← 普鲁塔克

论斯多葛派的自相矛盾

§33-34

恶德起因于神与普遍神意的矛盾

普鲁塔克指出,由于战争根源于恶德,若神发动战争便必然成为恶德的起因,这与克律西波斯关于神明绝非丑恶之事诱因的主张自相矛盾。进而,克律西波斯断言万事皆顺应普遍本性与神意而发生,这使人类的一切罪行与恶德都顺理成章地归于神意,从而彻底摧毁了违法与不义的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33

τοῦτο μὲν οὖν ἔλαττόν ἐστιν ἐκεῖνο δὲ μεῖζον· οὐδεὶς γὰρ φύεται ἀνθρώποις πόλεμος ἄνευ κακίας, ἀλλὰ τὸν μὲν φιληδονία τὸν δὲ πλεονεξία τὸν δὲ φιλοδοξία τις ἢ φιλαρχία συρρήγνυσιν. οὐκοῦν εἰ πολέμους ὁ θεὸς ἐνεργάζεται, καὶ κακίας,1 παροξύνων καὶ διαστρέφων τοὺς ἀνθρώπους. καίτοι λέγει δʼ αὐτὸς ἐν τῷ περὶ τοῦ Δικάζειν καὶ πάλιν ἐν τῷ δευτέρῳ περὶ Θεῶν ὡς τῶν αἰσχρῶν τὸ θεῖον παραίτιον γίγνεσθαι οὐκ εὔλογόν ἐστιν· ὃν τρόπον γὰρ οὔτε νόμος τοῦ παρανομεῖν παραίτιος γένοιτʼ ἂν οὔθʼ οἱ θεοὶ τοῦ ἀσεβεῖν, οὕτως εὔλογον μηδʼ αἰσχροῦ μηδενὸς εἶναι παραιτίους. τί οὖν αἴσχιον ἀνθρώποις φθορᾶς ὑπʼ ἀλλήλων γιγνομένης, ἧς φησι Χρύσιππος ἐνδιδόναι τὰς ἀρχὰς τὸν θεόν; ἀλλὰ νὴ Δία φήσει τις· ἐπαινεῖν πάλιν τοῦ Εὐριπίδου λέγοντος "εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὔκ εἰσιν θεοί" καί "τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς·" ὥσπερ ἡμῶν ἄλλο τι νῦν πραττόντων ἢ τὰς ἐναντίας αὐτοῦ φωνὰς καὶ ὑπολήψεις παρατιθεμένων.2

然而,这还算是较小的事,而另一件事则更为重大:因为人类之间的战争无一不是源于恶德,这一场战争是由纵欲挑起,另一场是由贪婪挑起,还有一场则是由某种虚荣或权力欲所引发。因此,如果神发动了战争,他也就发动了恶德,因为是他激怒并败坏了人类。然而,他自己在《论审判》中以及在《论神》第二卷中又说: “神圣之物成为丑恶之事的诱因是不合情理的;正如法律不可能成为违法的诱因,诸神不可能成为不敬神的诱因一样,他们同样理应不成为任何丑恶之事的诱因。” 那么,对人类而言,还有什么比自相残杀的毁灭更为丑恶的呢?而克律西波斯却说正是神提供了这种毁灭的肇端。然而,指天发誓,有人会说:他又称赞欧里庇得斯所说的那句话: “如果诸神做出丑恶之事,他们就不是神”;以及: “你说了最容易的话,那就是归咎于诸神”;仿佛我们此刻正在做的不是将他彼此冲突的言论与主张并列出来似的。

§34

οὐ μὴν ἀλλʼ αὐτό γε τοῦτο τὸ νῦν ἐπαινούμενον οὐχ ἅπαξ οὐδὲ δὶς οὐδὲ τρὶς ἀλλὰ μυριάκις ἔσται πρὸς Χρύσιππον εἰπεῖν "τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς." πρῶτον γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως τὸ ἀίδιον τῆς κινήσεως κυκεῶνι παρεικάσας, ἄλλα ἄλλως στρέφοντι καὶ ταράσσοντι τῶν γιγνομένων, ταῦτʼ εἴρηκεν· οὕτω δὲ τῆς τῶν ὅλων οἰκονομίας προαγούσης, ἀναγκαῖον κατὰ ταύτην, ὡς ἄν ποτʼ ἔχωμεν, ἔχειν ἡμᾶς, εἴτε παρὰ φύσιν τὴν ἰδίαν νοσοῦντες εἴτε πεπηρωμένοι εἴτε γραμματικοὶ γεγονότες ἢ μουσικοί. καὶ πάλιν μετʼ ὀλίγον κατὰ τοῦτον δὲ τὸν λόγον τὰ παραπλήσια ἐροῦμεν καὶ περὶ τῆς ἀρετῆς ἡμῶν καὶ περὶ τῆς κακίας καὶ τὸ ὅλον τῶν τεχνῶν καὶ τῶν ἀτεχνιῶν, ὡς ἔφην. καὶ μετʼ ὀλίγον ἃπασαν ἀναιρῶν ἀμφιβολίαν οὐδὲν γὰρ ἔστιν ἄλλως τῶν κατά μέρος γενέσθαι οὐδὲ τοὐλάχιστον ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ κατὰ τὸν ἐκείνης λόγον. ὅτι δʼ ἡ κοινὴ φύσις καὶ ὁ κοινὸς τῆς φύσεως λόγος εἱμαρμένη καὶ πρόνοια καὶ Ζεύς ἐστιν, οὐδὲ τοὺς ἀντίποδας λέληθε· πανταχοῦ γὰρ ταῦτα θρυλεῖται ὑπʼ αὐτῶν· καὶ τὸ Διὸς δʼ ἐτελείετο βουλή, τὸν Ὅμηρον εἰρηκέναι φησὶν ὀρθῶς, ἐπὶ τὴν εἱμαρμένην ἀναφέροντα καὶ τὴν τῶν ὅλων φύσιν, καθʼ ἣν πάντα διοικεῖται. πῶς οὖν ἅμα μὲν οὐδενὸς αἰσχροῦ παραίτιος ὁ θεός, ἅμα δʼ οὐδὲ τοὐλάχιστον ἐνδέχεται γίγνεσθαι ἄλλως ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ τὸν ἐκείνης λόγον; ἐν γὰρ πᾶσι τοῖς γιγνομένοις καὶ τὰ αἰσχρὰ δήπουθὲν ἐστιν. καίτοι ὁ μὲν Ἐπίκουρος ἁμωσγέπως στρέφεται καὶ φιλοτεχνεῖ, τῆς ἀιδίου κινήσεως μηχανώμενος ἐλευθερῶσαι καὶ ἀπολῦσαι τὸ ἑκούσιον ὑπὲρ τοῦ μὴ καταλιπεῖν ἀνέγκλητον τὴν κακίαν· ὁ δὲ Χρύσιππος ἀναπεπταμένην παρρησίαν αὐτῇ δίδωσιν, ὡς οὐ μόνον ἐξ ἀνάγκης οὐδὲ καθʼ εἱμαρμένην ἀλλὰ καὶ κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν ἀρίστην.3 ἔτι δὲ καὶ ταῦθʼ ὁρᾶται κατὰ λέξιν οὕτως ἔχοντα· τῆς γὰρ κοινῆς φύσεως εἰς πάντα διατεινούσης, δεήσει πᾶν τὸ ὁπωσοῦν γιγνόμενον ἐν τῷ ὅλῳ καὶ τῶν μορίων ὁτῳοῦν κατʼ ἐκείνην γενέσθαι καὶ τὸν ἐκείνης λόγον κατὰ τὸ ἑξῆς ἀκωλύτως· διὰ τὸ μήτʼ ἔξωθεν εἶναι τὸ ἐνστησόμενον τῇ οἰκονομίᾳ μήτε τῶν μερῶν μηδὲν ἔχειν ὅπως κινηθήσεται ἢ σχήσει ἄλλως ἢ κατὰ τὴν κοινὴν φύσιν. τίνες οὖν αἱ τῶν μερῶν σχέσεις εἰσὶ καὶ κινήσεις; δῆλον μὲν ὅτι σχέσεις αἱ κακίαι καὶ τὰ νοσήματα, φιλαργυρίαι φιληδονίαι φιλοδοξίαι δειλίαι ἀδικίαι· κινήσεις δὲ μοιχεῖαι κλοπαὶ προδοσίαι ἀνδροφονίαι πατροκτονίαι. τούτων οἴεται Χρύσιππος οὔτε μικρὸν οὔτε μέγα παρὰ τὸν τοῦ Διὸς λόγον εἶναι καὶ νόμον καὶ δίκην καὶ πρόνοιαν· ὥστε μὴ γίγνεσθαι παρὰ τὸν νόμον τὸ παρανομεῖν μηδὲ παρὰ τὴν δίκην τὸ ἀδικεῖν μηδὲ παρὰ τὴν πρόνοιαν τὸ κακοποιεῖν.

然而,正是这句如今受到称赞的话,人们不仅一次、两次或三次,而是可以万次地对克律西波斯说: “你说了最容易的话,那就是归咎于诸神。” 因为首先,他在《论自然》第一卷中把运动的永恒性比作一杯混合羹汤,将生成的万物颠来倒去、搅动不休,并这样说道: “由于宇宙的治理是如此推进的,因此根据这一治理,无论我们处于何种状态,我们都必然处于这种状态,无论我们是反乎自身的本性地患病或残废,还是成为了文法学者或音乐家。” 不久之后他又说道: “根据这一道理,关于我们的美德和恶德,以及总的来说,正如我说过的,关于各种技艺和无技艺的状态,我们也当发表类似的议论。” 再过不久,为了消除一切疑义,他又说道: “因为在个别事物中,哪怕是极微小的事情,也绝不可能以除了依照普遍本性并依照其理性之外的任何其他方式发生。” 至于这普遍本性和本性的普遍理性就是命运、神意与宙斯,这连对跖点的人也未曾不知;因为这些事情到处都被他们谈论;而且那句: “而宙斯的意愿正在达成,”他说荷马说得完全正确,指的正是命运以及万物的本性,万事万物皆依其受到统理。既然如此,神怎能既不成为任何丑恶之事的诱因,同时哪怕最小的事情也绝不可能以除了依照普遍本性及其理性之外的其他方式发生呢?因为在所生成的一切事物中,无疑也包含了丑恶之事。然而,伊壁鸠鲁尚且转圜施计,处心积虑地想将自由意愿从永恒运动中解放解脱出来,免得让恶德免于受责;克律西波斯却赋予恶德公然的放肆,声称恶德不仅出于必然性或依照命运,而且是依照神的理性、依照至善的本性被造就的。此外,还可以看到按字面也是这样写的: “因为既然普遍本性延展至一切事物,那么在全体之中以及在任何部分之中以任何方式生成的一切,都必然按照该本性及其理性毫无阻碍地顺次生成;这是因为没有任何来自外部的事物能阻挠这一治理,也没有任何部分能以除了依照普遍本性之外的任何方式去运动或维持其状态。” 那么,这些部分的状态与运动究竟是什么呢?显而易见,状态就是恶德与疾患:贪财、纵欲、慕名、怯懦、不公;而运动则是通奸、盗窃、叛国、杀人、弑亲。对于这些,克律西波斯认为无论巨细,没有一件是违背宙斯的理性、法律、正义与神意的;其结果就是,违法并非违背法律而发生,行不义并非违背正义而发生,作恶也并非违背神意而发生。

语法注3 条
  1. 33καὶ κακίας

    承前省略(ellipsis)动词 ἐνεργάζεται 的句式。与条件从句“如果神发动战争”相对应,归结从句补足为“[神也]发动了恶德”。

  2. 33ὥσπερ ἡμῶν ἄλλο τι νῦν πραττόντων ἢ τὰς ἐναντίας αὐτοῦ φωνὰς καὶ ὑπολήψεις παρατιθεμένων

    由 ὥσπερ 引导的属格绝对结构(πραττόντων ... παρατιθεμένων),表示反讽性的假设原委。短语 ἄλλο τι ... ἤ 为习语,意为“除……之外的任何事”,意在讥讽论敌仿佛作者除了将其自相矛盾的言论并置外还在做什么别的事。

  3. 34ὡς οὐ μόνον ἐξ ἀνάγκης οὐδὲ καθʼ εἱμαρμένην ἀλλὰ καὶ κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν ἀρίστην

    阴性与格分词 πεποιημένῃ 与前文的代词 αὐτῇ(指代 κακίᾳ“恶德”)在性、数、格上一致,由 ὡς 引领,表达克律西波斯所持的主张内容:“恶德不仅出于必然或依命运,而且是依神的理性及最善的本性被造就的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:33-34