← 普鲁塔克

论斯多葛派的自相矛盾

§20

关于贤者清闲退隐与谋利生活的矛盾

普鲁塔克严厉批评了克律西波斯的自相矛盾:他一方面极力赞美贤者退隐自守、清闲自足的生活,另一方面却主张贤者为谋利去侍奉君王、甚至充当锱铢必较地索取学费的智者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

μία σύνταξις ἡ περὶ Βίων τέτταρα βιβλία· τούτων ἐν τῷ τετάρτῳ λέγει τὸν σοφὸν ἀπράγμονὰ τʼ εἶναι καὶ ὀλιγοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν ἔστι δʼ ἡ λέξις αὕτη οἶμαι γὰρ ἔγωγε τὸν φρόνιμον καὶ ἀπράγμονα εἶναι καὶ ὀλιγοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν ὁμοίως τῆς τʼ αὐτοπραγίας καὶ τῆς ὀλιγοπραγμοσύνης ἀστείων ὄντων.1 τὰ δʼ ὅμοια σχεδὸν ἐν τῷ περὶ τῶν Διʼ αὑτὰ αἱρετῶν εἴρηκε ταύταις ταῖς λέξεσι τῷ γὰρ ὄντι φαίνεται ὁ κατὰ τὴν ἡσυχίαν βίος ἀκίνδυνόν τι καὶ ἀσφαλὲς ἔχειν, οὐ πάνυ τῶν πολλῶν δυναμένων τοῦτο συνιδεῖν. ὅτι μὲν οὖν τῷ Ἐπικούρῳ τὴν πρόνοιαν ἀναιροῦντι διὰ τῆς ἀπραγμοσύνης τῆς περὶ τὸν θεὸν οὐκ ἀπᾴδει, δῆλόν ἐστιν ἀλλʼ αὐτὸς ὁ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Βίων βασιλείαν τε τὸν σοφὸν ἑκουσίως ἀναδέχεσθαι λέγει, χρηματιζόμενον ἀπʼ αὐτῆς· κἂν αὐτὸς βασιλεύειν μὴ δύνηται, συμβιώσεται βασιλεῖ καὶ στρατεύσεται μετὰ βασιλέως, οἷος ἦν Ἰδάνθυρσος ὁ Σκύθης ἢ Λεύκων ὁ Ποντικός. παραθήσομαι δὲ καὶ ταύτην αὐτοῦ τὴν διάλεκτον, ὅπως εἰδῶμεν εἰ, καθάπερ ἐκ νήτης καὶ ὑπάτης γίγνεταί τι σύμφωνον, οὕτως ὁμολογεῖ βίος ἀνδρὸς καὶ ἀπραγμοσύνην αἱρουμένου καὶ ὀλιγοπραγμοσύνην, εἶτα συνιππαζομένου Σκύθαις καὶ τὰ τῶν ἐν Βοσπόρῳ τυράννων πράττοντος ἐξ οἱασδήτινος ἀνάγκης· ὅτι γάρ φησὶ καὶ στρατεύσεται μετὰ δυναστῶν καὶ βιώσεται, πάλιν ἐπισκεψώμεθα τούτων ἐχόμενοι, τινῶν μὲν οὐδὲ ταῦτʼ ὑπονοούντων διὰ τοὺς ὁμοίους ὑπολογισμούς, ἡμῶν δὲ καὶ ταῦτʼ ἀπολειπόντων διὰ τοὺς παραπλησίους λόγους. καὶ μετὰ μικρὸν οὐ μόνον δὲ μετὰ τῶν προκεκοφότων ἐπὶ ποσὸν καὶ ἐν ἀγωγαῖς καὶ ἐν ἔθεσι ποιοῖς γεγονότων, οἷον παρὰ Λεύκωνι καὶ Ἰδανθύρσῳ. Καλλισθένει τινὲς ἐγκαλοῦσιν, ὅτι πρὸς Ἀλέξανδρον ἔπλευσεν ἐλπίζων ἀναστήσειν Ὄλυνθον, ὡς Στάγειρα Ἀριστοτέλης· Ἔφορον δὲ καὶ Ξενοκράτην καὶ Μενέδημον ἐπαινοῦσι παραιτησαμένους τὸν Ἀλέξανδρον ὁ δὲ Χρύσιππος ἕνεκα χρηματισμοῦ τὸν σοφὸν ἐπὶ κεφαλὴν ἐς Παντικάπαιον ὠθεῖ καὶ τὴν Σκυθῶν ἐρημίαν. ὅτι γὰρ ἐργασίας ἕνεκα καὶ χρηματισμοῦ ταῦτα ποιεῖ, καὶ προδεδήλωκε τρεῖς ὑποθέμενος ἁρμόζοντας μάλιστα τῷ σοφῷ χρηματισμούς, τὸν ἀπὸ βασιλείας καὶ τὸν ἀπὸ φίλων καὶ τρίτον ἐπὶ τούτοις τὸν ἀπὸ σοφιστείας. καίτοι πολλαχοῦ μὲν ἀποκναίει ταῦτʼ ἐπαινῶν "ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνων, Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου;" ἐν δὲ τοῖς περὶ Φύσεως λέγει τὸν σοφόν, εἰ τὴν μεγίστην οὐσίαν ἀποβάλοι, δραχμὴν μίαν ἐκβεβληκέναι δόξειν. οὕτω δʼ αὐτὸν ἄρας ἐκεῖ καὶ ὀγκώσας ἐνταῦθα πάλιν εἰς μισθαρνίαν καταβάλλει καὶ σοφιστείαν καὶ γὰρ αἰτήσειν καὶ προλήψεσθαι τὸ μὲν εὐθὺς ἀρχομένου, τὸ δὲ χρόνου τῷ μαθητῇ διελθόντος, ὅπερ εὐγνωμονέστερον εἶναί φησιν, ἀσφαλέστερον δὲ τὸ προλαμβάνειν, ὡς ἀδικήματα τοῦ τόπου ἐπιδεχομένου. λέγει δʼ οὕτως εἰσπράττονται δὲ τὸν μισθὸν οὐ πάντες οἱ νοῦν ἔχοντες ὡσαύτως· ἀλλʼ ἄλλως πλῆθος,ὡς ἂν ὁ καιρὸς φέρῃ, οὐκ ἐπαγγελλόμενοι ποιήσειν ἀγαθούς, καὶ ταῦτʼ ἐν ἐνιαυτῷ ὅσα δὲ πρὸς ἑαυτούς, ταῦτα ποιήσειν πρὸς τὸν συμφωνηθέντα χρόνον καὶ πάλιν προελθών τὸν τε καιρὸν εἴσεται, πότερον εὐθὺς δεῖ τὸν μισθὸν λαμβάνειν ἅμα τῇ προσόδῳ καθάπερ πλείους πεποιήκασιν, ἢ καὶ χρόνον αὐτοῖς διδόναι, τοῦ τόπου τούτου μᾶλλον καὶ ἀδικήματα ἐπιδεχομένου,2 δόξαντος δʼ ἂν εἶναι εὐγνωμονεστέρου. καὶ πῶς ἂν εἴη χρημάτων καταφρονητὴς ὁ σοφός, ὑπὸ συγγραφὴν ἐπʼ ἀργυρίῳ τὴν ἀρετὴν παραδιδούς, κἂν μὴ παραδῷ τὸ μισθάριον εἰσπράττων, ὡς πεποιηκὼς τὰ παρʼ αὑτόν;3 ἢ βλάβης κρείττων, φυλαττόμενος μὴ ἀδικηθῇ περὶ τὸ μισθάριον; ἀδικεῖται γὰρ οὐδεὶς μὴ βλαπτόμενος· ὅθεν μὴ ἀδικεῖσθαι τὸν σοφὸν ἐν ἄλλοις ἀποφηνάμενος ἐνταῦθά φησιν ἀδίκημά τι τὸν τόπον ἐπιδέχεσθαι.

《论生活方式》是一部四卷本的著作;在第四卷中,他说贤者是清闲的、寡事的,且专心于自己的本分。原文如下: “因为我个人认为,明智之士既是清闲的、也是寡事的,并且专心于自己的本分,因为自修其事与清心寡事同样是高尚优美的。” 而在《论因自身而被选择之物》中,他也用以下文字表达了大致相同的意思: “因为事实上,静修的生活似乎带有一种安稳与无险,尽管大众全然不能洞见这一点。” 因此,这与通过归诸神明的无为来废除摄理的伊壁鸠鲁并不相悖,显而易见。然而克律西波斯本人在《论生活方式》第一卷中,却说贤者欣然接受王位,从中谋利;如果自己不能为王,他也会与国王共同生活并随王出征,例如斯基泰人伊丹提尔索斯或本都的留孔那样的国王。 我也要把他的这番话引用出来,以便让我们看看,是否就像从最高音弦与最低音弦中产生某种和谐一样,一个既选择清闲寡事、随后又由于某种必要与斯基泰人策马同行并参与博斯普鲁斯僭主政务的人,他的生活能够这般协调一致: “因为,”他说,“关于他既要与掌权者一同出征,也要与他们共同生活,让我们顺着这些问题再次考察,因为有些人出于类似的考量甚至从未料想及此,而我们通过相近的论据也容许了这些事。” 稍后他又说: “而且不仅是与那些有相当程度的长进、且在某种教养和习俗中成长的人在一起,例如在留孔和伊丹提尔索斯那里。” 有人责备卡利斯提尼,因为他乘船前往亚历山大那里,期望能像亚里士多德重建斯塔吉拉那样重建奥林索斯;而人们赞赏埃福洛斯、色诺克拉底和墨涅德谟回绝了亚历山大。但克律西波斯为了谋利,竟然将贤者一头推进了潘提卡派翁和斯基泰人的荒原之中。因为他为了谋利和营生而做这些事,此前已经表明得很清楚了,他提出了三种最适合贤者的谋利方式:其一来自王权,其二来自朋友,在这二者之外第三则是来自智者传授(授徒收费)。 然而,他却在许多地方称赞以下诗句,令人厌倦: “凡人除了仅有的两样东西之外,还需要什么呢, 德墨忒尔的谷物与倾注之水?” 在《论自然》诸卷中他又说,贤者即使丧失了极巨的财产,也只会认为自己不过是扔掉了一枚德拉克马。 他在那里将贤者抬举得如此崇高夸大,在此处却又将其贬低至打工索薪与充当智者的境地;因为他说贤者会索要学费并预先收取,一种是在学生刚开始时立刻进行,另一种是在弟子过了一段时间后进行——他说后者更体谅宽厚,但预先收取更稳妥,因为这一领域易招致欺诈之害。他这样说道: “有理智的人收取学费并非全都采取同样的方式;而是随着时机而定,对大众以不同的方式收取,既不承诺将他们培养成贤良之士,更不保证在一年之内办到;而只在他们自己力所能及的范围内,在约定的时间内做到这些。” 接着他又说: “他也将懂得恰当的时机,究竟应当像大多数人所做的那样在入学时立刻收取学费,还是给他们宽限时间,尽管这种做法更容易招致侵害,但似乎显得更为宽厚。” 那么,如果贤者按照合同为了银钱传授美德,即便未能传授也以尽了自己本分为由收取微薄的酬金,他又怎能是轻视钱财之人呢?或者,当贤者提防着不让那点微薄酬金遭到侵害时,他又怎能是战胜损害之人呢?因为不受损害者绝不会遭受不义;因此,在别处宣称贤者不受不义侵害的克律西波斯,在此处却说这一领域易招致不义侵害。

语法注3 条
  1. 20ὁμοίως τῆς τʼ αὐτοπραγίας καὶ τῆς ὀλιγοπραγμοσύνης ἀστείων ὄντων

    属格绝对结构(genitive absolute)。尽管并列的两个名词(αὐτοπραγία 与 ὀλιγοπραγμοσύνη)均为阴性单数,但谓词分词 ἀστείων ὄντων 采用了中性复数形式。这是将两项抽象概念/事物统摄概括为中性事物的语法致意现象(constructio ad sensum)。

  2. 20τοῦ τόπου τούτου μᾶλλον καὶ ἀδικήματα ἐπιδεχομένου

    属格绝对结构。名词 τόπος 在此并非指物理空间上的“地点”,而是指事务或实践上的“领域”、“情境”。ἀδικήματα 指“不法行为”或“欺诈侵害”,具体指在后付款的授课安排中学生赖账拖欠学费的风险。

  3. 20ὡς πεποιηκὼς τὰ παρʼ αὑτόν

    连词 ὡς 与主格分词 πεποιηκώς 搭配,表示主观动机或借口,与主句的主语(贤者)一致,意为“以自己已尽了本分为由”。介词短语 τὰ παρʼ αὑτόν 为惯用表达,意指“自己一方应做之事 / 自己分内的义务”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:20