- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:35-37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克揭露了克律西波斯一方面主张神造就并利用恶德、另一方面又主张神惩罚恶德的自相矛盾,并批判其将义人之受难托辞于大宅碎屑或低劣神灵失职的荒谬辩解。
ἀλλὰ μὴν τὸν θεὸν κολάζειν φησὶ τὴν κακίαν καὶ πολλὰ ποιεῖν ἐπὶ κολάσει τῶν πονηρῶν· ὥσπερ ἐν τῷ δευτέρῳ περὶ Θεῶν ποτὲ μὲν τὰ δύσχρηστα συμβαίνειν φησὶ τοῖς ἀγαθοῖς οὐχ ὥσπερ τοῖς φαύλοις κολάσεως χάριν, ἀλλὰ κατʼ ἄλλην οἰκονομίαν ὥσπερ ἐν ταῖς πόλεσι. καὶ πάλιν ἐν τούτοις πρῶτον δὲ τῶν κακῶν παραπλησίως ἐστὶν ἀκουστέον τοῖς προειρημένοις· εἶθʼ ὅτι ταῦτʼ ἀπονέμεται κατὰ τὸν τοῦ Διὸς λόγον ἢτοι ἐπὶ κολάσει ἢ κατʼ ἄλλην ἔχουσάν πως πρὸς τὰ ὅλα οἰκονομίαν. ἔστι μὲν οὖν καὶ τοῦτο δεινόν, τὸ καὶ γίγνεσθαι τὴν κακίαν καὶ κολάζεσθαι κατὰ τὸν τοῦ Διὸς λόγον.1 ἐπιτείνει δὲ τὴν ὑπεναντίωσιν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γράφων τάδε ἡ δὲ κακία πρὸς τὰ δεινὰ συμπτώματα ἴδιὸν τινʼ ἔχει λόγον· γίγνεται μὲν γὰρ καὶ αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον καί, ἵνʼ οὕτως εἴπω, οὐκ ἀχρήστως γίγνεται πρὸς τὰ ὅλα· οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν. καὶ οὗτος ἐπιτιμᾷ τοῖς ἐπίσης πρὸς τἀναντία διαλεγομένοις, ὃς ὑπὸ τοῦ πάντως τι βούλεσθαι καὶ περὶ παντὸς εἰπεῖν ἴδιον καὶ περιττὸν οὐκ ἀχρήστως λέγει2 βαλλαντιοτομεῖν, συκοφαντεῖν καὶ ἀφραίνειν, οὐκ ἀχρήστως ἀχρήστους εἶναι, βλαβερούς, κακοδαίμονας. εἶτα ποῖός τις ὁ Ζεύς, λέγω δὲ τὸν Χρυσίππου, κολάζων πρᾶγμα μήτʼ ἀφʼ ἑαυτοῦ μήτʼ ἀχρήστως γιγνόμενον;3 ἡ μὲν γὰρ κακία πάντως ἀνέγκλητός ἐστι κατὰ τὸν τοῦ Χρυσίππου λόγον ὁ δὲ Ζεὺς ἐγκλητέος εἴτʼ ἄχρηστον οὖσαν τὴν κακίαν πεποίηκεν εἴτε, ποιήσας οὐκ ἀχρήστως, κολάζει.
然而,他竟声称神惩罚恶德,并为了惩罚恶人做了许多事情;正如他在《论神》第二卷中所说: 不良的际遇有时降临于善人身上,并不像降临于恶人身上那样是为了惩罚,而是按照另一种治理方案,正如在城邦中那样。 又在以下文字中说道: “首先,关于恶事,应当以与前述类似的方式来理解;其次,应当理解这些事情是依照宙斯的理性被分派的,或者为了惩罚,或者按照与全体具有某种关联的另一种治理方案。” 那么,恶德的生成与被惩罚竟都依据宙斯的理性,这本身就是骇人听闻的。而他在《论自然》第二卷中写下这些话,更进一步加剧了这种矛盾: “恶德对于可怕的灾祸具有一种特殊的理性依据;因为它本身以某种方式依照本性的理性而生成,并且,可以说是非无益地相对于全体而生成的;否则,善甚至根本就不会存在。” 然而,正是这个指责那些对立观点两边倒的人,出于不惜一切代价要对万事万物发表奇特而标新立异言论的欲望,竟然宣称剪荷包、诬告与愚蠢并非毫无用处,甚至宣称无用、有害和凄惨并非毫无用处。那么,这个(我指的是克律西波斯所主张的)惩罚一件既非自发产生、亦非无益生成的行为的宙斯,究竟算什么呢?因为按照克律西波斯的学说,恶德完全是无可指摘的,而无论宙斯是造就了无用的恶德,还是造就了非无益的恶德却又去惩罚它,该受谴责的都是宙斯。
πάλιν ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης εἰπὼν περὶ τῶν θεῶν, ὡς ἐνισταμένων ἐνίοις ἀδικήμασι, κακίαν δέ φησὶ καθόλου ἆραι οὔτε δυνατόν ἐστιν οὔτʼ ἔχει καλῶς ἀρθῆναι ἀλλʼ εἰ μὲν οὐκ ἔχει καλῶς ἀρθῆναι τὴν ἀνομίαν τὴν ἀδικίαν τὴν ἀβελτερίαν, οὐ τοῦ παρόντος ἐστὶ λόγου ζητεῖν· αὐτὸς δὲ τὴν κακίαν, ὅσον ἐφʼ ἑαυτῷ, διὰ τοῦ φιλοσοφεῖν ἀναιρῶν, ἣν οὐκ ἔχει καλῶς ἀναιρεῖν, μαχόμενὸν τι ποιεῖ καὶ τῷ λόγῳ καὶ τῷ θεῷ· πρὸς δὲ τούτοις λέγων ἐνίοις ἀδικήμασιν ἐνίστασθαι τὸν θεὸν ἔμφασιν πάλιν τῆς τῶν ἁμαρτημάτων δίδωσιν ἀνοσιότητος.
再者,他在《论正义》第一卷中谈到诸神阻拦某些不公行为之后,说道: “然而将恶德完全消除,既不可能,被消除也并非好事。” 然而,不法、不义与昏聩之不宜被消除是否属实,并非当下论述所要探究的;但他自己却在力所能及的范围内通过从事哲学去消除那不宜消除的恶德,这使他的行为既与自己的理论相冲突,也与神相冲突;除此以外,他声称神阻拦某些不公行为,又反过来表明了罪愆的亵圣性。
ἔτι περὶ τοῦ μηδὲν ἐγκλητὸν εἶναι μηδὲ μεμπτὸν ἐν τῷ κόσμῳ, κατὰ τὴν ἀρίστην φύσιν ἁπάντων παραγομένων, πολλάκις γεγραφὼς ἔστιν ὅπου πάλιν ἐγκλητάς τινας ἀμελείας οὐ περὶ μικρὰ καὶ φαῦλα καταλείπει. ἐν γοῦν τῷ τρίτῳ περὶ Οὐσίας μνησθεὶς ὅτι συμβαίνει τινὰ τοῖς καλοῖς κἀγαθοῖς τοιαῦτα πότερον φησὶν ἀμελουμένων τινῶν, καθάπερ ἐν οἰκίαις μείζοσι παραπίπτει τινὰ πίτυρα καὶ ποσοὶ πυροί τινες, τῶν ὅλων εὖ οἰκονομουμένων· ἢ διὰ τὸ καθίστασθαι ἐπὶ τῶν τοιούτων δαιμόνια φαῦλα, ἐν οἷς τῷ ὄντι γίγνονται καὶ ἐγκλητέαι ἀμέλειαι;4 φησὶ δὲ πολὺ καὶ τὸ τῆς ἀνάγκης μεμῖχθαι. τὸ μὲν οὖν τὰ τοιαῦτα συμπτώματα τῶν καλῶν κἀγαθῶν ἀνδρῶν, οἷον ἡ Σωκράτους καταδίκη καὶ ὁ Πυθαγόρου ζῶντος ἐμπρησμὸς ὑπὸ τῶν Κυλωνείων καὶ Ζήνωνος ὑπὸ Δημύλου τοῦ τυράννου καὶ Ἀντιφῶντος ὑπὸ Διονυσίου στρεβλουμένων ἀναιρέσεις, πιτύροις παραπίπτουσιν ἀπεικάζειν, ὅσης ἐστὶν εὐχερείας, ἐῶ· τὸ δὲ φαύλους δαίμονας ἐκ προνοίας ἐπὶ τὰς τοιαύτας ἐπιστασίας καθίστασθαι πῶς οὐκ ἔστιν ἔγκλημα τοῦ θεοῦ, καθάπερ βασιλέως κακοῖς καὶ ἐμπλήκτοις σατράπαις καὶ στρατηγοῖς διοικήσεις ἐπιτρέποντος καὶ περιορῶντος ὑπὸ τούτων ἀμελουμένους καὶ παροινουμένους τοὺς ἀρίστους; καὶ μὴν εἰ πολὺ τὸ τῆς ἀνάγκης μέμικται τοῖς πράγμασιν οὔτε κρατεῖ πάντων ὁ θεὸς οὔτε πάντα κατὰ τὸν ἐκείνου λόγον διοικεῖται.
此外,他屡屡著文称由于万物皆依照至善的本性生成,故宇宙中绝无任何可归咎或可指责之事,然而在某些地方他又留下了某些并非关乎微末小事的受咎疏忽。例如,他在《论实体》第三卷中提到善良高尚之人会遭遇此类事情时说道: “究竟是因为某些事情被忽略了——正如在较大的宅第中,尽管总体治理得当,仍会散落些许麸皮和若干麦粒;还是因为低劣的神灵被委派掌管此类事务,而在他们之中确实会发生受咎的疏忽呢?” 他还说必然性也有很大成分混入其中。对于把善良高尚之人的此类遭遇——例如苏格拉底被定罪、毕达哥拉斯被基隆党人活活烧死,以及芝诺受僭主德米洛斯酷刑处死、安提丰受狄奥尼修斯酷刑处死——比作散落的麸皮,这种轻率妄言我姑且不论;然而,由神意将低劣的神灵委派至此类监督之职,这难道不是对神的控告吗?正如一位国王将辖区治理委任给邪恶癫狂的省督与将领,并任由最优秀的人士受到他们的漠视与凌辱一样。况且,如果必然性的大量成分混入事务之中,那么神就没有统御一切,万物也不是按照他的理性被治理的。
- 35τὸ καὶ γίγνεσθαι τὴν κακίαν καὶ κολάζεσθαι κατὰ τὸν τοῦ Διὸς λόγον
带定冠词的不定词短语用作主语(或指示代词 τοῦτο 的同位语说明)。相关连词 καὶ...καί 并列了“生成”与“受罚”,强调这两者竟同时归因于同一个主导源头(宙斯的理性)的荒谬性。
- 35ὃς ὑπὸ τοῦ πάντως τι βούλεσθαι καὶ περὶ παντὸς εἰπεῖν ἴδιον καὶ περιττὸν ... λέγει
关系代词 ὃς 的先行词是主句中的 οὗτος(克律西波斯)。介词短语 ὑπὸ τοῦ ... βούλεσθαι 表示原因或动机(“出于想要……的欲望”)。不定词 βούλεσθαι 带出补足不定词 εἰπεῖν,而 ἴδιον καὶ περιττόν 作 εἰπεῖν 的直接宾语。
- 35μήτʼ ἀφʼ ἑαυτοῦ μήτʼ ἀχρήστως γιγνόμενον
修饰分词 γιγνόμενον 的短语。ἀφʼ ἑαυτοῦ 意为“自发地/凭其自身”,通过否定连词 μήτε...μήτε 概括了克律西波斯赋予恶德的双重属性:恶德既非自主产生(而是受普遍理性规定),亦非无益产生(而是被声称对宇宙有益)。
- 37ἐν οἷς τῷ ὄντι γίγνονται καὶ ἐγκλητέαι ἀμέλειαι;
关系从句 ἐν οἷς 的先行词是紧邻的 δαιμόνια φαῦλα(低劣的神灵)。修饰指称具有位格实体的中性复数名词,意为“在他们之中/在其主管范围内”。副词短语 τῷ ὄντι(“实际上”)强调失职并非虚构,而是切实发生。
