- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:23-24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节揭示了克律西波斯的自相矛盾:他为捍卫决定论而全盘否定无因冲动,却在审判裁决与小事选择中承认理智的无因倾斜;并在辩证术上尊崇古代哲学巨擘的权威,却在其核心学说上对他们极力驳难。
τοῦ κατηναγκάσθαι δοκοῦντος ὑπὸ τῶν ἔξωθεν αἰτιῶν ταῖς ὁρμαῖς ἀπόλυσιν πορίζειν,1 ἔνιοι τῶν φιλοσόφων ἐπελευστικήν τινα κίνησιν ἐν τῷ ἡγεμονικῷ κατασκευάζουσιν, ἐπὶ τῶν ἀπαραλλάκτων μάλιστα γιγνομένην ἔκδηλον· ὅταν γὰρ δυεῖν ἴσον δυναμένων καὶ ὁμοίως ἐχόντων θάτερον λαβεῖν ἀνάγκη, μηδεμιᾶς αἰτίας ἐπὶ θάτερον ἀγούσης τῷ μηδὲν τοῦ ἑτέρου διαφέρειν, ἡ ἐπελευστικὴ δύναμις αὕτη τῆς ψυχῆς ἐπίκλισιν ἐξ αὑτῆς λαβοῦσα διέκοψε τὴν ἀπορίαν. πρὸς τούτους ὁ Χρύσιππος ἀντιλέγων, ὡς βιαζομένους τῷ ἀναιτίῳ τὴν φύσιν, ἐν πολλοῖς παρατίθησι τὸν ἀστράγαλον καὶ τὸν ζυγὸν καὶ πολλὰ τῶν μὴ δυναμένων ἄλλοτʼ ἄλλας λαμβάνειν πτώσεις καὶ ῥοπὰς ἄνευ τινὸς αἰτίας καὶ διαφορᾶς ἢ περὶ αὐτὰ πάντως ἢ περὶ τὰ ἔξωθεν γιγνομένης· τὸ γὰρ ἀναίτιον ὅλως ἀνύπαρκτον εἶναι καὶ τὸ αὐτόματον ἐν δὲ ταῖς πλαττομέναις ὑπʼ ἐνίων καὶ λεγομέναις ταύταις ἐπελεύσεσιν αἰτίας ἀδήλους ὑποτρέχειν καὶ λανθάνειν ἡμᾶς ἐπὶ θάτερα τὴν ὁρμὴν ἀγούσας. ταῦτα μὲν οὖν ἐν τοῖς γνωριμωτάτοις ἐστὶ τῶν ὑπʼ αὐτοῦ πολλάκις εἰρημένων. ἃ δὲ τούτοις πάλιν αὐτὸς ἐξ ἐναντίας εἴρηκεν, οὐχ ὁμοίως οὕτως ἐν μέσῳ κείμενα, διʼ αὐτῶν παραθήσομαι τῶν ἐκείνου λέξεων. ἐν μὲν γὰρ τῷ περὶ τοῦ Δικάζειν ὑποθέμενος δύο δρομεῖς ὁμοῦ συνεκπίπτειν ἀλλήλοις διαπορεῖ τί τῷ βραβευτῇ καθήκει ποιῆσαι· πότερον φησίν ἔξεστι τὸν βραβευτὴν τὸν φοίνικα ὁποτέρῳ βούλεται, ἀποδοῦναι; κἂν τύχωσιν αὐτῷ συνηθέστεροι ὄντες, ὡς ἂν ἐνταῦθα τῶν αὑτοῦ τι χαρισάμενον;2 τρόπον τινὰ μᾶλλον, ὡς κοινοῦ τοῦ φοίνικος γεγονότος ἀμφοτέρων, οἱονεί τινος κλήρου γινομένου ἀδήλως, κατὰ τὴν ἐπίκλισιν, ὡς ἔτυχε, δοῦναι αὐτόν; λέγω δʼ ἣν ἔτυχεν ἐπίκλισιν, οἵα γίνεται, ὅταν δυεῖν προκειμένων δραχμῶν ὁμοίων κατὰ τὰ λοιπὰ ἐπὶ τὴν ἑτέραν ἐπικλίναντες λαμβάνωμεν αὐτήν. ἐν δὲ τῷ ἕκτῳ περὶ Καθήκοντος εἶναί τινα φήσας πράγματα μὴ πάνυ πολλῆς ἄξια ὄντα πραγματείας μηδὲ προσοχῆς ἀφιέναι περὶ ταῦτα τῇ ὡς ἔτυχεν ἐπικλίσει τῆς διανοίας οἴεται δεῖν τὴν αἵρεσιν ἀποκληρώσαντας· οἷον φησὶν εἰ τῶν δοκιμαζόντων τάσδε τινὰς δραχμὰς δύο ἐπὶ τοσόνδε οἱ μὲν τήνδε οἱ δὲ τήνδε φαῖεν εἶναι καλήν, δέοι δὲ μίαν αὐτῶν λαβεῖν· τηνικαῦτʼ ἀφέντες τὸ ἐπὶ πλεῖον ἐπιζητεῖν, ἣν ἔτυχε ληψόμεθα, κατʼ ἄδηλόν τινʼ ἀποκληρώσαντες αὐτὰς λόγον, καὶ εἰ μάλιστα τὴν μοχθηρὰν ληψόμεθα αὐτῶν. ἐν τούτοις γὰρ ἀποκλήρωσις καὶ τὸ ὡς ἔτυχεν ἐπικλῖνον τῆς διανοίας, ἄνευ πάσης αἰτίας εἰσάγει τῶν ἀδιαφόρων λῆψιν.
为了使冲动从被认为受到外在原因必然迫使的境地中解脱出来,某些哲学家在统御部分中构想出一种偶发运动,这种运动在无甚差异的事物上表现得尤为明显。因为每当必须在具有同等效力和同样状态的两件事物中选取其一,而由于二者毫无差别因而没有任何原因导向其中之一时,灵魂的这种偶发能力便由自身产生一种倾斜,打破僵局。克律西波斯反对他们,认为他们以无因之物粗暴对待自然,并在许多论述中列举骰子、天平以及许多若非自身全然发生某种原因与差异、抑或外在事物发生变化,就无法在不同时刻呈现不同落点和倾斜的事物。因为无因之物和偶发之事实在全然不存在,在某些人所捏造和言称的这些偶发运动中,潜藏着未被觉察的原因,它们在我们不知不觉中将冲动导向其中一端。 这些诚然是他屡次谈及的最广为人知的论点。然而他自己反过来所说的与此相悖的话,并不像这些一样公开摆在明处,我将通过他本人的原话将其展示出来。事实上,在《论审判》中,他假定两位跑者同时并肩冲线,并探讨裁判应当如何做: “裁判是否可以,”他说,“将棕榈枝授予他所愿的任何一方?即便他们正巧与他更熟识,〔是否可以〕像在此赏赐属于他自己的某种东西一样〔授予〕?抑或更应当在某种程度上,既然棕榈枝已成为两人共有之物,如同某种看不见的抽签发生一样,按照凭机缘的倾斜将其授予?我所说的凭机缘的倾斜,是指当眼前摆放着在其余方面皆相同的两枚德拉克马银币时,我们倾斜向其中一枚并将其拿取时所发生的那种情形。” 又在《论责任》第六卷中,他说: “有些事情并不值得付出过多操劳与关注,”他认为在这些事情上,应当把选择交托给理智随意发生的倾斜,将其诉诸抽签: “例如,”他说,“如果在鉴定这两枚德拉克马银币达到这种地步的人当中,一些人说这枚好,另一些人说那枚好,而必须拿取其中一枚;那时我们应当放弃进一步深究,按照某种不可见的道理将它们抽签决定,哪怕极可能拿到其中劣质的那一枚,也随遇拿取一枚。” 因为在这些情形中,抽签以及理智随意发生的倾斜,引出了在毫无任何原因之下的无差别之物的获取。
ἐν τῷ τρίτῳ περὶ τῆς Διαλεκτικῆς ὑπειπὼν ὅτι Πλάτων ἐσπούδασε περὶ τὴν διαλεκτικὴν καὶ Ἀριστοτέλης καὶ ἀπὸ τούτων οἱ ἄχρι Πολέμωνος καὶ Στράτωνος μάλιστα δὲ Σωκράτης καὶ ἐπιφωνήσας ὅτι καὶ συνεξαμαρτάνειν ἄν τις ἐθελήσειε τούτοις τοσούτοις καὶ τοιούτοις οὖσιν ἐπιφέρει κατὰ λέξιν εἰ μὲν γὰρ ἐκ παρέργου περὶ αὐτῶν εἰρήκεσαν, τάχʼ ἄν τις διέσυρε τὸν τόπον τοῦτον· οὕτω δʼ αὐτῶν ἐπιμελῶς εἰρηκότων ὡς ἐν ταῖς μεγίσταις δυνάμεσι καὶ ἀναγκαιοτάταις αὐτῆς οὔσης, οὐ πιθανὸν ἐπὶ τοσοῦτον διαμαρτάνειν αὐτοὺς ἐν τοῖς ὅλοις ὄντας οἵους ὑπονοοῦμεν3 τί οὖν σύ, φήσαι τις ἄν, αὐτὸς ἀνδράσι τοιούτοις καὶ τοσούτοις οὐδέποτε παύσῃ μαχόμενος οὐδʼ ἐλέγχων, ὡς νομίζεις ἐν τοῖς κυριωτάτοις καὶ μεγίστοις διαμαρτάνοντας; οὐ γὰρ δήπου περὶ μὲν διαλεκτικῆς ἐσπουδασμένως ἔγραψαν, περὶ δʼ ἀρχῆς καὶ τέλους καὶ θεῶν καὶ δικαιοσύνης ἐκ παρέργου καὶ παίζοντες, ἐν οἷς τυφλὸν αὐτῶν ἀποκαλεῖς τὸν λόγον καὶ μαχόμενον αὑτῷ καὶ μυρίας ἄλλας ἁμαρτίας ἔχοντα.
再者,在《论辩证术》第三卷中,他先指出: “柏拉图专心于辩证术,亚里士多德也是,从他们一直到波勒蒙和斯特拉托的学者们皆是如此,尤其是苏格拉底,”随后惊叹道: “人们甚至会甘愿与如此众多且如此伟大的人物共同犯错,”接着原原本本地补充道: “因为假若他们关于这些事情只是顺带提及,或许有人会贬低这个论题;但既然他们谈论得如此审慎认真,仿佛辩证术属于最伟大且最不可或缺的能力,那么整体上正如我们所料想的那样卓越的人物,会犯下如此巨大的错误是令人难以置信的。” 那么有人会问:“你为何自己从不止息与如此卓越且众多的伟人争辩与驳斥,认为他们在最关键和最重大的事情上犯了错?难道他们关于辩证术是严肃著述,关于本原、目的、神灵以及正义倒是顺带且儿戏般地撰写不成?在这些问题上,你可是把他们的论理斥为盲目的、自相矛盾的,并且带有无数其他错误的。”
- 23τοῦ κατηναγκάσθαι δοκοῦντος ὑπὸ τῶν ἔξωθεν αἰτιῶν ταῖς ὁρμαῖς ἀπόλυσιν πορίζειν
句首的属格冠词 τοῦ 使分词 δοκοῦντος(带完成时被动不定式 κατηναγκάσθαι 作补语)名词化,而不定式 πορίζειν 单独表示目的。ταῖς ὁρμαῖς 作间接宾语(与格),ἀπόλυσιν 作直接宾语(宾格)。τοῦ κατηναγκάσθαι δοκοῦντος(中性单数属格)充当依附于 ἀπόλυσιν 的分离属格,因倒装(hyperbaton)被置于句首。
- 23ὡς ἂν ἐνταῦθα τῶν αὑτοῦ τι χαρισάμενον
χαρισάμενον 为宾格分词,与不定式的主语 τὸν βραβευτήν 保持性数格一致。ὡς ἄν 引导假设性或推测性的情态从属短语(“仿佛恩赐属于他自己的东西一般”),修饰授奖行为。
- 24ἐν τοῖς ὅλοις ὄντας οἵους ὑπονοοῦμεν
ὄντας 是与不定式 διαμαρτάνειν 的主语 αὐτούς 一致的伴随分词。介词短语 ἐν τοῖς ὅλοις 作状语(意为“总的来说”、“大体上”),关系代词 οἵους 作表语补足语,意为“总体而言作为我们所设想的那样的人物”。
