- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:11-12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者揭示了斯多亚学派关于法律对愚人只作禁止而不作命令这一主张的逻辑矛盾,并指出克律西波斯关于愚人绝无任何有用或亲近之物的说法,与其自身的冲动论及自然亲和论(oikeiosis)截然对立。
τὸ κατόρθωμά φασι νόμου πρόσταγμα εἶναι, τὸ δʼ ἁμάρτημα νόμου ἀπαγόρευμα, διὸ τὸν νόμον πολλὰ τοῖς φαύλοις ἀπαγορεύειν προστάττειν δὲ μηδέν· οὐ γὰρ δύνανται κατορθοῦν καὶ τίς οὐκ οἶδεν ὅτι τῷ μὴ δυναμένῳ κατορθοῦν ἀδύνατόν ἐστι μὴ ἁμαρτάνειν;1 αὐτὸν οὖν αὑτῷ μαχόμενον ποιοῦσι τὸν νόμον, προστάττοντα μὲν ἃ ποιεῖν ἀδυνατοῦσιν ἀπαγορεύοντα δʼ ὧν ἀπέχεσθαι μὴ δύνανται· ὁ γὰρ μὴ δυνάμενος σωφρονεῖν ἄνθρωπος οὐ δύναται μὴ ἀκολασταίνειν, καὶ ὁ μὴ δυνάμενος φρονεῖν οὐ δύναται μὴ ἀφραίνειν. αὐτοί γε μὴν λέγουσι τοὺς ἀπαγορεύοντας ἄλλο μὲν λέγειν ἄλλο δʼ ἀπαγορεύειν ἄλλο δὲ προστάσσειν· ὁ γὰρ λέγων μὴ κλέψῃς λέγει μὲν αὐτὸ τοῦτο μὴ κλέψῃς, ἀπαγορεύει δὲ κλέπτειν, προστάσσει δὲ μὴ κλέπτειν· οὐδὲν οὖν ἀπαγορεύσει τοῖς φαύλοις ὁ νόμος, εἴ γε μὴ προστάξει τι. καὶ τὸν ἰατρὸν τῷ μαθητῇ προστάσσειν λέγουσι τεμεῖν καὶ καῦσαι, κατὰ παράλειψιν τοῦ εὐκαίρως καὶ μετρίως·2 καὶ τὸν μουσικὸν λυρίσαι καὶ ᾆσαι, κατὰ παράλειψιν τοῦ ἐμμελῶς καὶ συμφώνως· διὸ τοὺς ταῦτα ποιήσαντας ἀτέχνως καὶ κακῶς κολάζουσιν ὡς προσετάχθη γὰρ ὀρθῶς, οἱ δʼ ὀρθῶς οὐκ ἐποίησαν. οὐκοῦν καὶ ὁ σοφὸς τῷ θεράποντι προστάσσων εἰπεῖν τι καὶ πρᾶξαι, κἂν μὴ εὐκαίρως τοῦτο πράξῃ μηδʼ ὡς δεῖ κολάζων, δῆλός ἐστι κατόρθωμα προστάσσων οὐ μέσον· εἰ δὲ μέσα προστάσσουσιν οἱ σοφοὶ τοῖς φαύλοις, τί κωλύει καὶ τὰ τοῦ νόμου προστάγματα τοιαῦτʼ εἶναι; καὶ μὴν ἡ ὁρμή, κατὰ γʼ αὐτόν, τἀνθρώπου λόγος ἐστὶ προστακτικὸς αὐτῷ τοῦ ποιεῖν, ὡς ἐν τῷ περὶ Νόμου γέγραφεν. οὐκοῦν καὶ ἡ ἀφορμὴ λόγος ἀπαγορευτικός, καὶ ἡ ἔκκλισις εὔλογος ἔκκλισις· καὶ ἡ εὐλάβεια τοίνυν λόγος ἐστὶν ἀπαγορευτικὸς τῷ σοφῷ· τὸ γὰρ εὐλαβεῖσθαι σοφῶν ἴδιον οὐ φαύλων ἐστίν. εἰ μὲν οὖν ἕτερόν ἐστιν ὁ τοῦ σοφοῦ λόγος καὶ ἕτερον ὁ νόμος, μαχόμενον τῷ νόμῳ λόγον οἱ σοφοὶ τὴν εὐλάβειαν ἔχουσιν· εἰ δʼ οὐκ ἄλλο τι νόμος ἐστὶν ἢ ὁ τοῦ σοφοῦ λόγος, εὕρηται νόμος ἀπαγορευτικὸς τοῖς σοφοῖς τοῦ ποιεῖν ἃ εὐλαβοῦνται.
他们声称正当的行为是法律的命令,而过错则是法律的禁止,因此法律对愚人多有禁止,却无所命令;因为他们没有能力行正当之事。然而谁不知道,对于无法行正当之事的人而言,不犯过错是不可能的?因此他们让法律陷于自相矛盾,命令他们无能为力之事,又禁止他们无法戒绝之事;因为无法保持节制的人不能不放纵,无法明智的人不能不愚昧。况且他们自己也说,下达禁令者说的是一回事,禁止的是另一回事,命令的又是另一回事。因为那说: “切勿偷盗”的人,说的固然正是这句: “切勿偷盗”,但他所禁止的是偷盗,所命令的则是不偷盗。因此,如果法律当真没有任何命令,它也就没有向愚人禁止任何事。他们还说,医生命令徒弟切割与灼烧,是省略了“适时且适度”之语;乐师命令弹琴与歌唱,也是省略了“合调且谐和”之语。因此,他们惩罚那些笨拙而拙劣地行事的人;因为命令下达得完全正确,但他们未能正确执行。既然如此,当智者命令仆人说某话或做某事时,若仆人未适时行事或未按应有的方式行事便遭惩罚,显而易见智者所命令的是“正当行为”,而非“中间行为”。但如果智者们确实向愚人命令中间行为,又有何妨碍法律的命令也属于此类呢?再者,至少依他所言,人的冲动乃是命令其行动的理性,正如他在《论法律》中所写的那样。因此,拒斥也是一种禁止的理性,而规避则是合乎理性的规避;那么,谨慎(审慎)也是对智者起禁止作用的理性;因为审慎乃智者所独有,非愚人所有。如果智者的理性是一回事,而法律是另一回事,那么智者所拥有的审慎便成了与法律相冲突的理性;但如果法律不外乎就是智者的理性,那么就已然发现了一种禁止智者去行其所戒备之事的法律。
τοῖς φαύλοις οὐδὲν εἶναι χρήσιμον ὁ Χρύσιππός φησιν οὐδʼ ἔχειν χρείαν τὸν φαῦλον οὐδενὸς οὐδὲ δεῖσθαι ταῦτα δʼ εἰπὼν ἐν τῷ πρώτῳ τῶν Κατορθωμάτων αὖθις λέγει καὶ τὴν εὐχρηστίαν καὶ τὴν χάριν εἰς τὰ μέσα διατείνειν ὧν οὐδέν ἐστι χρήσιμον κατʼ αὐτούς. καὶ μὴν οὐδʼ οἰκεῖον οὐδʼ ἁρμόττον οὐδὲν εἶναι τῷ φαύλῳ φησὶν ἐν τούτοις κατὰ ταὐτὰ δὲ τῷ μὲν ἀστείῳ ἀλλότριον οὐδὲν τῷ δὲ φαύλῳ οἰκεῖόν οὐδέν ἐστιν· ἐπειδὴ τὸ μὲν ἀγαθὸν τὸ δὲ κακόν ἐστιν αὐτῶν πῶς οὖν ἀποκναίει πάλιν ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ νὴ Δία γράφων ὡς οἰκειούμεθα πρὸς αὑτοὺς εὐθὺς γενόμενοι καὶ τὰ μέρη καὶ τὰ ἔκγονα τὰ ἑαυτῶν; ἐν δὲ τῷ πρώτῳ περὶ Δικαιοσύνης καὶ τὰ θηρία φησὶ συμμέτρως τῇ τῶν ἐκγόνων ᾠκειῶσθαι πρὸς αὐτά,3 πλὴν τῶν ἰχθύων αὐτὰ γὰρ τὰ κυήματα τρέφεται διʼ αὑτῶν ἀλλʼ οὔτʼ αἴσθησίς ἐστιν οἷς μηθὲν αἰσθητὸν οὔτʼ οἰκείωσις οἷς μηδὲν οἰκεῖον· ἡ γὰρ οἰκείωσις αἴσθησις ἔοικε τοῦ οἰκείου καὶ ἀντίληψις εἶναι.
克律西波斯声称对愚人而言没有任何事物是有用的,愚人对任何事物都无所求、无所匮乏。他在《论正当行为》第一卷中说了这些话,随后又说: “效用与恩惠延伸至中间事物”,而按照他们的学说,中间事物无一是有用的。不仅如此,他还在下列文字中声称没有任何事物对愚人是亲近或适宜的: “同样,对贤良之人无物是疏离的,对愚人则无物是亲近的;因为其中〔疏离之物与亲近之物〕一个是善,另一个是恶。” 那么他究竟为何又在每一卷自然学著作、甚至指宙斯发誓在每一卷伦理学著作中令人厌烦地反复写道: “我们一出生就立即亲和于自身、自身的各部分以及我们自己的后代”? 而在《论正义》第一卷中他又说: “野兽也相应于抚育后代的需要而亲和于其后代,只有鱼类除外;因为它们的胚胎是自养的。” 然而,对于没有任何可感觉之物的人来说不存在感觉,对于没有任何亲近之物的人来说也不存在亲和(自我归属)。因为亲和似乎就是对亲近之物的感知与把握。
- 11τῷ μὴ δυναμένῳ κατορθοῦν ἀδύνατόν ἐστι μὴ ἁμαρτάνειν
与格 τῷ μὴ δυναμένῳ 作为非人称表达式 ἀδύνατόν ἐστι 的关联与格(dative of reference),表明判断所适用的主体。双重否定(ἀδύνατον 与 μὴ ἁμαρτάνειν)构成了强烈的必然含义,即“不可能不犯过错”。
- 11κατὰ παράλειψιν τοῦ εὐκαίρως καὶ μετρίως
中性单数属格定冠词 τοῦ 将并列副词 εὐκαίρως καὶ μετρίως 实词化为引语性质的名词短语(即“‘适时且适度’这一规定”),κατὰ παράλειψιν 表示“由于省略……”。
- 12συμμέτρως τῇ τῶν ἐκγόνων ᾠκειῶσθαι πρὸς αὐτά
副词 συμμέτρως 支配由冠词 τῇ 引领的与格补足语,其后中心名词被省略。结合后文抚育与幼雏自立的语境,此处省略了诸如 χρείᾳ(需求)或 τροφῇ/ἐπιμελείᾳ(抚育、看护)等名词。
