- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:16-17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克揭露了克律西波斯的自相矛盾:他在反驳柏拉图时声称人不可能对自己行不义,却在自己的论证中证明行不义者亦对自身行不义;接着又指责他一方面宣称其善恶论与生活及天赋预先概念完全契合,另一方面却承认该学说宛如超越人性的虚构造作。
τοῦ δὲ Πλάτωνος εἰπόντος τὴν ἀδικίαν ὡς διαφθορὰ ψυχῆς οὖσα καὶ στάσις1 οὐδʼ ἐν αὐτοῖς τοῖς ἔχουσιν ἀποβάλλει τὴν δύναμιν ἀλλʼ αὐτὸν ἑαυτῷ συμβάλλει καὶ συγκρούει καὶ ταράττει τὸν πονηρόν, ἐγκαλῶν Χρύσιππος ἀτόπως φησὶ λέγεσθαι τὸ ἀδικεῖν ἑαυτόν εἶναι γὰρ πρὸς ἕτερον οὐ πρὸς ἑαυτὸν τὴν ἀδικίαν· ἐπιλαθόμενος γὰρ τούτων αὖθις ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσιν ἀδικεῖσθαί φησιν ὑφʼ ἑαυτοῦ τὸν ἀδικοῦντα καὶ αὑτὸν ἀδικεῖν, ὅταν ἄλλον ἀδικῇ, γιγνόμενον ἑαυτῷ τοῦ παρανομεῖν αἴτιον καὶ βλάπτοντα παρʼ ἀξίαν ἑαυτόν. ἐν μὲν τοῖς πρὸς Πλάτωνα ταῦτʼ εἴρηκε περὶ τοῦ τὴν ἀδικίαν λέγεσθαι μὴ πρὸς ἑαυτὸν ἀλλὰ πρὸς ἕτερον· οὐ γὰρ κατʼ ἰδίαν ἄδικοι συνεστήκασιν ἐκ πλειόνων δὲ τοιούτων τἀναντία λεγόντων, καὶ ἄλλως τῆς ἀδικίας λαμβανομένης ὡς ἂν ἐν πλείοσι πρὸς ἑαυτοὺς οὕτως ἔχουσιν, εἰς δὲ τὸν ἕνα μηδενὸς διατείνοντος τοιούτου, καθʼ ὅσον δὲ πρὸς τοὺς πλησίον ἔχει οὕτως· ἐν δὲ ταῖς Ἀποδείξεσι τοιούτους ἠρώτηκε λόγους περὶ τοῦ τὸν ἄδικον καὶ ἑαυτὸν ἀδικεῖν· παραίτιον γενέσθαι παρανομήματος ἀπαγορεύει ὁ νόμος, καὶ τὸ ἀδικεῖν ἐστι παρανόμημα· ὁ τοίνυν παραίτιος γενόμενος ἑαυτῷ τοῦ ἀδικεῖν παρανομεῖ εἰς ἑαυτόν· ὁ δὲ παρανομῶν εἰς ἕνα καὶ ἀδικεῖ ἐκεῖνον· ὁ ἄρα καὶ ὁντινοῦν ἀδικῶν καὶ ἑαυτὸν ἀδικεῖ πάλιν τὸ ἁμάρτημα τῶν βλαμμάτων ἐστί, καὶ πᾶς ἁμαρτάνων παρʼ ἑαυτὸν2 ἁμαρτάνει· πᾶς ἄρʼ ὁ ἁμαρτάνων βλάπτει ἑαυτὸν παρὰ τὴν ἀξίαν· εἰ δὲ τοῦτο, καὶ ἀδικεῖ ἑαυτόν ἔτι καὶ οὕτως ὁ βλαπτόμενος ὑφʼ ἑτέρου ἑαυτὸν βλάπτει καὶ παρὰ τὴν ἀξίαν ἑαυτὸν βλάπτει; τοῦτο δʼ ἦν τὸ ἀδικεῖν· ὁ ἄρʼ ἀδικούμενος καὶ ὑφʼ ὁτουοῦν πᾶς ἑαυτὸν ἀδικεῖ.
柏拉图曾说不义作为灵魂的败坏与内讧,即便在具有不义的人自身之中也不会丧失其效力,反而使恶人自己同自身相争、相撞并陷于混乱;对此提出指责的克律西波斯,“荒谬的是,”他说道,“说对自己行不义;因为不义是针对他人的,而不是针对自身的。” 因为他忘却了这些话,转而在《正义论证》中声称行不义者在对他人行不义时,正因成为自己违法的原因并不当地伤害了自身,从而遭受自身的侵害并对自己行了不义。 一方面,在反驳柏拉图的著作中,针对不义被说成不是针对自身而是针对他人这一点,他这样说道: “因为不义之人并非个别地成立,而是由多个互相持相反主张的此类人所构成;此外,不义被理解为存在于处于这种相互关系的多数人之中,没有任何此类性质延伸至单独一人的身上,而唯有在他如此对待邻人时才存在。” 另一方面,在《论证》中,关于不义者亦对自己行不义这一点,他提出了如下的论辩: “法律禁止成为违法的肇因,而行不义乃是违法;因此,成为自己行不义之肇因的人,是对自己违法;而对某人违法的人,也就是对那人行不义;所以,对任何人行不义的人,也都是对自己行不义。” 又如: “过错属于损害,凡犯过错者皆由自身之故而犯;因此,凡犯过错者皆不当地损害自身;若果真如此,他也对自己行了不义。” 更有如下论调: “受他人损害者,是在损害自身且是不当地损害自身。而这正是行不义的定义;因此,凡受任何人侵害的人,全都是在对自己行不义。”
τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, ὃν αὐτὸς εἰσάγει καὶ δοκιμάζει, συμφωνότατον εἶναί φησι τῷ βίῳ καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων· ταυτὶ γὰρ ἐν τῷ τρίτῳ τῶν Προτρεπτικῶν εἴρηκεν, ἐν δὲ τῷ πρώτῳ τοῦτον τὸν λόγον φησὶν ἀπὸ τῶν ἄλλων ἁπάντων ἀφέλκειν τὸν ἄνθρωπον, ὡς οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδὲ συνεργούντων πρὸς εὐδαιμονίαν οὐδέν. ὅρα τοίνυν, πῶς αὑτῷ σύμφωνὸς ἐστι, τὸν ἀφέλκοντα τοῦ ζῆν3 καὶ τῆς ὑγιείας καὶ τῆς ἀπονίας καὶ τῆς τῶν αἰσθητηρίων ὁλοκληρίας καὶ μηδὲν εἶναι ταῦτα φάσκοντα πρὸς ἡμᾶς, ἃ παρὰ τῶν θεῶν αἰτούμεθα, μάλιστα συμφωνεῖν τῷ βίῳ καὶ ταῖς κοιναῖς προλήψεσιν ἀποφαινόμενος. ἀλλʼ ἵνα μηδʼ ἄρνησις τοῦ τἀναντία λέγειν,4 ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης ταῦτʼ εἴρηκε διὸ καὶ διὰ τὴν ὑπερβολὴν τοῦ τε μεγέθους καὶ τοῦ κάλλους πλάσμασι δοκοῦμεν ὅμοια λέγειν καὶ οὐ κατὰ τὸν ἄνθρωπον καὶ τὴν ἀνθρωπίνην φύσιν. ἔστιν οὖν ὅπως ἄν τις ἐξομολογήσαιτο σαφέστερον τἀναντία λέγειν αὐτὸς πρὸς ἑαυτὸν ἢ οὗτος, ἃ διʼ ὑπερβολήν φησι πλάσματα δοκεῖν εἶναι καὶ ὑπὲρ τὸν ἄνθρωπον καὶ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν λέγεσθαι, ταῦτα συμφωνεῖν τῷ βίῳ φάσκων καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων;
他自己提出并认可的关于善与恶的论说,他宣称与生活最为和谐,且最为切合天赋的预先概念;因为他在《劝勉篇》第三卷中讲了这些话,但在第一卷中他又称这一论说将人从其余一切事物中抽离出来,因为那些事物对我们而言无足轻重,对幸福亦毫无助益。 那么看一看他是如何与自身保持一致的吧:一方面把人从生存、健康、无痛苦以及感官的完好状态中抽离出来,声称这些我们向诸神祈求的事物对我们无足轻重;另一方面却宣称这样的论说与生活及共通预先概念最为和谐!然而,为了不至于连自相矛盾的指责都能加以否认,他在《论正义》第三卷中说了这样的话: “因此,也正是由于伟大与崇高的极致,我们看起来所说的话宛如虚构的故事,并不合乎人与人的本性。”那么,还有谁能比这个人更清楚地承认自己自相矛盾呢?他一方面说那些主张因其极致而看似虚构、且是超越人与人的本性而说的,另一方面却又宣称它们与生活和谐一致、且最为切合天赋的预先概念!
- 16τὴν ἀδικίαν ὡς διαφθορὰ ψυχῆς οὖσα καὶ στάσις
伴随分词 εἰπόντος 的前置先行宾格(prolepsis)结构。原本应当作为 ὡς 引导的从属从句主语的词(ἡ ἀδικία),被提前以宾格 τὴν ἀδικίαν 引出。在从句内部,它充当主格分词 οὖσα 及限定动词 ἀποβάλλει 的主语。
- 16παρʼ ἑαυτὸν
介词 παρά 支配宾格,表示原因或自身归责(“因自身之过”、“由自己负责”)。此处既非空间意义上的“在……旁边”,亦非一般的“违背”,而是指伦理过错由当事人自己负责。
- 17τὸν ἀφέλκοντα τοῦ ζῆν
主格分词 ἀποφαινόμενος(与主语克律西波斯一致)所支配的宾格不定式结构(acc. cum inf.)的主语。承接上文的 τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον,省略了名词 λόγον,由冠词 τὸν 及分词 ἀφέλκοντα、φάσκοντα 构成实体化结构。整句骨架为:“看他在断言‘那抽离……的论说(τὸν ἀφέλκοντα...)与生活最为和谐(συμφωνεῖν)’时(ἀποφαινόμενος),是如何自我一致的”。
- 17ἀλλʼ ἵνα μηδʼ ἄρνησις τοῦ τἀναντία λέγειν
由 ἵνα 引导的目的从句,其中省略了虚拟式存在动词(如 ᾖ 或 ὑπάρχῃ):“为了甚至不至于存在对自相矛盾的否认”。
