- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:25-28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克指出克律西波斯的多处矛盾:他在不同篇章中一方面否定、另一方面又肯定幸灾乐祸的存在;一方面声称短暂的幸福与永恒的幸福同等值得追求,另一方面却断言瞬间的智慧一文不值;一方面主张诸美德必然相互伴随,另一方面又否认有德者始终表现勇敢;在修辞学上既要求注重仪容与文饰,又容许出现晦涩与语法错误。
τὴν ἐπιχαιρεκακίαν ὅπου μὲν ἀνύπαρκτον εἶναί φησιν ἐπεὶ τῶν μὲν ἀστείων οὐδεὶς ἐπʼ ἀλλοτρίοις κακοῖς χαίρει, τῶν δὲ φαύλων οὐδεὶς χαίρει τὸ παράπαν1 ἐν δὲ τῷ δευτέρῳ περὶ Ἀγαθοῦ τὸν φθόνον ἐξηγησάμενος ὅτι λύπη ἐστὶν ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, ὡς δήποτε, βουλομένων ταπεινοῦν τοὺς πλησίον, ὅπως ὑπερέχωσιν αὐτοί, συνάπτει τὰ τῆς ἐπιχαιρεκακίας· ταύτῃ δὲ συνεχὴς ἡ ἐπιχαιρεκακία γίγνεται,2 ταπεινοὺς βουλομένων εἶναι τοὺς πλησίον διὰ τὰς ὁμοίας αἰτίας, καθʼ ἑτέρας δὲ φυσικὰς φορὰς ἐκτρεπομένων, ὁ ἔλεος γίγνεται. δῆλος γάρ ἐστὶν ἐνταῦθα τὴν ἐπιχαιρεκακίαν ὑπαρκτὴν ὥσπερ τὸν φθόνον καὶ τὸν ἔλεον ἀπολιπών, ἣν ἐν ἑτέροις ἀνύπαρκτον εἶναί φησιν ὥσπερ τὴν μισοπονηρίαν καὶ τὴν αἰσχροκέρδειαν.
他在某些地方声称,幸灾乐祸是根本不存在的,因为有德之人无一会在他人的不幸中感到快乐,而卑劣之人根本无一会感到喜悦。然而在《论善》第二卷中,他把嫉妒解释为“因他人的好处而产生的痛苦,因为人们总希望贬抑邻人,以便自己高人一等”,随后便接续讨论幸灾乐祸:“与此相连,当人们出于相似的原因希望邻人受到贬抑时,幸灾乐祸便产生了;而当人们依循其他自然倾向发生偏转时,怜悯便产生了。”显然,他在这里把幸灾乐祸保留为一种实际存在的情感,恰如嫉妒与怜悯一样,但他却在别处声称它像嫉恶如仇和贪鄙牟利一样全然不存在。
ἐν πολλοῖς εἰρηκὼς ὅτι παρὰ τὸν πλείονα χρόνον3 οὐδὲν μᾶλλον εὐδαιμονοῦσιν ἀλλʼ ὁμοίως καὶ ἐπίσης τοῖς τὸν ἀμερῆ χρόνον εὐδαιμονίας μετασχοῦσιν ἐν πολλοῖς πάλιν εἴρηκεν ὡς οὐδʼ ἂν τὸν δάκτυλον καθήκοι προτεῖναι χάριν ἀμεριαίας φρονήσεως, καθάπερ ἀστραπῆς διερχομένης. ἀρκέσει δὲ παραθεῖναι τὰ ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὑπʼ αὐτοῦ γεγραμμένα περὶ τούτων· ὑπειπὼν γὰρ ὡς οὔτε πᾶν ἀγαθὸν ἐπίσης εἰς χαρὰν πίπτει οὔτε πᾶν κατόρθωμα εἰς σεμνολογίαν ἐπενήνοχε ταῦτα καὶ γάρ, εἰ μόνον μέλλοι ἀμερῆ χρόνον ἢ τὸν ἔσχατον ἕξειν φρόνησιν, οὐδʼ ἂν τὸν δάκτυλον καθήκοι ἐκτεῖναι ἕνεκα τῆς οὕτω παρεσομένης φρονήσεως, καίπερ παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονούντων οὐδὲ τῆς ἀιδίου εὐδαιμονίας αἱρετωτέρας γιγνομένης παρὰ τὴν ἀμεριαίαν. εἰ μὲν οὖν τὴν φρόνησιν ἡγεῖτο ποιητικὸν εἶναι τῆς εὐδαιμονίας ἀγαθὸν ὥσπερ ὁ Ἐπίκουρος, αὐτῆς ἔδει μόνον τῆς ἀτοπίας καὶ παραδοξολογίας ἐπιλαμβάνεσθαι τοῦ δόγματος· ἐπεὶ δʼ ἡ φρόνησις οὐχ ἕτερόν ἐστι τῆς εὐδαιμονίας κατʼ αὐτὸν ἀλλʼ εὐδαιμονία, πῶς οὐ μάχεται τὸ λέγειν ἐπίσης μὲν αἱρετὴν εἶναι τὴν ἀμεριαίαν εὐδαιμονίαν καὶ τὴν ἀίδιον, μηδενὸς δʼ ἀξίαν τὴν ἀμεριαίαν;
他又在许多地方声称,“人们绝不会因为时间更长而更加幸福,而是与那些在不可分的一瞬间分享了幸福的人同样且平等地享有幸福”,然而他又在许多地方声称,“为了那犹如闪电般一瞬即逝的智慧,甚至连伸出一根手指都是不相宜的”。只需援引他在《伦理探究》第六卷中就此所写的话便足够了;因为在预先指出了“并非所有善物都同样落入喜悦之中,亦非所有正当行为都落入言谈的自豪之中”之后,他补充了如下的话:“因为即使一个人只是将在不可分的瞬间或在生命终点拥有智慧,为了这般到来的智慧,甚至连伸出一根手指也是不相宜的,尽管人们绝不会因时间更长而更加幸福,永恒的幸福也不会比一瞬间的幸福更值得选择。”倘若他像伊壁鸠鲁那样,把智慧视为产生幸福的善,人们只需指责这种学说本身的荒谬和悖理;然而在他看来,智慧并非不同于幸福的事物,而是幸福本身,那么,说一瞬间的幸福与永恒的幸福同样值得选择,却又说一瞬间的幸福毫无价值,这怎能不是自相矛盾呢?
τὰς ἀρετάς φησιν ἀντακολουθεῖν ἀλλήλαις, οὐ μόνον τῷ τὸν μίαν ἔχοντα πάσας ἔχειν, ἀλλὰ καὶ τῷ τὸν κατὰ μίαν ὁτιοῦν ἐνεργοῦντα κατὰ πάσας ἐνεργεῖν οὔτε γὰρ ἄνδρα φησὶ τέλειον εἶναι τὸν μὴ πάσας ἔχοντα τὰς ἀρετάς οὔτε πρᾶξιν τελείαν, ἥτις οὐ κατὰ πάσας πράττεται τὰς ἀρετάς. ἀλλὰ μὴν ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὁ Χρύσιππος οὐκ ἀεί φησιν ἀνδρίζεσθαι τὸν ἀστεῖον οὐδὲ δειλαίνειν τὸν φαῦλον, ὡς δʼ ἐν φαντασίαις ἐπιφερομένων τινῶν, τὸν μὲν ἐμμένειν τοῖς κρίμασι τὸν δʼ ἀφίστασθαι. πιθανὸν δέ φησὶ μηδʼ ἀκολασταίνειν ἀεὶ τὸν φαῦλον εἴπερ οὖν τὸ ἀνδρίζεσθαι τοιοῦτόν ἐστιν4 οἷον ἀνδρείᾳ χρῆσθαι καὶ τὸ δειλαίνειν οἷον δειλίᾳ χρῆσθαι, μαχόμενα λέγουσι λέγοντες κατὰ πάσας μὲν ἅμα τὰς ἀρετὰς καὶ τὰς κακίας ἐνεργεῖν τὸν ἔχοντα, μὴ ἀεὶ δὲ τὸν ἀστεῖον ἀνδρίζεσθαι μηδὲ δειλαίνειν τὸν φαῦλον.
他还声称诸美德是相互伴随的,不仅在于拥有其一者便拥有全部,而且在于依循一种美德做任何事者皆是在依循所有美德行事;因为他说,不具备所有美德的人不是完全的人,不依循所有美德而做出的行为也不是完全的行为。然而,克律西波斯在《伦理探究》第六卷中却说,有德者并非总表现得勇敢,卑劣者也并非总表现得懦弱,而是在某些表象侵袭而来时,前者坚守其判断,后者则背弃判断。他说:“卑劣者也并非总是放荡不羁,这是近情合理的。”因此,如果表现勇敢等同于运用勇敢,表现懦弱等同于运用懦弱,那么他们一方面说拥有者同时依循所有美德和恶习行事,另一方面又说有德者并非总表现勇敢,卑劣者并非总表现懦弱,这所言显然是互相矛盾的。
τὴν ῥητορικὴν ὁρίζεται τέχνην, περὶ κόσμου καὶ εἰρημένου λόγου τάξιν· ἔτι δʼ ἐν τῷ πρώτῳ καὶ ταῦτα γέγραφεν οὐ μόνον δὲ τοῦ ἐλευθερίου καὶ ἀφελοῦς κόσμου δεῖν οἴομαι ἐπιστρέφεσθαι κἀπὶ τῶν λόγων ᾧ καὶ τῶν οἰκείων ὑποκρίσεων κατὰ τὰς ἐπιβαλλούσας τάσεις τῆς φωνῆς καὶ σχηματισμοὺς τοῦ τε προσώπου καὶ τῶν χειρῶν οὕτω δέ τις φιλότιμος ἐνταῦθα περὶ τὸν λόγον γενόμενος πάλιν ἐν τῷ αὐτῷ βιβλίῳ περὶ τῆς τῶν φωνηέντων συγκρούσεως ὑπειπών οὐ μόνον φησὶ ταῦτα παρετέον τοῦ βελτίονος ἐχομένους, ἀλλὰ καὶ ποιὰς ἀσαφείας καὶ ἐλλείψεις καὶ νὴ Δία σολοικισμούς, ἐφʼ οἷς ἄλλοι ἂν αἰσχυνθείησαν οὐκ ὀλίγοι τὸ δὴ ποτὲ μὲν ἄχρι χειρῶν καὶ στόματος εὐπρεπείας ἐπιχωρεῖν τοῖς λέγουσιν ἐν κόσμῳ τὸν λόγον διατίθεσθαι· ποτὲ δὲ μήτʼ ἐλλείψεων ἐπιστρέφεσθαι καὶ ἀσαφειῶν μήτε σολοικίζοντας αἰσχύνεσθαι τελέως ὅ τι ἂν ἐπίῃ λέγοντός ἐστιν.
他将修辞术定义为“关于文饰与言辞陈述秩序的技艺”;此外,在第一卷中他还写道:“我认为,不仅在言辞上应当注意那种高尚朴素的文饰,而且在依循恰当的声音张力以及面部和双手的造型而作的相应表演中,也应当如此注意。”然而,在此处对言论如此讲究之后,他又在同一卷书中关于元音冲突预先说道:“坚持更好者的人,”他说,“不仅应当略过这些元音冲突,而且对于某些晦涩、残缺,甚至凭宙斯起誓,连其他许多人都会为此感到羞愧的语法错误,也应当予以宽容。”时而允许演说者在言辞的修饰上精细到手和嘴的端庄得体,时而又对残缺与晦涩漠不关心,甚至连犯下语法错误也不知羞耻,这完全是一个想到什么就说什么的人的做派。
- 25τῶν δὲ φαύλων οὐδεὶς χαίρει τὸ παράπαν
在斯多亚学派的术语中,真正的“喜悦”(χαρά)是一种仅属于智者的良好情感状态(εὐπάθεια);卑劣者所体验到的只是作为激情(πάθος)的“快乐”(ἡδονή)。因此,“卑劣之人根本无一会感到喜悦”这一论断完全建立在斯多亚派特有的术语界定之上。
- 25ταύτῃ δὲ συνεχὴς ἡ ἐπιχαιρεκακία γίγνεται, ταπεινοὺς βουλομένων εἶναι τοὺς πλησίον διὰ τὰς ὁμοίας αἰτίας, καθʼ ἑτέρας δὲ φυσικὰς φορὰς ἐκτρεπομένων, ὁ ἔλεος γίγνεται.
分词 βουλομένων 与 ἐκτρεπομένων 各自构成独立属格结构以表述条件或情形:前者修饰前半分句(ἡ ἐπιχαιρεκακία γίγνεται,“当人们希望……时”),由 δέ 引出对比的后者(“而当人们偏转时”)则修饰后半主句 ὁ ἔλεος γίγνεται,引出与幸灾乐祸相对比的怜悯的产生。
- 26παρὰ τὸν πλείονα χρόνον
前置词 παρά 接宾格在此表示比较或差异的依据(“因更长的时间 / 较之更长的时间”)。它与后面的 οὐδὲν μᾶλλον(“绝不更加”)相呼应,构成了斯多亚派关于时间长短绝不增加幸福程度的著名悖论。
- 27τὸ δὴ ποτὲ μὲν ... ποτὲ δὲ ... τελέως ὅ τι ἂν ἐπίῃ λέγοντός ἐστιν.
整个句子的语法主语是由冠词 τὸ 统领的两个不定式结构(“时而允许……时而漠不关心……”),谓语则是所属/特征属格结构 τελέως ὅ τι ἂν ἐπίῃ λέγοντός ἐστιν(“完全属于想到什么就说什么的人的特征/行径”)。这种句式结构用于揭露前后矛盾的行为正是轻率发言者的典型做派。
