← 普鲁塔克

论《蒂迈欧篇》中灵魂的产生

§9

灵魂与肉体非生成性与生成性的调和

作者消解了柏拉图将灵魂与肉体同时称为非生成与生成的表面矛盾,指出在宇宙生成前混乱无序的意义上它们是非生成的,而在神以形式、数与比例赋予其秩序和美善的意义上它们是生成的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

τίς οὖν τούτων ἐπανόρθωσις ἑτέρα πλὴν ἧς αὐτὸς δίδωσι1 τοῖς δέχεσθαι βουλομένοις; ἀγένητον μὲν γὰρ ἀποφαίνει ψυχὴν τὴν πρὸ τῆς κόσμου γενέσεως πλημμελῶς πάντα καὶ ἀτάκτως κινοῦσαν γενομένην δὲ καὶ γενητὴν πάλιν, ἣν2 ὁ θεὸς ἔκ τε ταύτης καὶ τῆς μονίμου τε καὶ ἀρίστης οὐσίας ἐκείνης ἔμφρονα καὶ τεταγμένην ἀπεργασάμενος καθάπερ εἶδος, καὶ τῷ αἰσθητικῷ τὸ νοερὸν καὶ τῷ κινητικῷ τὸ τεταγμένον ἀφʼ αὑτοῦ παρασχὼν ἡγεμόνα τοῦ παντὸς ἐγκατέστησεν. οὕτω γὰρ καὶ τὸ σῶμα τοῦ κόσμου πῇ μὲν ἀγένητον ἀποφαίνει πῇ δὲ γενητόν· ὅταν μὲν γὰρ εἴπῃ πᾶν ὅσον ἦν ὁρατὸν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον ἀτάκτως τὸν θεὸν παραλαβόντα διακοσμεῖν καὶ πάλιν τὰ τέτταρα γένη, πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα, πρὶν ἢ τὸ πᾶν ὑπʼ αὐτῶν διακοσμηθὲν γενέσθαι, σεισμὸν ἐμποιεῖν τῇ ὕλῃ καὶ ὑπʼ ἐκείνης τινάσσεσθαι διὰ τὴν ἀνωμαλίαν· ὄντα που ποιεῖ καὶ ὑποκείμενα τὰ σώματα πρὸ τῆς τοῦ κόσμου γενέσεως. ὅταν δὲ πάλιν λέγῃ τῆς ψυχῆς νεώτερον γεγονέναι τὸ σῶμα καὶ τὸν κόσμον εἶναι γενητόν, ὅτι ὁρατὸς καὶ ἁπτὸς καὶ σῶμα ἔχων ἐστὶ τὰ δὲ τοιαῦτα γιγνόμενα καὶ γενητὰ ἐφάνη παντὶ δῆλον ὡς γένεσιν τῇ φύσει τοῦ σώματος ἀποδίδωσιν. ἀλλὰ πολλοῦ δεῖ τἀναντία λέγειν καὶ διαφέρεσθαι πρὸς αὑτὸν οὕτως ἐκφανῶς ἐν τοῖς μεγίστοις. οὐ γὰρ ὡσαύτως οὐδὲ ταὐτὸ σῶμα γίγνεσθαὶ τέ φησιν ὑπὸ τοῦ θεοῦ καὶ εἶναι πρὶν ἢ γενέσθαι ταῦτα γὰρ ἄντικρυς φαρμακῶντός ἐστιν. ἀλλὰ τί δεῖ νοεῖν καὶ τὴν γένεσιν, αὐτὸς διδάσκει. τὸ μὲν γὰρ πρὸ τούτου φησὶ ταῦτα πάντα εἶχεν ἀλόγως καὶ ἀμέτρως· ὅτε δʼ ἐπεχειρεῖτο κοσμεῖσθαι τὸ πᾶν, πῦρ πρῶτον καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα, ἴχνη μὲν ἔχοντα ἄττα αὑτῶν, παντάπασι μὴν διακείμενα, ὥσπερ εἰκὸς ἔχειν ἅπαν, ὅταν ἀπῇ τινος θεός οὕτω δὴ τότε πεφυκότα ταῦτα πρῶτον διεσχηματίσατο εἴδεσι καὶ ἀριθμοῖς, ἔτι δὲ πρότερον εἰπὼν ὡς οὐ μιᾶς ἔργον ἦν ἀναλογίας ἀλλὰ δυεῖν τὸ συνδῆσαι στερεὸν ὄντα καὶ βάθος ἔχοντα τὸν τοῦ παντὸς ὄγκον3 καὶ διελθὼν ὅτι πυρὸς καὶ γῆς ὕδωρ ἀέρα τε ὁ θεὸς ἐν μέσῳ θεὶς συνέδησε καὶ συνεστήσατο τὸν οὐρανόν, ἔκ τε δὴ τούτων φησὶ τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη διʼ ἀναλογίας ὁμολογῆσαν, φιλίαν τʼ ἔσχεν ἐκ τούτων, ὥστʼ εἰς ταὐτὸν αὑτῷ συνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ συνδήσαντος γενέσθαι· σαφέστατα διδάσκων ὡς οὐχὶ σώματος ἁπλῶς οὐδʼ ὄγκου καὶ ὕλης, ἀλλὰ συμμετρίας περὶ σῶμα καὶ κάλλους καὶ ὁμοιότητος ἦν ὁ θεὸς πατὴρ καὶ δημιουργός. ταῦτα δὴ δεῖ διανοεῖσθαι καὶ περὶ ψυχῆς, ὡς τὴν μὲν οὔθʼ ὑπὸ τοῦ θεοῦ γενομένην οὔτε κόσμου ψυχὴν οὖσαν, ἀλλά τινα φανταστικῆς καὶ δοξαστικῆς ἀλόγου δὲ καὶ ἀτάκτου φορᾶς καὶ ὁρμῆς δύναμιν αὐτοκίνητον καὶ ἀεικίνητον· τὴν δʼ αὐτὸς ὁ θεὸς διαρμοσάμενος τοῖς προσήκουσιν ἀριθμοῖς καὶ λόγοις ἐγκατέστησεν ἡγεμόνα τοῦ κόσμου γεγονότος γενητὴν οὖσαν.

那么,除了他亲自提供给愿意接受之人者外,对这些矛盾还能有何种纠正呢?因为一方面,他宣告在宇宙生成之前杂乱且无序地运动着万物的灵魂为非生成的,但另一方面,对于神从这先前的灵魂以及那持存且至善的本质中制作得有如形式一般明智且有序,并将理智赋予感觉者、将源于自身的秩序赋予运动者,从而确立为全宇宙之主宰的灵魂,他又宣告其为被生成的和可生成的。因为同样地,他也宣告宇宙的肉体在某种意义上是非生成的,在另一种意义上是生成的。因为每当他说: “神接管了凡可见者,见其并未静止而是无序运动,便加以整顿”,以及又说: “火、水、土、气这四类,在全宇宙经由它们整顿而生成之前,在质料中激起震动,并由于自身的不均匀而被质料摇撼”,他显然是将这些物体确立为在宇宙生成之前即已存在且作为基底。但另一方面,当他又说肉体生成得比灵魂更为年轻,且宇宙之所以是生成的,是因为它是可见、可触且具有肉体的,而这类事物已被证明是正在生成且被生成的,那么所有人显然都明白他赋予了肉体的本性以生成。然而,绝不能认为他在最重大的问题上竟然说自相矛盾的话、如此显明地自我龃龉。因为他绝非主张同一个肉体以同一种方式既由神生成、又在生成之前就已存在;因为这完全是癫狂之人的行径。相反,他亲自教导人们应当如何理解这种生成: “因为在此之前,”他说,“这一切皆处于毫无理性和缺乏尺度的状态中;但当全宇宙开始被整理时,首先是火、水、土、气,它们虽带有些许自身的痕迹,但完全处于当神离开某物时一切事物可能处于的那种状态;在当时具有如此自然状态的这些东西,神首先以形式和数塑造了它们。” 此外,他在更早之前曾说过,将坚实且具有深度的全宇宙之体量结合起来,并非单一比例之功,而是需要两个比例,并且阐明了神在火与土之间置入水与气,将它们结合并构成了天空: “正是由这些,”他说,“具有此种性质且数量为四的要素,宇宙的肉体通过比例调谐而被生成,并由它们获得了友爱,从而结合为自存的统一体,除了那结合它者之外,不可被任何他者解体”;这极其清晰地教导了人们:神绝非纯粹肉体、体量与质料的父亲与创造者,而是关乎肉体的对称(适度)、优美与相似性的父亲与创造者。确实,关于灵魂也必须作如是观:其一既非由神所生成,亦非宇宙的灵魂,而是一种兼具表象与臆见、但无理性且无秩序之运转与冲动的自发运动且恒常运动的潜能;而另一者则是被生成的,神亲自以恰当的数与比例将其调谐,确立为那已生成之宇宙的主宰。

语法注3 条
  1. 9πλὴν ἧς αὐτὸς δίδωσι

    由介词 πλήν(“除了……”)管辖的关系代名词 ἧς 发生了关系代词吸引(attraction of relative);它本应是 δίδωσι 的宾格宾语 ἣν,但由于省略了属格先行词 ἐπανορθώσεως 而被吸引为属格 ἧς。

  2. 9ἀγένητον μὲν γὰρ ἀποφαίνει ψυχὴν τὴν πρὸ τῆς κόσμου γενέσεως πλημμελῶς πάντα καὶ ἀτάκτως κινοῦσαν γενομένην δὲ καὶ γενητὴν πάλιν, ἣν

    动词 ἀποφαίνει 统摄了由 μέν...δέ 构成的平行双重宾格结构(直接宾语+谓词性宾语):一方面将 ψυχὴν τὴν ... κινοῦσαν(宇宙生成前的灵魂)宣告为 ἀγένητον(非生成的);另一方面将由 ἣν 引出的灵魂宣告为 γενομένην δὲ καὶ γενητήν(生成的与可生成的)。

  3. 9τὸ συνδῆσαι στερεὸν ὄντα καὶ βάθος ἔχοντα τὸν τοῦ παντὸς ὄγκον

    带冠词的不定词短语 τὸ συνδῆσαι ... τὸν τοῦ παντὸς ὄγκον(“结合具有立体与深度的全宇宙之体量”)充当 ὡς 引导的分句中谓语 οὐ μιᾶς ἔργον ἦν ἀναλογίας ἀλλὰ δυεῖν(“不是单一比例而是两个比例的功用”)的主语。分词 στερεὸν ὄντα καὶ βάθος ἔχοντα 作直接宾语 τὸν τοῦ παντὸς ὄγκον 的述语性修饰成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:9