- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者揭示了克律西波斯的自相矛盾:他一方面坚持德行与过错绝无程度差异的斯多亚派根本教条,另一方面却在论正义、美德与友谊的著作中承认了过失、行为以及友谊深浅的不同程度与等级。
καὶ τὸ δόγμα τοῦτο τοῖς κυριωτάτοις ἑπόμενὸν ἐστι, καὶ Χρύσιππος, εἰ καὶ πολλὰ πρὸς τοὐναντίον γέγραφε, δῆλός ἐστι προστιθέμενος τῷ μήτε κακίαν κακίας ἢ ἁμαρτίαν ἁμαρτίας ὑπερέχουσαν εἶναι1 μήτʼ ἀρετὴν ἀρετῆς ἢ κατόρθωσιν κατορθώσεως· ὃς γέ φησιν ἐν τῷ τρίτῳ περὶ Φύσεως ὥσπερ τῷ Διὶ προσήκει σεμνύνεσθαι ἐπʼ αὑτῷ τε καὶ τῷ βίῳ καὶ μέγα φρονεῖν καί, εἰ δεῖ οὕτως εἰπεῖν, ὑψαυχενεῖν καὶ κομᾶν καὶ μεγαληγορεῖν, ἀξίως βιοῦντι μεγαληγορίας· οὕτω τοῖς ἀγαθοῖς πᾶσι ταῦτα προσήκει, κατʼ οὐθὲν προεχομένοις ὑπὸ τοῦ Διός. ἀλλʼ αὐτός γε πάλιν ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης φησὶν ὅτι τὴν δικαιοσύνην ἀναιροῦσιν οἱ τέλος ὑποτιθέμενοι τὴν ἡδονήν, οἱ δὲ μόνον ἀγαθὸν εἶναι λέγοντες οὐκ ἀναιροῦσιν· ἔστι δὲ ταυτὶ τὰ κατὰ λέξιν τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή,2 τῶν δὲ διʼ αὑτῶν αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ,3 σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς. ἀλλʼ εἴπερ μόνον τὸ καλὸν ἀγαθόν ἐστιν, ἁμαρτάνει μὲν ὁ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαίνων, ἧττον δʼ ἁμαρτάνει τοῦ καὶ τέλος αὐτὴν ποιοῦντος· ἀναιρεῖ οὗτος τὴν δικαιοσύνην ἐκεῖνος δὲ σῴζει· καὶ κατὰ τοῦτον ἡ κοινωνία φροῦδός ἐστι καὶ ἀπόλωλεν, ὁ δὲ χρηστότητι καὶ φιλανθρωπίᾳ χώραν δίδωσιν. ἔτι τὸ μὲν λέγειν αὐτὸν ἐν τῷ περὶ τοῦ Διὸς αὔξεσθαι τὰς ἀρετὰς καὶ διαβαίνειν ἀφίημι μὴ δόξω τῶν ὀνομάτων ἐπιλαμβάνεσθαι, καίτοι πικρῶς ἐν τῷ γένει τούτῳ καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοῦ Χρυσίππου δάκνοντος. ἐπαινεῖν δὲ μὴ πᾶν τὸ πραττόμενον κατʼ ἀρετὴν κελεύων ἐμφαίνει τινὰ τῶν κατορθωμάτων διαφοράν· λέγει δʼ οὕτως ἐν τῷ περὶ τοῦ Διὸς ἔργων γὰρ κατὰ τὰς ἀρετὰς ὄντων οἰκεῖον ἐστὶ τὰ προενεχθέντα καὶ τούτων, οἷον ἀνδρείως τὸν δάκτυλον ἐκτεῖναι καὶ ἐγκρατῶς ἀποσχέσθαι δυσθανατώσης γραὸς καὶ ἀπροπτώτως ἀκοῦσαι τοῦ τὰ τρία τέσσαρα μὴ εἶναι τελέως τινʼ ἐμφαίνει ψυχρίαν4 ὁ διὰ τῶν τοιούτων ἐπαινεῖν τινας ἐγχειρῶν καὶ ἐγκωμιάζειν ὅμοια δʼ εἴρηται τούτοις ἐν τῷ τρίτῳ περὶ Θεῶν· ἔτι γὰρ οἶμαι φησὶ τοὺς ἐπαίνους ἀλλοτριώσεσθαι κατὰ τὰ τοιαῦτα τῶν συμβαινόντων ἀπʼ ἀρετῆς, οἷον δυσθανατώσης γραὸς ἀποσχέσθαι καὶ καρτερῶς ὑπομεῖναι μυίας δηγμόν τίνʼ οὖν οὗτος ἄλλον κατήγορον περιμένει τῶν αὑτοῦ δογμάτων; εἰ γὰρ ψυχρός ἐστιν ὁ ταῦτʼ ἐπαινῶν, πολλῷ δήπου ψυχρότερος ὁ τούτων ἕκαστον κατόρθωμα καὶ μέγα καὶ μέγιστον εἶναι τιθέμενος· εἰ γὰρ ἴσον ἐστὶ τὸ ἀνδρείως δῆγμα μυίας ἐνεγκεῖν καὶ τὸ σωφρόνως ἀποσχέσθαι τῆς γραός, οὐδὲν οἶμαι διαφέρει τὸν σπουδαῖον ἀπὸ τούτων ἢ ἀπʼ ἐκείνων ἐπαινεῖσθαι. ἔτι τοίνυν ἐν τῷ δευτέρῳ περὶ Φιλίας διδάσκων ὡς οὐκ ἐπὶ πᾶσι δεῖ τοῖς ἁμαρτήμασι τὰς φιλίας διαλύεσθαι, ταύταις κέχρηται ταῖς λέξεσι προσήκει γὰρ τὰ μὲν ὅλως παραπέμπεσθαι τὰ δὲ μικρᾶς ἐπιστροφῆς τυγχάνειν, τὰ δὲ καὶ ἐπὶ μεῖζον τὰ δʼ ὅλως διαλύσεως ἀξιοῦσθαι ὃ δὲ τούτου μεῖζόν ἐστιν, ἐν ταὐτῷ φησιν ὅτι τοῖς μὲν ἐπὶ πλεῖον τοῖς δʼ ἐπʼ ἔλαττον συμβαλοῦμεν, ὥστε τοὺς μὲν μᾶλλον τοὺς δʼ ἧττον φίλους εἶναι· ἐπὶ πολὺ δὲ τῆς τοιαύτης παραλλαγῆς γενομένης, οἱ μὲν τοσαύτης οἱ δὲ τοσαύτης γίγνονται φιλίας ἄξιοι· καὶ οἱ μὲν ἐπὶ τοσοῦτον οἱ δὲ ἐπὶ τοσοῦτον πίστεως καὶ τῶν ὁμοίων καταξιωθήσονται. τί γὰρ ἄλλο πεποίηκεν ἐν τούτοις ἢ καὶ τούτων μεγάλας διαφορὰς ἀπολέλοιπε; καὶ μὴν ἐν τῷ περὶ Καλοῦ, πρὸς ἀπόδειξιν τοῦ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, τοιούτοις λόγοις κέχρηται τἀγαθὸν αἱρετόν, τὸ δʼ αἱρετὸν ἀρεστόν, τὸ δʼ ἀρεστὸν ἐπαινετόν, τὸ δʼ ἐπαινετὸν καλόν· καὶ πάλιν τἀγαθὸν χαρτόν, τὸ δὲ χαρτὸν σεμνόν, τὸ δὲ σεμνὸν καλόν οὗτοι δʼ οἱ λόγοι μάχονται πρὸς ἐκεῖνον· εἴτε γὰρ πᾶν ἀγαθὸν ἐπαινετόν ἐστι, καὶ τὸ σωφρόνως ἀποσχέσθαι τῆς γραὸς ἐπαινετὸν ἂν εἴη· ἢ πᾶν ἀγαθὸν οὔτε σεμνὸν οὔτε χαρτόν, ἀλλʼ οἴχεται ὁ λόγος. πῶς γὰρ οἷόν τε τὸ μὲν ἄλλους ἀπὸ τῶν τοιούτων ἐπαινεῖν ψυχρὸν εἶναι, τὸ δʼ αὐτὸν ἐπὶ τοῖς τοιούτοις χαίρειν καὶ σεμνύνεσθαι μὴ καταγέλαστον;
这一学说遵循着他们最根本的信条;克律西波斯纵然写了许多相反的论述,但也显然赞同恶无过于恶、罪无过于罪、德无过于德、正当行为无过于正当行为的观点。他在《论自然》第三卷中就如此说道: “正如宙斯为自身及其生活感到自豪、意气昂扬,且如果可以这样说的话,高昂其颈、顾盼自雄并夸夸其谈是相称的——因其生活配得上大言不惭——;同样,这些也相称于所有善人,因为他们丝毫不被宙斯所超越。” 然而他自己在《论正义》第三卷中又反过来说,那些把快乐设定为终极目的的人消灭了正义,而那些仅称快乐为善的人则并未消灭正义。其原文如下: “因为倘若把快乐保留为善而非终极目的,且高尚之物也属于因自身之故而值得选择之物,那么通过留下比快乐更为重大的善——即高尚与公正——我们或许就能保全正义。” 然而,如果唯有高尚才是善,那么声称快乐是善的人固然犯了过错,却比将快乐同时定为终极目的的人犯的过错更小;后者消灭了正义,前者却保全了正义;在后者看来社会交往化为乌有并彻底毁灭,前者却为善良与仁爱留下了空间。此外,对于他在《论宙斯》中所说的: “美德会增长与过渡”,我且不予追究,以免显得在字句上吹毛求疵,尽管克律西波斯在这一类问题上对柏拉图和其他人都予以尖锐攻击。但他命令人们不要称赞一切依循美德所行之事,这表明正当行为之间存在某种差别。他在《论宙斯》中这样说: “因为在依循美德的行为存在的同时,先前提及之事也属于这些行为,诸如勇敢地伸出手指、克制地避开濒死的老妇、不轻率地听闻‘三不是四’;然而企图因这些事情去称赞并颂扬某些人的人,则显出彻底的乏味可笑。” 在《论神》第三卷中也有类似的话: “因为我依然认为,”他说,“对于从美德产生的此类事情,诸如避开濒死的老妇以及坚忍地承受苍蝇的叮咬,赞美将是格格不入的。” 那么,这人还在等待什么别的控诉者来指责自己的教义呢?因为如果称赞这些行为的人是乏味可笑的,那么将这些事情中的每一件都定为正当行为且是伟大乃至最伟大的行为的人,显然要乏味可笑得多;因为如果勇敢地承受苍蝇叮咬与审慎地避开老妇是平等的,那么我认为,贤人因前者受称赞还是因后者受称赞便没有任何区别。再者,在《论友谊》第二卷中,他在阐明不应因一切过失而断绝友谊时,使用了如下字句: “因为应当将某些过失完全置之不理,某些过失予以微小关注,某些过失予以更大关注,而另一些过失则应被视为理当完全断绝友谊。” 而比这更重大的是,他在同一部著作中说: “我们将与某些人交往较多,与另一些人交往较少,以至于有些人是更多意义上的朋友,有些人是更少意义上的朋友;随着这种差异在很大程度上产生,有些人配得上如此程度的友谊,有些人则配得上那般程度的友谊;有些人将在如此程度上被赋予信任及类似之物,有些人则在彼种程度上被认可。” 他在这些话中所做的,难道不是承认了这些事物之间存在巨大的差异吗?更有甚者,在《论高尚》中,为了证明唯有高尚才是善,他使用了如下论证: “善是值得选择的,值得选择的是可喜的,可喜的是值得称赞的,值得称赞的是高尚的”;又说: “善是令人欣悦的,令人欣悦的是庄严的,庄严的是高尚的。” 然而这些论证与他前述的话相互矛盾。因为如果每一种善都是值得称赞的,那么审慎地避开老妇也理应是值得称赞的;否则,并非每一种善都是庄严的或令人欣悦的,而该论证便不攻自破了。因为因这种事情称赞他人是乏味可笑的,而自己因此类事情欢欣自豪却不是荒唐可笑的,这怎么可能呢?
- 13τῷ μήτε κακίαν κακίας ἢ ἁμαρτίαν ἁμαρτίας ὑπερέχουσαν εἶναι
与格定冠词与不定式构成的名词性短语(τῷ + 不定式),作分词 προστιθέμενος 的补足成分,表达斯多亚派主张“恶无分大小、过错彼此相等”这一信条的内容。
- 13ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή
属格独立结构,以 αὐτῆς(指代 ἡδονή“快乐”)为逻辑主语,ἀπολειπομένης 为谓语分词,表达假设性条件:“倘若快乐被保留为善而非终极目的”。
- 13τῶν δὲ διʼ αὑτῶν αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ
与前句并列的另一个属格独立结构。逻辑主语是后置的 καὶ τοῦ καλοῦ,属格短语 τῶν διʼ αὑτῶν αἱρετῶν 作为部分属格与分词 ὄντος 构成表语(“高尚之物也属于因自身之故而值得选择之物”)。
- 13ψυχρίαν
修辞学与文学批评中用于指代“冷僻、无味、荒唐可笑”的词。克律西波斯用它指责过度赞美琐碎行为的乏味愚蠢,而作者则反唇相讥,指出斯多亚派将这些琐事定为“最伟大的正当行为”本身更为荒唐无味。
