← 普鲁塔克

论斯多葛派的自相矛盾

§29-30

关于计算错误与优先之物的自相矛盾

作者揭露了克律西波斯的自相矛盾:他告诫他人避免无知的过错,自己却在命题组合计算上犯下了巨大的错误;同时作者批判了他在“优先之物”上的分裂立场——时而鼓励乃至允许追逐财富,时而又将其斥为毫无价值,从而使美德与神意皆沦为笑柄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29

ἐν δὲ ταῖς Φυσικαῖς Θέσεσι περὶ τῶν ἐμπειρίας καὶ ἱστορίας δεομένων διακελευσάμενος τὴν ἡσυχίαν ἔχειν, ἂν μή τι κρεῖττον καὶ ἐναργέστερον ἔχωμεν λέγειν, ἵνα φησὶ μήτε Πλάτωνι παραπλησίως ὑπονοήσωμεν τὴν μὲν ὑγρὰν τροφὴν εἰς τὸν πλεύμονα φέρεσθαι τὴν δὲ ξηρὰν εἰς τὴν κοιλίαν, μήθʼ ἕτερα παραπλήσια γεγονότα τούτοις διαπτώματα δοκῶ δὴ1 τὸ ἐγκαλεῖν ἑτέροις εἶτα περιπίπτειν αὐτὸν οἷς ἐγκαλεῖ καὶ μὴ φυλάττεσθαι, τῶν ἐναντιωμάτων μέγιστον εἶναι καὶ τῶν διαπτωμάτων αἴσχιστον. ἀλλὰ μὴν αὐτὸς τὰς διὰ δέκα ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ὑπερβάλλειν ἑκατὸν μυριάδας οὔτε διʼ αὑτοῦ ζητήσας ἐπιμελῶς οὔτε διὰ τῶν ἐμπείρων τἀληθὲς ἱστορήσας. καίτοι Πλάτων μὲν ἔχει τῶν ἰατρῶν τοὺς ἐνδοξοτάτους μαρτυροῦντας, Ἱπποκράτην Φιλιστίωνα Διώξιππον τὸν Ἱπποκράτειον, καὶ τῶν ποιητῶν Εὐριπίδην Ἀλκαῖον Εὔπολιν Ἐρατοσθένην, λέγοντας ὅτι τὸ ποτὸν διὰ τοῦ πνεύμονος διέξεισι· Χρύσιππον δὲ πάντες ἐλέγχουσιν οἱ ἀριθμητικοί, ὧν καὶ Ἵππαρχός ἐστιν ἀποδεικνύων τὸ διάπτωμα τοῦ λογισμοῦ παμμέγεθες αὐτῷ γεγονός· εἴγε τὸ μὲν καταφατικὸν ποιεῖ συμπεπλεγμένων ἀξιωμάτων μυριάδας δέκα καὶ πρὸς ταύταις τρισχίλια τεσσαράκοντα ἐννέα, τὸ δʼ ἀποφατικὸν ἐννακόσια πεντήκοντα δύο πρὸς τριάκοντα καὶ μιᾷ μυριάσι.

另一方面,在《自然学命题》中,关于需要经验和考察的事物,他告诫人们若没有更好更清晰的话可说,就应当保持沉默,他说这是为了“我们不至于像柏拉图那样,以为流质养料进入肺部而固质养料进入胃部,也不至于犯下其他类似的错误”。然而我认为,指责他人而后自己却陷入所指责的事情中而不加防范,是最大的矛盾,也是最可耻的过失。事实上,他本人声称由十个命题构成的复合命题在数量上超过一百万个,但他既未自己仔细研究,也未向精通此道的专家探求真相。然而,柏拉图有最负盛名的医生——希波克拉底、菲利斯提翁以及希波克拉底派的狄奥克西波斯——作为见证,诗人中也有欧里庇得斯、阿尔凯奥斯、欧波利斯和埃拉托斯特尼,他们都说饮料穿过肺部;而克律西波斯却遭到所有数学家的驳斥,其中喜帕恰斯也证明了他在计算中产生的错误是极其巨大的:因为肯定性的复合命题得出十万三千零四十九个,而否定性的复合命题得出三十一万零九百五十二个。

§30

τῶν πρεσβυτέρων τινές, ἃ τῷ τὸν ὀξίνην ἔχοντι συνέβαινε μήθʼ ὡς ὄξος ἀποδόσθαι δυναμένῳ μήθʼ ὡς οἶνον, ἔφασαν τῷ Ζήνωνι συμβαίνειν· τὸ γὰρ προηγμένον αὐτῷ μήθʼ ὡς ἀγαθὸν μήθʼ ὡς ἀδιάφορον ἔχειν διάθεσιν. ἀλλʼ ὁ Χρύσιππος ἔτι μᾶλλον τὸ πρᾶγμα δυσδιάθετον πεποίηκεν ὁτὲ μὲν γάρ φησι μαίνεσθαι τοὺς τὸν πλοῦτον καὶ τὴν ὑγίειαν καὶ τὴν ἀπονίαν καὶ τὴν ὁλοκληρίαν τοῦ σώματος ἐν μηδενὶ ποιουμένους μηδʼ ἀντεχομένους τῶν τοιούτων ὁτὲ δὲ παραθέμενος τὰ τοῦ Ἡσιόδου ἐργάζευ, Πέρση, δῖον γένος· ἐπιπεφώνηκεν ὅτι τἀναντία παραινεῖν μανικόν ἐστι, τὸ μὴ ἐργάζευ, Πέρση, δῖον γένος. καὶ τὸν μὲν σοφὸν ἐν τοῖς περὶ βίων καὶ βασιλεῦσι συνέσεσθαί φησιν ἕνεκα χρηματισμοῦ καὶ σοφιστεύσειν ἐπʼ ἀργυρίῳ, παρʼ ὧν μὲν προλαμβάνοντα πρὸς οὓς δὲ συντιθέμενον τῶν μαθητῶν· ἐν δὲ τῷ ἑβδόμῳ τοῦ Καθήκοντος καὶ κυβιστήσειν τρὶς ἐπὶ τούτῳ λαβόντα τάλαντον ἐν δὲ τῷ πρώτῳ περὶ Ἀγαθῶν τρόπον τινὰ συγχωρεῖ καὶ δίδωσι τοῖς βουλομένοις τὰ προηγμένα καλεῖν ἀγαθὰ καὶ κακὰ τἀναντία, ταύταις ταῖς λέξεσιν· ἔστιν εἴ τις βούλεται κατὰ τὰς τοιαύτας παραλλαγὰς τὸ μὲν ἀγαθὸν αὐτῶν λέγειν τὸ δὲ κακόν, ἐπὶ γʼ αὐτὰ φερόμενος τὰ πράγματα καὶ μὴ ἄλλως ἀποπλανώμενος, ἐν μὲν τοῖς σημαινομένοις οὐ διαπίπτοντος αὐτοῦ, τὰ δʼ ἄλλα στοχαζομένου2 τῆς κατὰ τὰς ὀνομασίας συνηθείας. οὕτω δὲ τὸ προηγμένον τἀγαθῷ συναγαγὼν ἐγγὺς ἐνταῦθα καὶ συμμίξας ἐν ἑτέροις πάλιν οὐδὲν εἶναί φησι τούτων καθόλου πρὸς ἡμᾶς, ἀλλʼ ἀποσπᾶν τὸν λόγον ἡμᾶς καὶ ἀποστρέφειν ἁπάντων τῶν τοιούτων· ταῦτα γὰρ ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν. ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως μακαρίζεσθαί φησιν ἐνίους βασιλεύοντας καὶ πλουτοῦντας, ὅμοιον εἰ χρυσαῖς ἀμίσι χρώμενοι καὶ χρυσοῖς κρασπέδοις ἐμακαρίζοντο· τῷ δʼ ἀγαθῷ τὸ τὴν οὐσίαν ἀποβαλεῖν οἱονεὶ δραχμὴν ἀποβαλεῖν καὶ τὸ νοσῆσαι οἷον προσκόψαι. Διὸ τῶν ἐναντιωμάτων τούτων οὐ μόνον τὴν ἀρετὴν ἀλλὰ καὶ τὴν πρόνοιαν ἀναπέπληκεν.3 ἡ μὲν γὰρ ἀρετὴ μικρολόγος ἐσχάτως φανεῖται καὶ ἀνόητος περὶ ταῦτα πραγματευομένη καὶ τούτων ἕνεκα πλεῖν εἰς Βόσπορον κελεύουσα καὶ κυβιστᾶν τὸν σοφόν, ὁ δὲ Ζεὺς γελοῖος εἰ Κτήσιος χαίρει καὶ Ἐπικάρπιος καὶ Χαριδότης προσαγορευόμενος, ὅτι δηλαδὴ χρυσᾶς ἀμίδας καὶ χρυσᾶ κράσπεδα χαρίζεται τοῖς φαύλοις, τοῖς δ’ ἀγαθοῖς ἄξια δραχμῆς, ὅταν πλούσιοι γένωνται κατὰ τὴν τοῦ Διὸς πρόνοιαν· ἔτι δὲ γελοιότερος ὁ Ἀπόλλων, εἰ περὶ χρυσῶν κρασπέδων καὶ ἀμίδων κάθηται θεμιστεύων καὶ περὶ προσκομμάτων ἀπολύσεως.

前人中有人曾说,发生在那个拥有变酸的酒、既不能当醋卖也不能当酒卖的人身上的事,同样发生在了芝诺身上;因为他的“优先选择之物”处于既非善亦非无分别之物的状态。但克律西波斯却把这件事变得更加难以处置。因为他时而声称,那些把财富、健康、免于痛苦和身体健全视若无物、不坚持追求这些事物的人是发了疯;时而又引用赫西俄德的诗句: “劳作吧,佩尔塞斯,高贵的后裔;”并大声说道,提出相反的劝告乃是疯癫之举,即: “不要劳作,佩尔塞斯,高贵的后裔。” 他在《论生活方式》中说,智者为了赚钱甚至会与君王结交,为了金钱而从事智者授课,从一些学生那里预收学费,与另一些学生订立协议;在《论恰当行为》第七卷中,他说智者甚至连翻三个跟头,在为此拿到一塔兰同后也会去做。然而在《论善》第一卷中,他却以如下措辞,在某种程度上向那些愿意将优先之物称为善、将其对立面称为恶的人让步并予以允许:“如果有人愿意根据此类差异,将其中一种称为善,另一种称为恶,只要他针对的是事物本身而不被其他歧路所误导,那么这是可行的;因为他在所指的事物上并没有出错,而在其他方面则契合了关于名称的习惯用法。”在这里他把优先之物与善拉得如此之近并融为一体,但在别处他又声称这些东西与我们全然无关,理性将我们从所有这类事物中拉开并转离;因为他在《劝勉篇》第一卷中正是这样写的。而在《论自然》第三卷中,他说某些人因统治和富有而受到祝贺,就像因使用金便壶和金流苏而受到祝贺一样;而对善人来说,丧失财产好比丢掉一个德拉克马,生病好比绊了一跤。 因此,他用这些矛盾不仅玷污了美德,而且玷污了神意。因为如果美德汲汲于这些琐事,并为了这些事命令智者扬帆前往博斯普鲁斯海峡或连翻跟头,美德就会显得极其琐碎和愚蠢;而宙斯若是喜欢被称为“财富之神”、“丰产之神”和“施恩之神”,也会显得荒谬可笑,因为这显然意味着宙斯赏赐给恶人金便壶和金流苏,却只给善人值一个德拉克马的东西,每当他们依宙斯的神意致富时;至于阿波罗,若端坐着为金流苏、金便壶以及避开磕绊而降下神谕,就显得更加荒唐可笑。

语法注3 条
  1. 29ἐν δὲ ταῖς Φυσικαῖς Θέσεσι περὶ τῶν ἐμπειρίας καὶ ἱστορίας δεομένων διακελευσάμενος τὴν ἡσυχίαν ἔχειν, ἂν μή τι κρεῖττον καὶ ἐναργέστερον ἔχωμεν λέγειν, ἵνα φησὶ μήτε Πλάτωνι παραπλησίως ὑπονοήσωμεν... δοκῶ δὴ

    句首的主格分词 διακελευσάμενος 在语义上指向克律西波斯,但在插入引用从句 ἵνα... φησὶ... 之后,主句转为以第一人称单数动词 δοκῶ δὴ 开头,形成了破格句(anacoluthon)。在解读时,应将分词短语理解为背景对比,而将全句的主干确立为 δοκῶ 及其所带的“对格+不定式”结构(τὸ ἐγκαλεῖν... εἶναι)。

  2. 30ἔστιν εἴ τις βούλεται ... οὐ διαπίπτοντος αὐτοῦ, τὰ δʼ ἄλλα στοχαζομένου

    ἔστιν 在此处作非人称用法,意为“这是可能的/被允许的”,统领条件从句 εἴ τις βούλεται。其后出现的独立属格分词 οὐ διαπίπτοντος αὐτοῦ 与 στοχαζομένου 的逻辑主语对应条件从句的主语 τις,说明允许这一说法的理由或伴随情况(“因为他在所指事物上并未出错,而在其他方面契合了……”)。

  3. 30Διὸ τῶν ἐναντιωμάτων τούτων οὐ μόνον τὴν ἀρετὴν ἀλλὰ καὶ τὴν πρόνοιαν ἀναπέπληκεν

    动词 ἀναπίμπλημι(意为“充满”、“污染”)支配表示内容的属格补足语 τῶν ἐναντιωμάτων τούτων(“用这些矛盾”),并以对格短语 οὐ μόνον τὴν ἀρετὴν ἀλλὰ καὶ τὴν πρόνοιαν(“不仅是美德,而且是神意”)作为直接宾语。句子主语承前指克律西波斯。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:29-30