← 普鲁塔克

论斯多葛派的自相矛盾

§15

克律西波斯关于神罚与快乐说的自相矛盾

作者审视了克律西波斯在神罚慑止力及快乐与诸德相容性问题上对柏拉图和亚里士多德的批评,揭露其与自身著作和定义之间的显著矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

ἐν δὲ τοῖς πρὸς αὐτὸν Πλάτωνα περὶ Δικαιοσύνης εὐθὺς ἐξ ἀρχῆς ἐνάλλεται τῷ περὶ θεῶν λόγῳ καί φησιν οὔτʼ ὀρθῶς ἀποτρέπειν τῷ ἀπὸ τῶν θεῶν φόβῳ τῆς ἀδικίας τὸν Κέφαλον, εὐδιάβλητὸν τʼ εἶναι καὶ πρὸς τοὐναντίον ἐξάγοντα πολλοὺς περισπασμοὺς καὶ πιθανότητας ἀντιπιπτούσας τὸν περὶ τῶν ὑπὸ τοῦ θεοῦ κολάσεων λόγον,1 ὡς οὐδὲν διαφέροντα τῆς Ἀκκοῦς καὶ τῆς Ἀλφιτοῦς, διʼ ὧν τὰ παιδάρια τοῦ κακοσχολεῖν αἱ γυναῖκες ἀνείργουσιν οὕτω δὲ διασύρας τὰ τοῦ Πλάτωνος ἐπαινεῖ πάλιν ἐν ἄλλοις καὶ προφέρεται τὰ τοῦ Εὐριπίδου ταυτὶ πολλάκις "ἀλλʼ ἔστι, κεἴ τις ἐγγελᾷ λόγῳ, Ζεὺς καὶ θεοὶ βρότεια λεύσσοντες πάθη·" καὶ ὁμοίως ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης τὰ Ἡσιόδεια ταυτὶ προενεγκάμενος "τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήλασε πῆμα Κρονίων, λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί·" ταῦτά φησι τοὺς θεοὺς ποιεῖν, ὅπως κολαζομένων τῶν πονηρῶν οἱ λοιποὶ παραδείγμασι τούτοις χρώμενοι ἧττον ἐπιχειρῶσι τοιοῦτόν τι ποιεῖν πάλιν ἐν μὲν τοῖς περὶ Δικαιοσύνης ὑπειπὼν, ὅτι τοὺς ἀγαθὸν ἀλλὰ μὴ τέλος τιθεμένους τὴν ἡδονὴν ἐνδέχεται σῴζειν καὶ τὴν δικαιοσύνην, θεὶς τοῦτο κατὰ λέξιν εἴρηκε τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή, τῶν δὲ διʼ αὑτῶν αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς. ταῦτα μὲν ἐν τούτοις περὶ τῆς ἡδονῆς. ἐν δὲ τοῖς πρὸς Πλάτωνα κατηγορῶν αὐτοῦ δοκοῦντος ἀγαθὸν ἀπολιπεῖν τὴν ὑγίειαν, οὐ μόνον τὴν δικαιοσύνην φησὶν ἀλλὰ καὶ τὴν μεγαλοψυχίαν ἀναιρεῖσθαι καὶ τὴν σωφροσύνην καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, ἂν ἢ τὴν ἡδονὴν ἢ τὴν ὑγίειαν ἤ τι τῶν ἄλλων, ὃ μὴ καλόν ἐστιν, ἀγαθὸν ἀπολίπωμεν. ἃ μὲν οὖν ῥητέον ὑπὲρ Πλάτωνος, ἐν ἄλλοις γέγραπται πρὸς αὐτὸν ἐνταῦθα δ’ ἡ μάχη καταφανής ἐστιν, ὅπου μέν, ἂν μετὰ τοῦ καλοῦ τις ὑποθῆται καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι, σῴζεσθαι δικαιοσύνην λέγοντος ὅπου δὲ πάλιν τοὺς μὴ μόνον τὸ καλὸν ἀγαθὸν ἀπολιπόντας αἰτιωμένου τὰς ἀρετὰς ἁπάσας ἀναιρεῖν. ἳνα δὲ μηδʼ ἀπολογίαν ὑπολίπῃ τοῖς ἐναντιώμασιν, Ἀριστοτέλει περὶ δικαιοσύνης ἀντιγράφων οὔ φησιν αὐτὸν ὀρθῶς λέγειν, ὅτι τῆς ἡδονῆς τέλους οὔσης ἀναιρεῖται μὲν ἡ δικαιοσύνη, συναναιρεῖται δὲ τῇ δικαιοσύνῃ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστη τὴν μὲν γὰρ δικαιοσύνην ὑπʼ αὐτῶν ὡς ἀληθῶς ἀναιρεῖσθαι, τὰς δʼ ἄλλας ἀρετὰς οὐδὲν κωλύειν ὑπάρχειν, εἰ καὶ μὴ διʼ αὑτὰς αἱρετὰς ἀλλʼ ἀγαθὰς γοῦν καὶ ἀρετὰς ἐσομένας·2 εἶθʼ ἑκάστην ἐξ ὀνόματος προσαγορεύει. βέλτιον δὲ τὰς ἐκείνου λέξεις ἀναλαβεῖν τῆς γὰρ ἡδονῆς φησὶν ἐμφαινομένης τέλους κατὰ τὸν τοιοῦτον λόγον, τὸ μὲν τοιοῦτο πᾶν μοι δοκεῖ οὐκ ἐμπεριλαμβάνεσθαι· διὸ ῥητέον μήτε τῶν ἀρετῶν τινα διʼ αὑτὴν αἱρετὴν εἶναι μήτε τῶν κακιῶν φευκτήν, ἀλλὰ πάντα ταῦτα δεῖν ἀναφέρεσθαι πρὸς τὸν ὑποκείμενον σκοπόν· οὐδὲν μέντοι κωλύσει κατʼ αὐτοὺς τὴν ἀνδρείαν μὲν καὶ τὴν φρόνησιν καὶ τὴν ἐγκράτειαν καὶ τὴν καρτερίαν καὶ τὰς ὁμοίας ταύταις ἀρετὰς εἶναι τῶν ἀγαθῶν, τὰς δʼ ἐναντίας ὑπάρχειν φευκτάς. τίς οὖν τούτου πρὸς λόγους ἰταμώτερος γέγονεν, ὃς δυεῖν τῶν ἀρίστων φιλοσόφων ἐγκέκληκε τῷ μὲν ὅτι πᾶσαν ἀρετὴν ἀναιρεῖ, μὴ μόνον τὸ καλὸν ἀγαθὸν ἀπολιπών· τῷ δʼ ὅτι τῆς ἡδονῆς τέλους οὔσης οὐ πᾶσαν ἀρετὴν ἄνευ τῆς δικαιοσύνης σῴζεσθαι νομίζει; θαυμαστὴ γὰρ ἡ ἐξουσία περὶ τῶν αὐτῶν πραγμάτων διαλεγόμενον, ἃ τίθησιν αὐτὸς ἐγκαλῶν Ἀριστοτέλει, ταῦτʼ ἀναιρεῖν πάλιν Πλάτωνος κατηγοροῦντα. καὶ μὴν ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσι λέγει ῥητῶς ὅτι πᾶν κατόρθωμα καὶ εὐνόμημα καὶ δικαιοπράγημά ἐστι· τὸ δὲ γε κατʼ ἐγκράτειαν ἢ καρτερίαν ἢ φρόνησιν ἢ ἀνδρείαν πραττόμενον κατόρθωμά ἐστιν· ὥστε καὶ δικαιοπράγημα πῶς οὖν, οἷς ἀπολείπει φρόνησιν καὶ ἀνδρείαν καὶ ἐγκράτειαν, οὐκ ἀπολείπει δικαιοσύνην, εὐθὺς αὐτῶν ὅσοι κατορθοῦσιν ἐν ταῖς εἰρημέναις ἀρεταῖς καὶ δικαιοπραγούντων;3

然而在针对柏拉图本人的《论正义》中,他从一开始就猛烈抨击有关诸神的说法,声称: 凯法洛斯借由对诸神的恐惧来制止不义是不对的;而关于受神惩治的论说极易受到驳斥,并引向相反方向的许多分心与冲突的或然性,完全无异于阿克科和阿尔菲托这类被妇女用来吓阻小儿胡闹的故事。 在如此嘲弄了柏拉图的言论之后,他在别处却又赞许并屡屡引用欧里庇得斯的这些诗句: “然而,即使有人嘲笑这一说法,确实存在着 审视人间苦难的宙斯与诸神;” 同样,在《论正义》第一卷中,他引述了赫西俄德的这些诗句: “克洛诺斯之子从天上降给他们巨大的灾殃, 饥荒伴随着瘟疫;民众正在消亡;” 他说,诸神之所以做这些事,是为了使恶人受到惩罚,其余之人引以为戒,从而更少企图做出类似之事。 又在《论正义》诸篇中,他预先说明,将快乐设定为善而非终极目标的人,也完全可能保全正义;在确立这一论点后,他逐字说道: “因为倘若快乐被保留为善而非终极目标,且高贵之物也是因其自身而值得选择的事物之一,那么我们或许可以通过将高贵与正义承认为比快乐更大的善,来保全正义。” 关于快乐,他在这些著作中是这样说的。然而在反对柏拉图的著作中,他指责柏拉图似乎将健康保留为善,“不仅正义,”他说,“而且大度、节制以及所有其他德性都将被摧毁,如果我们把快乐、健康或任何其他不高贵的事物承认为善的话。” 为柏拉图辩护所应说的话,已在针对他的其他著作中写出;但此处的矛盾是显而易见的:在某一处,他说若在承认高贵的同时也设定快乐为善,正义便能得以保全;而在另一处,他又指责那些不将高贵视为唯一之善的人摧毁了所有的德性。而且,为了不给这些自相矛盾留下任何辩解的余地,他在反驳亚里士多德论正义的著作中说,亚里士多德声称“当快乐为终极目标时,正义被摧毁,且随着正义,其他每一种德性也一同被摧毁”,这并不是正确的说法;因为正义确实被他们摧毁了,但没有任何事物阻碍其他德性的存在,即便它们不会因自身而值得选择,但至少仍将是善与德性;随后他按名称称呼每一种〔德性〕。不过还是引用他的原话更好: “因为当快乐,”他说,“根据这种论说被显明为终极目标时,整套此类主张在我看来并未被涵盖在内;因此应当说,没有任何一种德性是因其自身而值得选择的,也没有任何一种恶习是因其自身而应当规避的,而是所有这些都必须归结于预设的目标;然而,照他们的说法,绝不妨碍勇敢、明智、自制、坚忍以及与这些相似的德性属于善,而与之相反的品质则是应当规避的。” 那么,在言辞上还有谁比这个人更狂妄呢?他指责两位最优秀的哲学家,一方面指责其中一人因未将唯独高贵之物承认为善而摧毁了一切德性,另一方面却又指责另一人认为在快乐为终极目标时、并非一切德性都能脱离正义而得以保全。因为在讨论相同的事情时,他在指责亚里士多德时自己确立的主张,却在告发柏拉图时又将其摧毁,这种随心所欲委实令人惊愕。再者,在《正义论证》中,他明确说道: “每一个正当行为既是守法行为,又是行义行为;而依自制、坚忍、明智或勇敢所做出的行为,乃是正当行为;因此它也是行义行为。” 既然如此,对于他承认具有明智、勇敢和自制的人,他怎能不承认其具有正义呢?因为在上述德性中做出正当行为的那些人,立刻也就是在实行正义啊。

语法注3 条
  1. 15εὐδιάβλητὸν τʼ εἶναι καὶ πρὸς τοὐναντίον ἐξάγοντα πολλοὺς περισπασμοὺς καὶ πιθανότητας ἀντιπιπτούσας τὸν περὶ τῶν ὑπὸ τοῦ θεοῦ κολάσεων λόγον

    在由 φησίν 所统领的“宾格加不定式”结构中,作为主语的宾格名词短语 τὸν περὶ τῶν ὑπὸ τοῦ θεοῦ κολάσεων λόγον 被后置,而谓语形容词 εὐδιάβλητον 和分词 ἐξάγοντα(以及随后的 ὡς οὐδὲν διαφέροντα)则构成了倒置(hyperbaton)。分词 ἐξάγοντα 与 λόγον 形成语法一致并修饰之。

  2. 15εἰ καὶ μὴ διʼ αὑτὰς αἱρετὰς ἀλλʼ ἀγαθὰς γοῦν καὶ ἀρετὰς ἐσομένας

    未来时分词阴性复数宾格 ἐσομένας 在间接引语中与前置的 τὰς δʼ ἄλλας ἀρετάς 取得语法一致。在让步从句 εἰ καί 的框架内,它充当谓语性修饰,说明即使这些德性并非因自身而值得选择,它们至少也仍将作为善和德性而存在。

  3. 15εὐθὺς αὐτῶν ὅσοι κατορθοῦσιν ἐν ταῖς εἰρημέναις ἀρεταῖς καὶ δικαιοπραγούντων

    独立属格结构(genitive absolute)。由包含先行词的关系分句 ὅσοι κατορθοῦσιν 作为实质主语,与属格代词 αὐτῶν 及属格分词 δικαιοπραγούντων 构成框架(“既然在上述德性中践行正当行为的那些人,立刻也都在践行正义”),表达原因与前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:15