← 普鲁塔克

论斯多葛派的自相矛盾

§31-32

关于神意与美德赐予及战争的矛盾

作者指出,斯多亚派关于神不赐予美德而仅赐予财富和健康、且全人类皆处于极度悲惨之中的观点,与他们的神意说自相矛盾;并抨击了克律西波斯将宙斯描绘成通过战争实施人口屠杀以消减过剩人口的做法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31

ἔτι δὲ μᾶλλον τῇ ἀποδείξει τὸ ἐναντίωμα ποιοῦσι φανερώτερον. γὰρ ἔστιν εὖ χρήσασθαι καὶ κακῶς, τοῦτό φασι μήτʼ ἀγαθὸν εἶναι μήτε κακόν.1 πλούτῳ δὲ καὶ ὑγιείᾳ καὶ ῥώμῃ σώματος κακῶς χρῶνται πάντες οἱ ἀνόητοι· διόπερ οὐδέν ἐστι τούτων ἀγαθόν. εἴπερ οὖν ὁ θεὸς ἀρετὴν μὲν οὐ δίδωσιν ἀνθρώποις, ἀλλὰ τὸ καλὸν αὐθαίρετόν ἐστι, πλοῦτον δὲ καὶ ὑγίειαν χωρὶς ἀρετῆς δίδωσιν, οὐκ εὖ χρησομένοις δίδωσιν ἀλλὰ κακῶς, τουτέστι βλαβερῶς καὶ αἰσχρῶς καὶ ὀλεθρίως καίτοι εἰ μὲν δύνανται τὴν ἀρετὴν παρέχειν οἱ θεοί, οὔκ εἰσι χρηστοὶ μὴ παρέχοντες· εἰ δὲ μὴ δύνανται ποιεῖν ἀγαθούς, οὐδʼ ὠφελεῖν δύνανται, μηδενός γε τῶν ἄλλων ὄντος ἀγαθοῦ μηδʼ ὠφελίμου. τὸ δὲ τοὺς ἄλλως γενομένους ἀγαθοὺς κρίνειν κατʼ ἀρετὴν ἢ ἰσχὺν οὐδέν ἐστι·2 καὶ γὰρ τοὺς θεοὺς οἱ ἀγαθοὶ κρίνουσι κατʼ ἀρετὴν καὶ ἰσχύν· ὥστε μηδὲν μᾶλλον ὠφελεῖν ἢ ὠφελεῖσθαι τοὺς θεοὺς ὑπὸ τῶν ἀνθρώπων. καὶ μὴν οὔθʼ αὑτὸν ὁ Χρύσιππος ἀποφαίνει σπουδαῖον οὔτε τινὰ τῶν αὑτοῦ γνωρίμων ἢ καθηγεμόνων. τί οὖν περὶ τῶν ἄλλων φρονοῦσιν ἢ ταῦτα ἅπερ λέγουσι; μαίνεσθαι πάντας, ἀφραίνειν, ἀνοσίους εἶναι, παρανόμους, ἐπʼ ἄκρον ἥκειν δυστυχίας, κακοδαιμονίας ἁπάσης· εἶτα προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθʼ ἡμᾶς οὕτως ἀθλίως πράττοντας; εἰ γοῦν οἱ θεοὶ μεταβαλόμενοι βλάπτειν ἐθέλοιεν ἡμᾶς καὶ κακοῦν καὶ διαστρέφειν καὶ προσεπιτρίβειν, οὐκ ἂν δύναιντο διαθεῖναι χεῖρον ἢ νῦν ἔχομεν, ὡς Χρύσιππος ἀποφαίνει μήτε κακίας ὑπερβολὴν ἀπολείπειν μήτε κακοδαιμονίας τὸν βίον ὥστʼ, εἰ λάβοι φωνήν, εἰπεῖν ἂν αὐτὸν τὰ τοῦ Ἡρακλέους "γέμω κακῶν δή, κοὐκέτʼ ἔσθʼ ὅπου τεθῇ." τίνας οὖν ἄν τις εὕροι μαχομένας μᾶλλον ἀλλήλαις ἀποφάσεις τῆς περὶ θεῶν Χρυσίππου καὶ τῆς περὶ ἀνθρώπων,3 τοὺς μὲν ὡς ἔνι βέλτιστα προνοεῖν τοὺς δ’ ὡς ἔνι χείριστα πράττειν λέγοντος;

不仅如此,他们还通过自己的论证使这种矛盾变得更加明显。因为他们声称,凡是既能善用又能恶用的东西,既非善亦非恶。然而所有的愚者都会恶用财富、健康和强壮的体魄;因此,这些东西没有一样是善的。既然神并不赐予人类美德,而是将善好留给人自由抉择,却在不伴随美德的情况下赐予财富和健康,那么神赐予这些东西就不是给那些会善用的人,而是给那些会恶用的人——也就是说,会以有害、可耻和毁灭性的方式去使用的人。然而,如果诸神能够提供美德,那么他们不提供美德就不是良善的;如果他们不能使人成为善人,他们也就无法造福人类,因为除美德之外没有任何其他事物是善或有益的。至于把那些凭别的方式成为善人的人按美德或力量来评判,则是毫无意义的;因为善人同样也是按美德和力量来评判诸神,以至于诸神造福人类的程度,绝不比人类造福诸神的程度更高。况且,克律西波斯既没有证明他自己是有德的善人,也没有证明他的任何熟人或导师是善人。那么,他们对其他人除了持有他们所说的那些观点之外,还能有什么看法呢?那就是:所有人都是疯子、愚妄之徒、不敬神者、违法乱纪者,都陷入了不幸与一切苦难的顶峰。既然如此,我们这些处境如此悲惨之人的事务,难道是由诸神的神意掌管的吗?无论如何,如果诸神改弦更张,想要伤害我们、摧残我们、败坏我们并置我们于死地,他们也不可能让我们落入比现在更坏的境地,正如克律西波斯所宣称的那样,生命中已没有任何空间容纳更多的邪恶或苦难,以至于如果生命获得了声音,它甚至会说出赫拉克勒斯的那句台词: “我已载满灾祸,再无安放之处。” 那么,有谁能找到比克律西波斯关于神与关于人的论述更为互相对立的主张呢?他一方面说神以最尽善尽美的方式进行统理,另一方面又说人以最糟糕的方式生存。

§32

ἐγκαλοῦσιν αὐτῷ τινες τῶν Πυθαγορικῶν ἐν τοῖς περὶ Δικαιοσύνης γράφοντι περὶ τῶν ἀλεκτρυόνων ὅτι χρησίμως γεγόνασι· ἐπεγείρουσι γὰρ ἡμᾶς καὶ τοὺς σκορπίους ἐκλέγουσι καὶ κατὰ τὰς μάχας ἐπιστρέφουσι, ζῆλόν τινα πρὸς ἀλκὴν ἐμποιοῦντες· ὅμως δὲ δεῖ κατεσθίειν καὶ τούτους, ἵνα μὴ τὴν χρείαν ὑπερβάλλῃ τὸ πλῆθος τῶν νεοττῶν. ὁ δʼ οὕτω καταγελᾷ τῶν ἐπὶ τούτοις ἐγκαλούντων, ὥστε περὶ τοῦ Διός, τοῦ Σωτῆρος καὶ Γενέτορος καὶ πατρὸς Δίκης καὶ Εὐνομίας καὶ Εἰρήνης, ταῦτα γράφειν ἐν τῷ τρίτῳ περὶ Θεῶν ὡς δʼ αἱ πόλεις πλεονάσασαι εἰς ἀποικίας ἀπερῶσι τὰ πλήθη καὶ πολέμους ἐνίστανται πρός τινας, οὕτως ὁ θεὸς φθορᾶς ἀρχὰς δίδωσι· καὶ τὸν Εὐριπίδην μάρτυρα καὶ τοὺς ἄλλους προσάγεται, τοὺς λέγοντας ὡς ὁ Τρωικὸς πόλεμος ὑπὸ τῶν θεῶν ἀπαντλήσεως χάριν τοῦ πλήθους τοῦ τῶν ἀνθρώπων γένους γένοιτο· τούτων δὲ τὰς μὲν ἄλλας ἀτοπίας ἄφες οὐ γὰρ εἴ τι μὴ καλῶς ἀλλʼ ὅσα πρὸς ἑαυτοὺς διαφόρως λέγουσιν, ἐξετάσαι μόνον πρόκειται· σκόπει δʼ ὅτι τῷ θεῷ καλὰς μὲν ἐπικλήσεις ἀεὶ καὶ φιλανθρώπους, ἄγρια δʼ ἔργα καὶ βάρβαρα καὶ Γαλατικὰ προστίθησιν. οὐ γὰρ ἀποικίαις ἐοίκασιν αἱ τοσαῦται φθοραὶ καὶ πανωλεθρίαι τῶν ἀνθρώπων, οἵας ὁ Τρωικὸς εἰργάσατο πόλεμος καὶ πάλιν ὁ Μηδικὸς καὶ Πελοποννησιακός, εἰ μή τινας ἐν Ἅιδου καὶ ὑπὸ γῆς ἴσασιν οὗτοι πόλεις κτιζομένας, ἀλλὰ τῷ Γαλάτῃ Δηιοτάρῳ ποιεῖ Χρύσιππος ὅμοιον τὸν θεὸν, ὅς, πλειόνων αὐτῷ παίδων γεγονότων, ἑνὶ βουλόμενος τὴν ἀρχὴν ἀπολιπεῖν καὶ τὸν οἶκον ἅπαντας ἐκείνους ἀπέσφαξεν, ὥσπερ ἀμπέλου βλαστοὺς ἀποτεμὼν καὶ κολούσας, ἵνʼ εἷς ὁ λειφθεὶς ἰσχυρὸς γένηται καὶ μέγας. καίτοι γʼ ὁ μὲν ἀμπελουργὸς ἔτι μικρῶν ὄντων καὶ ἀσθενῶν τοῦτο ποιεῖ τῶν κλημάτων, καὶ ἡμεῖς νεογνῶν καὶ τυφλῶν ὄντων τῶν σκυλακίων ὑφαιροῦμεν τὰ πολλὰ φειδόμενοι τῆς κυνός ὁ δὲ Ζεὺς οὐ μόνον ἐάσας καὶ περιιδὼν ἐν ἡλικίᾳ γενομένους ἀλλὰ καὶ φύσας αὐτὸς καὶ αὐξήσας ἀποτυμπανίζει, φθορᾶς καὶ ὀλέθρου μηχανώμενος προφάσεις, δέον αἰτίας καὶ ἀρχὰς γενέσεως μὴ παρασχεῖν.4

毕达哥拉斯学派的某些人指责他,因为他在《论正义》中谈到公鸡时写道: “它们生来是有用的;因为它们唤醒我们,啄除蝎子,在战斗中激励我们,灌输某种勇敢的热忱;然而也必须把它们吃掉,免得雏鸡的数量超过实际需要。” 但他对那些就此批评他的人极尽嘲讽,以至于在《论神》第三卷中,关于拯救者、生育者以及正义、秩序与和平之父的宙斯,竟写下了这样的话: “正如各城邦在人口过剩时,会将多余的人口迁出建立殖民地,并向某些人挑起战争,神也是这样给予毁灭的肇端;”并且他还引用欧里庇得斯以及其他人的证言,这些人声称特洛伊战争是由诸神发动的,目的是为了排泄人类种族过剩的人口。且不谈这些言论中其他的荒谬之处——因为我们的目的并不在于审查某些话是否讲得欠妥,而仅仅在于考察他们在多大程度上自相矛盾。但请看,他一方面始终把美好而慈爱的人道称号加于神,另一方面却把残酷、野蛮和加拉太式的行径归之于神。因为特洛伊战争以及后来的波斯战争和伯罗奔尼撒战争所造成的人类如此浩大的毁灭和彻底的屠戮,绝不像什么殖民开拓,除非这些人知道有什么城邦建立在冥府和地下;克律西波斯分明是把神描绘成了加拉太人德伊奥塔罗斯的模样,后者生了许多儿子,为了把统治权和家业留给其中一个,便将其他人全部屠杀,正如为了让剩下的一根枝条变得强壮粗大而把葡萄树的嫩芽剪去修平一样。然而葡萄园农夫是在枝条尚小尚弱时这样做的,我们也是在幼犬刚出生且双目未睁时为了体恤母犬而拿走大部分;但宙斯不仅容忍并坐视人类长大成人,甚至亲自生养抚育了他们,却又将他们杖杀击碎,处心积虑地策划毁灭与屠戮的借口,而他原本就不应当提供他们诞生的缘由与肇端。

语法注4 条
  1. 31γὰρ ἔστιν εὖ χρήσασθαι καὶ κακῶς, τοῦτό φασι μήτʼ ἀγαθὸν εἶναι μήτε κακόν

    句首可能脱落了关系代词 ᾧ,或作为省略先行词的关系从句结构:“凡是可以善用亦可以恶用的东西(ᾧ ἔστιν...),他们声称这既非善亦非恶”。

  2. 31τὸ δὲ τοὺς ἄλλως γενομένους ἀγαθοὺς κρίνειν κατʼ ἀρετὴν ἢ ἰσχὺν οὐδέν ἐστι

    带冠词的不定式短语 τὸ ... κρίνειν 充当主语。τοὺς ἄλλως γενομένους ἀγαθούς 指“通过其他方式(即非由神赐予)而成为善人的人”。整句指出,按美德或力量去评判他们是毫无意义的(οὐδέν ἐστι),因为接下来的句子说明,善人同样依美德和力量评判诸神。

  3. 31τίνας οὖν ἄν τις εὕροι μαχομένας μᾶλλον ἀλλήλαις ἀποφάσεις τῆς περὶ θεῶν Χρυσίππου καὶ,τῆς περὶ ἀνθρώπων

    属格 τῆς περὶ θεῶν [ἀποφάσεως] Χρυσίππου καὶ τῆς περὶ ἀνθρώπων 是由比较级结构 μᾶλλον μαχομένας 所管辖的比较属格,构成修辞性疑问句:“谁能找到比克律西波斯关于神的断言与关于人的断言更为互相冲突的命题呢?”

  4. 32δέον αἰτίας καὶ ἀρχὰς γενέσεως μὴ παρασχεῖν

    由非人称动词 δεῖ 的中性单数宾格分词 δέον 构成的独立宾格结构(accusative absolute),表示转折或未尽的义务:“而他本不应当提供他们出生的起因与始端”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:31-32