← 普鲁塔克

论斯多葛派的自相矛盾

§21-22

关于禁绝享乐与禽鸟之美的矛盾

作者揭露了克律西波斯在《论理想国》、《论自然》与《劝勉篇》之间的诸多矛盾。他指出了在严禁享乐的同时赞扬第欧根尼的丑行、在肯定为美而造的禽鸟的同时禁止饲养它们、以及在援引动物行为作为行为准则上的前后不一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

ἐν δὲ τῷ περὶ Πολιτείας οὐδὲν ἡδονῆς ἕνεκα πράξειν οὐδὲ παρασκευάσεσθαί φησι τοὺς πολίτας· καὶ τὸν Εὐριπίδην ἐπαινεῖ ταῦτα προφερόμενος "ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνων, Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου;" εἶτα μικρὸν ἀπὸ τούτων προελθὼν ἐπαινεῖ τὸν Διογένη τὸ αἰδοῖον ἀποτριβόμενον ἐν φανερῷ καὶ λέγοντα πρὸς τοὺς παρόντας εἴθε καὶ τὸν λιμὸν οὕτως ἀποτρίψασθαι τῆς γαστρὸς ἠδυνάμην τίνʼ οὖν ἔχει λόγον ἐν τοῖς αὐτοῖς ἐπαινεῖν τὸν ἐκβάλλοντα τὴν ἡδονὴν ἅμα καὶ τὸν ἡδονῆς ἕνεκα τοιαῦτα πράττοντα καὶ τοιαύτης ἁπτόμενον αἰσχρουργίας; γράψας τοίνυν ἐν τοῖς περὶ Φύσεως ὅτι πολλὰ τῶν ζῴων ἕνεκα κάλλους ἡ φύσις ἐνήνοχε, φιλοκαλοῦσα καὶ χαίρουσα τῇ ποικιλίᾳ καὶ λόγον ἐπειπὼν παραλογώτατον ὡς ὁ ταὼς ἕνεκα τῆς οὐρᾶς γέγονε διὰ τὸ κάλλος αὐτῆς, αὖθις ἐν τῷ περὶ Πολιτείας νεανικῶς ἐπιτετίμηκε τοῖς ταὼς τρέφουσι καὶ ἀηδόνας, ὥσπερ ἀντινομοθετῶν τῷ τοῦ κόσμου νομοθέτῃ καὶ τῆς φύσεως καταγελῶν φιλοκαλούσης περὶ τὰ τοιαῦτα τῶν ζῴων, οἷς ὁ σοφὸς ἐν τῇ πόλει τόπον οὐ δίδωσι. πῶς γὰρ οὐκ ἄτοπον ἐγκαλεῖν τοῖς τρέφουσιν ἃ γεννῶσαν ἐπαινεῖ τὴν πρόνοιαν; ἐν μὲν οὖν τῷ πέμπτῳ περὶ Φύσεως εἰπὼν ὅτι οἱ κόρεις εὐχρήστως ἐξυπνίζουσιν ἡμᾶς καὶ οἱ μύες ἐπιστρέφουσιν ἡμᾶς μὴ ἀμελῶς ἕκαστα τιθέναι, φιλοκαλεῖν δὲ τὴν φύσιν τῇ ποικιλίᾳ χαίρουσαν εἰκός ἐστι, ταῦτα κατὰ λέξιν εἴρηκε γένοιτο δʼ ἂν μάλιστα τούτου ἔμφασις ἐπὶ τῆς κέρκου τοῦ ταὼ ἐνταῦθα γὰρ ἐπιφαίνει τὸ ζῷον γεγονέναι ἕνεκα τῆς κέρκου καὶ οὐκ ἀνάπαλιν, τῷ δʼ ἄρρενι γινομένῳ οὕτως ἡ θήλεια γοῦν ἠκολούθηκεν.1 ἐν δὲ τῷ περὶ Πολιτείας εἰπὼν ὅτι ἐγγύς ἐσμεν τοῦ καὶ τοὺς κοπρῶνας ζῳγραφεῖν μετʼ ὀλίγον τὰ γεωργικά φησι καλλωπίζειν τινὰς ἀναδενδράσι καὶ μυρρίναις, καὶ ταὼς καὶ περιστερὰς τρέφουσι καὶ πέρδικας ἵνα κακκαβίζωσιν αὐτοῖς καὶ ἀηδόνας. ἡδέως δʼ ἂν αὐτοῦ πυθοίμην, τί φρονεῖ περὶ μελιττῶν καὶ μέλιτος· ἦν μὲν γὰρ ἀκόλουθον τῷ τοὺς κόρεις εὐχρήστως τὸ τὰς μελίττας ἀχρήστως; φάναι γεγονέναι2 εἰ δὲ ταύταις τόπον ἐν τῇ πόλει δίδωσι, διὰ τί τῶν πρὸς ἀκοὴν καὶ ὄψιν ἐπιτερπῶν ἀπείργει τοὺς πολίτας; καθόλου δʼ ὥσπερ ὁ τοὺς συνδείπνους μεμφόμενος ὅτι χρῶνται τραγήμασι καὶ οἴνῳ καὶ ὄψοις, τὸν δʼ ἐπὶ ταῦτα κεκληκότα καὶ ταῦτα παρεσκευασμένον ἐπαινῶν ἄτοπός ἐστιν οὕτως ὁ τὴν μὲν πρόνοιαν ἐγκωμιάζων ἰχθῦς καὶ ὄρνιθας καὶ μέλι καὶ οἶνον παρασκευάσασαν, ἐγκαλῶν δὲ τοῖς μὴ παραπέμπουσι ταῦτα μηδʼ ἀρκουμένοις "Δήμητρος ἀκτῇ πώμασὶν θʼ ὑδρηχόοις, ἅπερ πάρεστι καὶ πέφυχ̓ ἡμᾶς τρέφειν" οὐδένα ποιεῖσθαι λόγον ἔοικε τοῦ τἀναντία λέγειν ἑαυτῷ.

然而在《论理想国》中,他说公民们绝不会为了快乐去做任何事,也不会为了快乐筹备任何物;他引证欧里庇得斯的诗句并加以赞扬: “凡人除了仅有的两样东西之外,还需要什么呢, 德墨忒尔的谷物与倾注之水?” 随后从这些话向前推进不远,他又赞扬第欧根尼在众人面前摩擦私处,并对身旁的人说: “但愿我也能这样把饥饿从肚子里摩擦掉!” 那么,在同一部著作中,既称赞排斥快乐的人,又同时称赞为了快乐做出这等事、染指如此丑行的人,究竟有何道理?此外,他在《论自然》诸卷中写道,自然因喜好美好事物并以多样性为乐,故而为了美丽产生了许多动物,并提出了一个最荒唐的论点,即: “孔雀是为了尾巴而生的,因其美丽之故”,可随后在《论理想国》中,他又血气方刚地痛斥那些饲养孔雀和夜莺的人,仿佛在与宇宙的立法者唱对台戏,嘲笑在这些动物上展现爱美之心的自然——而贤者在城邦中并不给这些动物留任何位置。既然赞扬摄理创造了这些造物,却又谴责饲养它们的人,这怎能不荒谬呢?事实上,他在《论自然》第五卷中说道: “臭虫有用地唤醒我们,老鼠提醒我们不要疏忽大意地乱放物品,而以多样性为乐的自然喜好美好事物也是理所当然的”,并原原本本地说了以下的话: “而对此最显著的明证,大概会表现在孔雀的尾巴上;因为在这里显然是动物为了尾巴而生成,而不是反过来;既然雄性生成为这样,雌性至少也随着生成为这样了。”但在《论理想国》中,他说: “我们甚至快要给茅坑绘制壁画了”,稍后他又说有些人用棚架藤蔓和香桃木装点农庄,饲养孔雀、鸽子、为了给自己鸣叫而养的石鸡以及夜莺。 我很乐意问问他,关于蜜蜂和蜂蜜他是怎么想的。因为既然臭虫是有用的,顺理成章的推论岂不是要说蜜蜂生成得毫无用处?如果他允许蜜蜂在城邦中占有一席之地,为何又要禁止公民享受悦耳悦目之物?总的来说,正如同席用餐的人如果责怪同伴享用茶点果品、美酒和佳肴,却称赞邀请他们享用这些并备办了这些的主人,是极其荒谬的一样,同样,一个人一边颂扬备办了鱼、鸟、蜂蜜和酒的摄理,一边又指责那些没有弃绝这些物、没有满足于 “就在眼前且天然滋养我们的 德墨忒尔的谷物与倾注之水” 的人,显然是全然不顾自己的前后自相矛盾。

§22

καὶ μὴν ἐν τῷ τῶν Προτρεπτικῶν εἰπὼν ὅτι καὶ τὸ μητράσιν ἢ ἀδελφαῖς ἢ θυγατράσιν συγγενέσθαι καὶ τὸ φαγεῖν τι καὶ προελθεῖν ἀπὸ λεχοῦς ἢ θανάτου πρὸς ἱερὸν ἀλόγως διαβέβληται· καὶ πρὸς τὰ θηρία φησὶ δεῖν ἀποβλέπειν καὶ τοῖς ὑπʼ ἐκείνων γιγνομένοις τεκμαίρεσθαι τὸ μηδὲν ἄτοπον μηδὲ παρὰ φύσιν εἶναι τῶν τοιούτων· εὐκαίρως γὰρ πρὸς ταῦτα γίγνεσθαι τὰς τῶν ἄλλων ζῴων παραθέσεις εἰς τὸ μήτε συγγιγνόμενα μήτε γεννῶντα μήτʼ ἐναποθνήσκοντα ἐν τοῖς ἱεροῖς μιαίνειν τὸ θεῖον. ἐν δὲ τῷ πέμπτῳ πάλιν περὶ Φύσεως λέγει καλῶς μὲν ἀπαγορεύειν τὸν Ἡσίοδον εἰς ποταμοὺς καὶ κρήνας οὐρεῖν· ἔτι δὲ μᾶλλον ἀφεκτέον εἶναι τοῦ πρὸς βωμὸν οὐρεῖν ἢ ἀφίδρυμα θεοῦ· μὴ γὰρ εἶναι πρὸς λόγον, εἰ κύνες καὶ ὄνοι τοῦτο ποιοῦσι3 καὶ παιδάρια νήπια, μηδεμίαν ἐπιστροφὴν μηδʼ ἐπιλογισμὸν ἔχοντα περὶ τῶν τοιούτων. ἄτοπον μὲν οὖν τὸ ἐκεῖ μὲν εὔκαιρον εἰπεῖν τὴν τῶν ἀλόγων ζῴων ἀποθεώρησιν, ἐνταῦθα δʼ ἀπὸ λόγου.

更有甚者,在《劝勉篇》中他说: 与母亲、姐妹或女儿交合,以及食用某些特定食物,或者刚经历产褥与死亡就步入圣所,都是毫无道理地遭到毁谤的;他说:“应当向野兽看齐,并从野兽所行之事来断定此类事情绝非荒唐、亦非违反自然;因为在这些事情上适时借助于其他动物的对比,是为了表明〔动物〕无论是在圣所内交合、生育还是死于其中,都不会亵渎神明。” 但在《论自然》第五卷中他又说: 赫西俄德禁止对着河流与泉水小便,说得很好;而对着祭坛或神像小便更是应当竭力戒绝;因为即便犬、驴以及吃奶的婴孩做出这种举动,也并不合乎道理,它们对这类事情毫无顾忌与思虑。 因此,在前者说借助于无理性动物的观察是适时的,在此处却说是违背理性的,这实在是荒谬之极。

语法注3 条
  1. 21τῷ δʼ ἄρρενι γινομένῳ οὕτως ἡ θήλεια γοῦν ἠκολούθηκεν

    与格短语 τῷ ἄρρενι γινομένῳ 直接受支配与格动词 ἠκολούθηκεν 的支配,意为“雌性追随了(顺应了)如此生成的雄性”。小词 γοῦν 带有限定或确证语气(“至少”)。

  2. 21ἦν μὲν γὰρ ἀκόλουθον τῷ τοὺς κόρεις εὐχρήστως τὸ τὰς μελίττας ἀχρήστως; φάναι γεγονέναι

    在 ἦν ἀκόλουθον(“本是理所当然的推论/结果”)结构中,与格短语 τῷ [εἶναι] τοὺς κόρεις εὐχρήστως(“臭虫有用”)与作主语的带冠词不定词短语 τὸ ... φάναι γεγονέναι(“断言蜜蜂无用而生”)相对立,构成了指出对方逻辑荒谬的归谬法表述。

  3. 22μὴ γὰρ εἶναι πρὸς λόγον, εἰ κύνες καὶ ὄνοι τοῦτο ποιοῦσι

    在由前文 λέγει 引领的间接引语中,不定词 μὴ εἶναι 搭配短语 πρὸς λόγον 表示“不合乎理性/不合情理”。随后的条件从句 εἰ κύνες... 表示被驳斥的情况(“即便狗和驴这样做,也并不合乎道理”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:21-22