- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:18-19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克指责克律西波斯自相矛盾:他一方面称恶性即不幸,另一方面却主张恶优于中性事物;一方面宣称善恶皆可知觉,另一方面却又认可存在不自知已经成圣的贤人。
οὐσίαν κακοδαιμονίας ἀποφαίνει τὴν κακίαν, ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ γράφων καὶ διατεινόμενος ὅτι τὸ κατὰ κακίαν ζῆν τῷ κακοδαιμόνως ζῆν ταὐτόν ἐστιν· ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως ὑπειπὼν ὅτι λυσιτελεῖ ζῆν ἄφρονα μᾶλλον, ἢ μὴ βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν ἐπιλέγει τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ τὰ κακὰ τῶν ἀνὰ μέσον προτερεῖν.1 ὅτι μὲν οὖν εἰρηκὼς ἐν ἑτέροις μηδὲν εἶναι λυσιτελὲς τοῖς ἄφροσιν ἐνταῦθά φησι λυσιτελεῖν τὸ ἀφρόνως ζῆν, ἀφίημι. τῶν δʼ ἀνὰ μέσον λεγομένων παρὰ τοῖς Στωικοῖς μήτε κακῶν ὄντων μήτʼ ἀγαθῶν, τὰ κακὰ προτερεῖν λέγων οὐδὲν ἄλλο λέγει πλὴν τῶν μὴ κακῶν τὰ κακὰ προτερεῖν καὶ τὸ κακοδαιμονεῖν λυσιτελέστερον εἶναι τοῦ μὴ κακοδαιμονεῖν καὶ τοῦ κακοδαιμονεῖν ἀλυσιτελέστερον ἡγεῖται τὸ μὴ κακοδαιμονεῖν· εἰ δʼ ἀλυσιτελέστερον, καὶ βλαβερώτερον τὸ μὴ κακοδαιμονεῖν ἄρα βλαβερώτερον τοῦ κακοδαιμονεῖν βουλόμενος οὖν ταύτην ἐπιλεαίνειν τὴν ἀτοπίαν ἐπιλέγει περὶ τῶν κακῶν ἔστι δʼ οὐ ταῦτα προτεροῦντα, ἀλλʼ ὁ λόγος, μεθʼ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, καὶ εἰ ἄφρονες ἐσόμεθα πρῶτον μὲν οὖν τὰ κακὰ κακίαν λέγει καὶ τὰ μετέχοντα κακίας, ἄλλο δʼ οὐδέν· ἡ δὲ κακία λογικόν ἐστι μᾶλλον δὲ λόγος ἡμαρτημένος· οὐδὲν οὖν ἕτερόν ἐστι τὸ μετὰ λόγου βιοῦν ἄφρονας ὄντας ἢ τὸ μετὰ κακίας βιοῦν ἔπειτα τὸ βιοῦν ἄφρονας ὄντας βιοῦν ἐστι κακοδαιμονεῖν ὄντας. πρὸς τί οὖν προτερεῖ τοῦτο τῶν ἀνὰ μέσον; οὐ γὰρ πρός γε τὸ εὐδαιμονεῖν φήσει προτερεῖν τὸ κακοδαιμονεῖν. ἀλλʼ οὐδʼ ὅλως, φασίν, οἴεται δεῖν Χρύσιππος οὔτε μονὴν ἐν τῷ βίῳ τοῖς ἀγαθοῖς οὔτʼ ἐξαγωγὴν τοῖς κακοῖς παραμετρεῖν ἀλλὰ τοῖς μέσοις κατὰ φύσιν· διὸ καὶ τοῖς εὐδαιμονοῦσι γίγνεταί ποτε καθῆκον ἐξάγειν ἑαυτοὺς καὶ μένειν αὖθις ἐν τῷ ζῆν τοῖς κακοδαιμονοῦσιν. εἶτα τί τούτου μεῖζόν ἐστιν ὑπεναντίωμα πρὸς αἵρεσιν καὶ φυγήν, εἰ τοῖς ἐπʼ ἄκρον εὐδαιμονοῦσιν ἀπουσίᾳ τῶν ἀδιαφόρων ἀφίστασθαι τῶν ἀγαθῶν παρόντων καθήκει; καίτοι τῶν ἀδιαφόρων οὐδὲν αἱρετὸν οὐδὲ φευκτόν, ἀλλὰ μόνον αἱρετὸν τἀγαθὸν καὶ μόνον φευκτὸν ἡγοῦνται τὸ κακόν. ὥστε συμβαίνει κατʼ αὐτοὺς μὴ πρὸς τὰ αἱρετὰ μηδὲ πρὸς τὰ φευκτὰ τοὺς τῶν πράξεων γίγνεσθαι λογισμούς, ἑτέρων στοχαζομένους ἃ μήτε φεύγουσι μήθʼ αἱροῦνται, πρὸς ταῦτα καὶ ζῆν καὶ ἀποθνήσκειν.
他宣称恶性是祸福之不幸的本质,在每一部自然学与伦理学的著作中都写道并坚决主张: 按恶性生活与不幸地生活是同一回事;然而在《论自然》第三卷中,在预先申明了愚妄之人活着比不活着更有益,即使他绝不可能变得有智慧,之后,他紧接着补充道: “因为善对于人类而言是如此之物,以至于在某种意义上恶优越于中间事物。” 因此,尽管他在别处曾说对愚妄者而言无一事有益,在此处却声称愚妄地生活是有益的,这一点我姑且不谈。但是,当他说恶优越于在斯多亚派那里被称为既非恶亦非善的中间事物时,他无非是说恶优越于非恶,而不幸比不处于不幸更有益,并且他认为不处于不幸比处于不幸更无益;如果说更无益,也就是更有害;那么不处于不幸反而比处于不幸更有害!为了粉饰这一荒谬之处,他关于恶又补充说道: “但优越的并非这些恶,而是理性,只要伴随着理性,即使我们将是愚妄的,去生活也是更为适宜的。” 然而首先,他称恶就是恶性以及分有恶性之物,此外别无他物;而恶性乃是一种理性的东西,或者不如说是发生过失的理性;因此,作为愚妄者而伴随理性生活,与伴随恶性生活毫无二致。其次,作为愚妄者生活,也就是作为不幸者生活。那么,这究竟就何者而言优越于中间事物呢?因为他总不至于说不幸就幸福而言更占优势吧。但是他们说,克律西波斯根本不认为应当用善来衡量留在世间,或用恶来衡量离开人世(自杀),而应当用合乎本性的中间事物来衡量;因此,对于幸福者而言,有时离开人世成为其应尽的义务,而对于不幸者而言,继续留在生中反而是其义务。那么,如果在极度幸福之人身上,由于中性事物的匮乏,离开当下拥有的善竟成为应尽之责,这关于选择与避忌还能有比之更大的矛盾吗?然而他们却认为中性事物中无一可供选择或应当避忌,唯有善是可选择的,唯有恶是应当避忌的。结果按照他们的理论,人们行为的权衡考量并非指向应当选择或避忌的事物,而是瞄准了他们既不避忌亦不选择的其他事物,并正是为了这些事物而生、而死。
τἀγαθὰ πρὸς τὰ κακὰ τὴν πᾶσαν ἔχειν διαφορὰν ὁμολογεῖ Χρύσιππος· καὶ ἀναγκαῖόν ἐστιν, εἰ τὰ μὲν ἐσχάτως ποιεῖ κακοδαίμονας εὐθὺς οἷς ἂν παρῇ, τὰ δʼ ἐπʼ ἄκρον εὐδαίμονας. αἰσθητὰ δʼ εἶναι τἀγαθὰ καὶ τὰ κακά φησιν, ἐν τῷ προτέρῳ περὶ Τέλους ταῦτα γράφων ὅτι μὲν γὰρ αἰσθητά ἐστι τἀγαθὰ καὶ τὰ κακά, καὶ τούτοις ἐκποιεῖ λέγειν· οὐ γὰρ μόνον τὰ πάθη ἐστὶν αἰσθητὰ σὺν τοῖς εἴδεσιν, οἷον λύπη καὶ φόβος καὶ τὰ παραπλήσια, ἀλλὰ καὶ κλοπῆς καὶ μοιχείας καὶ τῶν ὁμοίων ἔστιν αἰσθέσθαι, καὶ καθόλου ἀφροσύνης καὶ δειλίας καὶ ἄλλων οὐκ ὀλίγων κακιῶν οὐδὲ μόνον χαρᾶς καὶ εὐεργεσιῶν καὶ ἄλλων πολλῶν κατορθώσεων, ἀλλὰ καὶ φρονήσεως καὶ ἀνδρείας καὶ τῶν λοιπῶν ἀρετῶν. τούτων τὴν μὲν ἄλλην ἀτοπίαν ἀφῶμεν, ὅτι δὲ μάχεται τοῖς περὶ τὸν διαλεληθότα σοφόν,2 τίς οὐκ ἂν ὁμολογήσειεν; αἰσθητοῦ γὰρ ὄντος τἀγαθοῦ καὶ μεγάλην πρὸς τὸ κακὸν διαφορὰν ἔχοντος, τὸν ἐκ φαύλου γιγνόμενον σπουδαῖον ἀγνοεῖν τοῦτο3 καὶ τῆς ἀρετῆς μὴ αἰσθάνεσθαι παρούσης ἀλλʼ οἴεσθαι τὴν κακίαν αὐτῷ παρεῖναι, πῶς οὐκ ἔστιν ἀτοπώτατον; ἢ γὰρ οὐδεὶς ἀγνοεῖν ἢ ἀπιστεῖν δύναται τὰς ἀρετὰς ἔχων ἁπάσας, ἢ μικρὰ τίς ἐστι καὶ παντάπασι δυσθεώρητος ἡ διαφορὰ τῆς ἀρετῆς πρὸς τὴν κακίαν καὶ τῆς εὐδαιμονίας πρὸς τὴν κακοδαιμονίαν καὶ τοῦ καλλίστου βίου πρὸς τὸν αἴσχιστον, εἰ ταῦτά τις ἀντʼ ἐκείνων κτησάμενος ἑαυτὸν λέληθε.
克律西波斯承认,善与恶之间具有完全的差异;而这也是必然的,如果恶使临到者立即陷于极度的不幸,而善则使之达到至福的话。他在《论目的》第一卷中写下如下文字,声称善与恶是可知觉的: “因为善与恶是可知觉的,由下列这些亦足以说明:因为不仅情状同其种类(例如悲伤、恐惧及类似之物)是可知觉的,盗窃、通奸及同类之事亦可知觉,而且一般而言,愚妄、怯懦以及为数不少的其他恶性也是如此;不仅喜悦、行善和许多其他正当行为,而且明智、勇敢及其余的美德亦皆如此。” 在这些论调中,且不谈其余的荒唐之处,谁又会不承认这与关于“不自觉的贤人”的说法相抵触呢?因为,既然善是可知觉的,且与恶具有巨大差异,那么一个从卑劣之人转变为贤良之人的人竟然对此一无所知,未能知觉到美德的现前,反而以为恶性仍然伴随着自己,这岂不是最为荒谬绝伦之事吗?因为要么任何拥有全部美德的人都不可能不知或不信,要么在某人获得了前者取代了后者却自己毫无所觉的情况下,美德与恶性、幸福与不幸、最美好的生活与最丑陋的生活之间的差异,就只能是某种微不足道且全然难以辨识的东西了。
- 18τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ τὰ κακὰ τῶν ἀνὰ μέσον προτερεῖν.
此句为 τοιαῦτα ... ὥστε 引出的结果从句结构。τῶν ἀνὰ μέσον 是动词 προτερεῖν(“优于、先于”)所支配的比较属格,指斯多亚派伦理学中介于善(德)与恶(恶性)之间的“中间事物(中性物)”。
- 19τοῖς περὶ τὸν διαλεληθότα σοφόν
διαλεληθότα 是动词 λανθάνω 的完成时主动分词阳性单数对格,意为“未被察觉者”,在此特指斯多亚学派关于“不自觉的贤人(διαλεληθὼς σοφός)”的著名悖论,即某人已经由恶入善成为贤人,却尚未自觉或未被他人发现。
- 19τὸν ἐκ φαύλου γιγνόμενον σπουδαῖον ἀγνοεῖν τοῦτο
此为对格不定词结构,充当主句谓语 πῶς οὐκ ἔστιν ἀτοπώτατον(“岂不是最荒谬绝伦之事吗”)的真正主语。对格分词短语 τὸν ... γιγνόμενον σπουδαῖον(“从卑劣转变为贤良者”)是不定词 ἀγνοεῖν、μὴ αἰσθάνεσθαι 以及 οἴεσθαι 的逻辑主语。
