- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克指出了克律西波斯明显的自相矛盾:他一方面批评柏拉图并主张恶人也应当活着,另一方面却引用安提斯泰尼并修改狄奥格尼斯的诗句,赞同为逃避恶习而选择死亡。
πολλαχοῦ μὲν οὖν τοιοῦτός ἐστιν· ἐν δὲ ταῖς πρὸς ἑτέρους ἀντιλογίαις ἥκιστα φροντίζει τοῦ μηδὲν εἰπεῖν ἐναντίον ἑαυτῷ καὶ διάφωνον.1 ἐν γοῦν τοῖς περὶ τοῦ Προτρέπεσθαι τοῦ Πλάτωνος ἐπιλαμβανόμενος, λέγοντος ὅτι τῷ μηδὲ μαθόντι μηδʼ ἐπισταμένῳ ζῆν λυσιτελεῖ μὴ ζῆν, ταῦτʼ εἴρηκε κατὰ λέξιν ὁ γὰρ τοιοῦτος λόγος καὶ ἑαυτῷ μάχεται καὶ ἥκιστʼ ἐστὶ προτρεπτικός. πρῶτον γὰρ παραδεικνύων ὅτι κράτιστον ἡμῖν ἐστι τὸ μὴ ζῆν καὶ τρόπον τινὰ ἀποθνήσκειν ἀξιῶν, πρὸς ἕτερά τινα μᾶλλον ἡμᾶς προύτρεψεν ἢ τὸ φιλοσοφεῖν οὐ γὰρ ἔστι μὴ ζῶντα φιλοσοφεῖν οὐδὲ μὴ πολὺν χρόνον ἐπιζήσαντα κακῶς καὶ ῥᾳθύμως φρόνιμον γενέσθαι.2 καὶ προελθὼν δέ φησιν ὅτι καὶ τοῖς φαύλοις καθήκει μένειν ἐν τῷ ζῆν· εἶτα κατὰ λέξιν πρῶτον γὰρ ἡ ἀρετὴ ψιλῶς οὐδέν ἐστι πρὸς τὸ ζῆν ἡμᾶς,3 οὕτω δʼ οὐδʼ ἡ κακία οὐδέν ἐστι πρὸς τὸ δεῖν ἡμᾶς ἀπιέναι καὶ μὴν οὐχ ἕτερα δεῖ βιβλία διειλῆσαι, τοῦ Χρυσίππου τὴν πρὸς αὑτὸν ἐνδεικνυμένους μάχην·4 ἀλλʼ ἐν αὐτοῖς τούτοις ποτὲ μὲν τοῦ Ἀντισθένους ἐπαινῶν φαίνεται τὸ δεῖν κτᾶσθαι νοῦν ἢ βρόχον καὶ τοῦ Τυρταίου τὸ "πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου·" καίτοι τί ταῦτα βούλεται δηλοῦν ἄλλο, πλὴν ὅτι τὸ μὴ ζῆν λυσιτελέστερόν ἐστι τοῦ ζῆν τοῖς κακοῖς καὶ ἀνοήτοις; ποτὲ δὲ τὸν Θέογνιν ἐπανορθούμενος οὐκ ἔδει φησὶν εἰπεῖν χρὴ πενίην φεύγοντα, μᾶλλον δὲ "χρὴ κακίαν φεύγοντα, καὶ ἐς βαθυκήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατʼ ἠλιβάτων." τί οὖν ἄλλο δόξειεν ἂν ποιεῖν ἢ ταὐτὰ πράγματα καὶ δόγματα παρεγγράφειν αὐτός, ἑτέρων δὲ γραφόντων ἐξαλείφειν, Πλάτωνι μὲν ἐγκαλῶν ὅτι τοῦ κακῶς ζῆν καὶ ἀμαθῶς τὸ μὴ ζῆν ἀποδείκνυσι λυσιτελέστερον, Θεόγνιδι δὲ συμβουλεύων κατακρημνίζειν καὶ καταποντίζειν ἑαυτὸν ὑπὲρ τοῦ ἀποφυγεῖν τὴν κακίαν; Ἀντισθένη μὲν γὰρ ἐπαινῶν ὅτι τοὺς μὴ νοῦν ἔχοντας εἰς βρόχον συνήλαυνεν, αὑτὸν αὐτὸς ἔψεγεν, εἰπόντα μηδὲν εἶναι τὴν κακίαν πρὸς τὸ ἐκ τοῦ ζῆν ἡμᾶς ἀπαλλάττειν.
因此他在许多地方都是这般情形;而在反驳他人的辩论中,他最不介意说出与自己相矛盾且不谐调的话。至少在《论劝勉》中,他指责柏拉图所说的对于既未学过又不知晓如何生活的人而言不活着更有益,其逐字原文如下: “因为这种言论既自相矛盾,又丝毫不能起到劝勉的作用。首先,它表明不活着对我们而言是最好的,并在某种程度上要求我们去死,从而把我们推向了某些别的事情,而不是推向从事哲学;因为不活着的人不可能从事哲学,未曾在很长时间里恶劣且怠惰地活过来的人也不可能变得明智。” 接着他又说: “卑劣之人留在生命之中也是适宜的”;随后他的逐字原文是: “因为首先,单是德性与我们活着全无干系,同样恶习也与我们必须离世全无干系。” 其实,在指出克律西波斯自相矛盾时,人们根本不需要翻阅别的书籍;就在这些著作中,他有时显然称赞安提斯泰尼所说的“人应当获得理智,要么就获得绳索”,以及堤尔泰奥斯的诗句: “在接近德性或死亡的界限之前”;然而这些话除了表明对于恶人与愚人而言不活比活着更有益之外,还能意指什么呢?而在另一些时候,他在修正狄奥格尼斯时说: “不应当说: ‘逃避贫困者理应……’, 而宁可说: ‘ 逃避恶习者理应将自己掷入鲸鲵潜处的深海, 库耳诺斯啊,并跳下嶙峋的峭壁。’” 那么,他看起来除了是在自己悄悄塞入同样的事情与信条、却在他人写出时予以抹去之外,还能是在做什么呢?他一方面谴责柏拉图证明了不活着比恶劣而无知地活着更为有益,另一方面却劝告狄奥格尼斯为逃避恶习而投崖投海。因为他在称赞安提斯泰尼将没有理智的人逼向绞索的同时,也责备了自己——正是他自己曾说过恶习与将我们从生命中解脱出来全无干系。
- 14τοῦ μηδὲν εἰπεῖν ἐναντίον ἑαυτῷ καὶ διάφωνον
由动词 φροντίζει 所要求的属格冠词加不定式结构(τοῦ εἰπεῖν)。与 ἥκιστα 呼应,意为“最不留心不去说出与自身相悖且不调和的话”。
- 14οὐδὲ μὴ πολὺν χρόνον ἐπιζήσαντα κακῶς καὶ ῥᾳθύμως φρόνιμον γενέσθαι
作为 οὐκ ἔστι 主语的不定式从句。带否定的条件分词 μὴ ἐπιζήσαντα 与隐含的宾格主语(如 τινά)一致,构成双重否定表示必要条件:“若非在很长时间里恶劣且怠惰地活过来,便不可能变得明智”。
- 14οὐδέν ἐστι πρὸς τὸ ζῆν ἡμᾶς
惯用句型 οὐδέν ἐστι πρός + 宾格,意为“与……全无干系”或“对……毫无影响”。此句与后文的 πρὸς τὸ δεῖν ἡμᾶς ἀπιέναι(与我们必须离世全无干系)形成对称呼应。
- 14τοῦ Χρυσίππου τὴν πρὸς αὑτὸν ἐνδεικνυμένους μάχην
分词 ἐνδεικνυμένους 为阳性复数宾格,与非人称动词 δεῖ 隐含的逻辑主语(ἡμᾶς,“我们”)保持一致,整句意为“(我们)在指出克律西波斯自相矛盾时,不需要翻阅别的书籍”。
