阳、月亮以及具有类似性质的其他诸神是被生成的,而宙斯则是永恒的。” 接着他又写道: “关于衰亡与生成,无论关于其他诸神还是关于宙斯,都将作类似的论述;因为前者是可朽的,但后者的各部分是不朽的。” 针对这些,我还想补充对照一下安提帕特所说的只言片语: “凡是从诸神身上剥夺施惠能力的人,都在局部侵犯了关于诸神的前定概念;按照同样的道理,那些认为诸神参与生成与毁灭的人亦是如此。” 因此,如果认为诸神可朽之人与不认为诸神具有摄理和博爱之人同样荒谬,那么克律西波斯便与伊壁鸠鲁同样陷入了谬误;因为后者剥夺了诸神的施惠能力,而前者则剥夺了诸神的不朽性。

§39

καὶ μὴν ἐν τῷ τρίτῳ περὶ Θεῶν ὁ Χρύσιππος περὶ τοῦ τρέφεσθαι τοὺς ἄλλους θεοὺς τάδε λέγει τροφῇ τε οἱ μὲν ἄλλοι θεοὶ χρῶνται, παραπλησίως συνεχόμενοι διʼ αὐτήν· ὁ δὲ Ζεὺς καὶ ὁ κόσμος καθʼ ἕτερον τρόπον ἀναλισκομένων καὶ ἐκ πυρὸς γινομένων3 ἐνταῦθα μὲν οὖν ἀποφαίνεται πάντας τοὺς ἄλλους θεοὺς τρέφεσθαι, πλὴν τοῦ κόσμου καὶ τοῦ Διός· ἐν δὲ τῷ πρώτῳ περὶ Προνοίας τὸν Δία φησὶν αὔξεσθαι, μέχρι ἂν εἰς αὑτὸν ἅπαντα καταναλώσῃ. ἐπεὶ γὰρ ὁ θάνατος μέν ἐστι χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος, ἡ δὲ τοῦ κόσμου ψυχὴ οὐ χωρίζεται μὲν αὔξεται δὲ συνεχῶς μέχρι ἂν εἰς ἑαυτὴν καταναλώσῃ τὴν ὕλην, οὐ ῥητέον ἀποθνήσκειν τὸν κόσμον τίς ἂν οὖν ἐναντιώτερα λέγων ἑαυτῷ φανείη τοῦ τὸν αὐτὸν θεὸν νῦν μὲν αὔξεσθαι νῦν δὲ μὴ τρέφεσθαι λέγοντος; καὶ τοῦτʼ οὐ δεῖ συλλογίζεσθαι· σαφῶς γὰρ αὐτὸς ἐν τῷ αὐτῷ γέγραφεν αὐτάρκης δʼ εἶναι λέγεται μόνος ὁ κόσμος διὰ τὸ μόνος ἐν αὑτῷ πάντʼ ἔχειν ὧν δεῖται· καὶ τρέφεται ἐξ αὑτοῦ καὶ αὔξεται, τῶν ἄλλων μορίων εἰς ἄλληλα καταλλαττομένων οὐ μόνον οὖν ἐν ἐκείνοις τοὺς ἄλλους θεοὺς ἀποφαίνων τρεφομένους, πλὴν τοῦ κόσμου καὶ τοῦ Διός, ἐν τούτοις δὲ καὶ τὸν κόσμον λέγων τρέφεσθαι, μάχεται πρὸς ἑαυτόν· ἀλλʼ ἔτι μᾶλλον, ὅτι τὸν κόσμον αὔξεσθαί φησιν ἐξ ἑαυτοῦ τρεφόμενον. τοὐναντίον δʼ εἰκὸς ἦν τοῦτον μόνον μὴ αὔξεσθαι τὴν αὑτοῦ φθίσιν ἔχοντα τροφήν,4 τοῖς δʼ ἄλλοις θεοῖς ἔξωθεν τρεφομένοις ἐπίδοσιν γίγνεσθαι καὶ αὔξησιν καὶ μᾶλλον εἰς τούτους καταναλίσκεσθαι τὸν κόσμον, εἲ γʼ ἐκείνῳ μὲν ἐξ αὑτοῦ τούτοις δʼ ἀπʼ ἐκείνου λαμβάνειν ἀεὶ τι καὶ τρέφεσθαι συμβέβηκε.

此外,在《论神》第三卷中,克律西波斯关于其他诸神接受滋养一事如此说道: “其他诸神使用滋养,并借此同样维系自身;而宙斯与宇宙则以另一种方式,即当事物被消耗且从火中生成之时。” 在这里,他断言除了宇宙和宙斯之外,所有其他诸神都接受滋养;然而在《论神意》第一卷中他又说: “宙斯不断生长,直至将万物消耗归于自身。因为既然死亡是灵魂脱离肉体,而宇宙的灵魂并不脱离,反而是不断生长,直至将质料消耗归于自身,故绝不可说宇宙会死亡。” 那么,比起声称同一个神一会儿生长、一会儿又不接受滋养的人,谁说出的话会显得更加自相矛盾呢?这一点甚至无须推论;因为他自己在同部著作中明确写道: “唯独宇宙被称为自足的,因为唯独它在自身中拥有一切它所需要之物;并且它从自身获得滋养而生长,当其他部分彼此相互转化之时。” 因此,他不仅因为在那几处断言除宇宙和宙斯外其他诸神皆受滋养、而在这一处又称宇宙亦受滋养而自相矛盾;更在于他声称宇宙从自身获得滋养而生长。相反,本当合理的是,唯独这拥有自身之衰朽作为滋养的宇宙不生长,而从外部获得滋养的其他诸神才获得增益与生长,并且宇宙更应当被消耗到它们之中——倘若事实真是前者从自身获取、而后者始终从前者那里接受某物并获得滋养的话。

语法注4 条
  1. 38ὧν ἵνα τοὺς ἄλλους ἀφῶ πάντας

    使用带 ἵνα 的目的从句构成的修辞性略过(praeteritio)用法(“为了撇开他们之中的其余所有人”)。关系代词 ὧν 是指代前文所述对神抱有看法之泛指人们的部分格,以此引出主要的证人安提帕特。

  2. 38οὐδεὶς οὖν ἐστι τῶν πάντων ὁ Χρύσιππος

    表语短语 οὐδεὶς ... τῶν πάντων 讽刺性地呼应了前文安提帕特引文中的 πάντες(“所有人都认为诸神是不朽的”),意为“因此克律西波斯根本不属于所有人中的任何一员”(即被排除在人类共识之外)。ὁ Χρύσιππος 为主语。

  3. 39καθʼ ἕτερον τρόπον ἀναλισκομένων καὶ ἐκ πυρὸς γινομένων

    克律西波斯引文末尾的独立属格结构。分词 ἀναλισκομένων 和 γινομένων 没有显式的名词主语(隐含“万物”或“各部分”)。该对立从句省略了主要动词(如“被维系”或“受滋养”),整句呈现出“宙斯与宇宙则在万物被消耗且从火中生成时以另一种方式[维系]”的结构。

  4. 39τὴν αὑτοῦ φθίσιν ἔχοντα τροφήν

    双重宾格结构,其中 τὴν αὑτοῦ φθίσιν 为直接宾语,τροφήν 为补足语宾格(“以自身之衰萎为养分”)。分词 ἔχοντα 修饰 τοῦτον(宇宙),表达原因或伴随状况。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:38-39