← 普鲁塔克

论《蒂迈欧篇》中灵魂的产生

§10-22

宇宙与灵魂生成的实存性及对波塞多尼乌斯的批判

作者援引柏拉图多篇对话录,论证灵魂与宇宙的生成并非出于教学假说而是实存之事,并进一步辨析不可分与可分本质的涵义,进而批判了波塞多尼乌斯派将灵魂定义为“具和谐数之延展理念”的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

ὅτι δὲ περὶ τούτων διενοεῖτο ταῦτα καὶ οὐ θεωρίας ἕνεκα, τοῦ τε κόσμου μὴ γενομένου καὶ τῆς ψυχῆς ὅμως ὑπετίθετο σύστασιν καὶ γένεσιν,1 ἐκεῖνο πρὸς πολλοῖς τεκμήριόν ἐστι τὸ τὴν μὲν ψυχὴν ὑπʼ αὐτοῦ καὶ ἀγένητον ὥσπερ εἴρηται καὶ γενητὴν λέγεσθαι, τὸν δὲ κόσμον ἀεὶ μὲν γεγονότα καὶ γενητὸν ἀγένητον δὲ μηδέποτε μηδʼ ἀίδιον. τὰ μὲν οὖν ἐν Τιμαίῳ τί δεῖ προφέρειν; ὅλον γὰρ καὶ πᾶν τὸ σύγγραμμα περὶ κόσμου γενέσεως ἄχρι τέλους ἀπʼ ἀρχῆς ἐστι. τῶν δʼ ἄλλων ἐν μὲν Ἀτλαντικῷ προσευχόμενος ὁ Τίμαιος ὀνομάζει τὸν πάλαι μὲν ἔργῳ γεγονότα νῦν δὲ λόγῳ θεόν, ἐν Πολιτικῷ δʼ ὁ Παρμενίδειος ξένος τὸν κόσμον ὑπὸ τοῦ θεοῦ συντεθέντα φησὶ πολλῶν ἀγαθῶν μεταλαβεῖν, εἰ δέ τι φλαῦρόν ἐστιν ἢ χαλεπόν, ἐκ τῆς προτέρας ἕξεως ἀναρμόστου καὶ ἀλόγου συμμεμιγμένον ἔχειν· ἐν δὲ τῇ Πολιτείᾳ περὶ τοῦ ἀριθμοῦ, ὃν γάμον ἔνιοι καλοῦσιν, ὁ Σωκράτης ἀρχόμενος λέγειν ἔστι δέ φησι θείῳ μὲν γενητῷ περίοδος ἣν ἀριθμὸς περιλαμβάνει τέλειος, οὐκ ἄλλο καλῶν θεῖον γενητὸν ἢ τὸν κόσμον.

关于这些事情,他确实是如此构想的,而非出于纯粹的理论说明而在宇宙和灵魂实际上未曾生成的情况下假定了其结构与生成;除众多证据之外,还有一个明证就在于,灵魂如前所述被他称为既是非生成的又是生成的,而宇宙则始终被说成已生成且是生成的,绝非非生成的,亦非永恒的。何须列举《蒂迈欧篇》中的文句呢?因为那整部著作从头至尾全都是关于宇宙的生成的。在其他著作中,在《大西洋篇》(《克里底亚篇》)中祷告的蒂迈欧称宇宙为“往昔在实事上生成,而如今在言论中生成的神”;在《政治家篇》中,巴门尼德学派的异邦人说宇宙由神结合而成,“分享了诸多善物,但若有任何瑕疵或艰难之物,则是从其先前不谐和且无理性的状态中混杂而来的”;在《理想国》中,苏格拉底开始谈论某些人称之为‘婚礼数’的数时说:“对于神圣的生成物而言,存在一个完全数所包揽的周期”,而他所称的神圣生成物除了宇宙之外别无所指。

§21

κατὰ ταὐτὰ ἔχον ὡς μορφὴν καὶ εἶδος, τὸ δὲ περὶ τὰ σώματα γιγνόμενον μεριστὸν ὡς ὑποδοχὴν καὶ ὕλην, τὸ δὲ μῖγμα κοινὸν ἐξ ἀμφοῖν ἀποτετελεσμένον.2 ἡ μὲν οὖν ἀμέριστος οὐσία καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσα μὴ μικρότητι, καθάπερ τὰ ἐλάχιστα τῶν σωμάτων, νοείσθω φεύγουσα τὸν μερισμόν· τὸ γὰρ ἁπλοῦν καὶ ἀπαθὲς καὶ καθαρὸν αὐτῆς καὶ μονοειδὲς ἀμερὲς εἴρηται καὶ ἀμέριστον ᾧ καὶ τῶν συνθέτων καὶ μεριστῶν καὶ διαφερομένων ἁμωσγέπως θιγοῦσα παύει τὸ πλῆθος καὶ καθίστησιν εἰς μίαν διʼ ὁμοιότητος ἕξιν. τὴν δὲ περὶ τὰ σώματα γιγνομένην μεριστὴν εἰ μέν τις ἐθέλοι καλεῖν ὕλην, ὡς καὶ ὑποκειμένην ἐκείνῃ καὶ μεταληπτικὴν ἐκείνης φύσιν, ὁμωνυμίᾳ χρώμενος, οὐ διαφέρει πρὸς τὸν λόγον· οἱ δὲ σωματικὴν ἀξιοῦντες ὕλην συμμίγνυσθαι τῇ ἀμερίστῳ διαμαρτάνουσι πρῶτον μὲν ὅτι τῶν ἐκείνης ὀνομάτων οὐδενὶ νῦν ὁ Πλάτων κέχρηται δεξαμενὴν γὰρ εἴωθε καὶ πανδεχῆ καὶ τιθήνην ἀεὶ καλεῖν ἐκείνην, οὐ περὶ τὰ σώματα μεριστήν, μᾶλλον δὲ σῶμα μεριζόμενον εἰς τὸ καθʼ ἕκαστον. ἔπειτα τί διοίσει τῆς τοῦ κόσμου γενέσεως ἡ τῆς ψυχῆς, εἴπερ ἀμφοτέροις ἔκ τε τῆς ὕλης καὶ τῶν νοητῶν γέγονεν ἡ σύστασις; αὐτός γε μὴν ὁ Πλάτων, ὥσπερ ἀπωθούμενος τῆς ψυχῆς τὴν ἐκ σώματος γένεσιν, ἐντὸς αὐτῆς φησιν ὑπὸ τοῦ θεοῦ τεθῆναι τὸ σωματικόν, εἶτʼ ἔξωθεν ὑπʼ ἐκείνης περικαλυφθῆναι· καὶ ὅλως, ἀπεργασάμενος τῷ λόγῳ τὴν ψυχὴν ὕστερον ἐπεισάγει τὴν περὶ τῆς ὕλης ὑπόθεσιν, μηδὲν αὐτῆς πρότερον, ὅτε τὴν ψυχὴν ἐγέννα, δεηθείς, ὡς χωρὶς ὕλης γενομένην.

〔……一者具有〕同一性,作为形状与形式;另一者在肉体周围成为可分的,作为容纳者与质料;而混合物则是从两者完成的共有之物。因此,那不可分且始终处于同一状态的本质,不可被理解为如同最小的物体那样因微小而逃避了分割;因为它的单纯、无受动性、纯洁与单一形式才被称为无部分与不可分,借此无论以何种方式触及那些复合、可分且各异的事物,它都止息其繁复,并通过相似性将其确立为单一的状态。另一方面,对于在肉体周围成为可分的那种本质,若有人借由同名异义,因其作为承受前者的基底并具有分有前者的本性而乐于称其为“质料”,这对论述而言并无大碍。但那些主张肉体质料与不可分本质相混合的人则犯了大错:首先,柏拉图在此处完全没有使用质料的任何名称——因为他向来习惯称质料为“容纳者”、“全受者”和“保姆”,而不是“在肉体周围可分的”,反倒是指分割为个别事物的肉体。其次,如果两者的构成都是由质料与可知物产生,那么灵魂的生成与宇宙的生成又何所分别呢?况且柏拉图本人似乎断然拒绝灵魂源自肉体的生成,他说肉体的事物是由神放置在灵魂内部,随后从外部被灵魂所包裹;总的来说,他在论述中完成了灵魂之后才引入关于质料的假设,在此前生成灵魂时完全不需要质料,仿佛灵魂是没有质料而生成的。

§22

ὅμοια δὲ τούτοις ἔστιν ἀντειπεῖν καὶ τοῖς περὶ Ποσειδώνιον οὐ γὰρ μακρὰν τῆς ὕλης ἀπέστησαν· ἀλλὰ δεξάμενοι τὴν τῶν περάτων οὐσίαν περὶ τὰ σώματα λέγεσθαι μεριστὴν καὶ ταῦτα τῷ νοητῷ μίξαντες ἀπεφήναντο τὴν ψυχὴν ἰδέαν εἶναι τοῦ πάντῃ διαστατοῦ κατʼ ἀριθμὸν συνεστῶσαν ἁρμονίαν περιέχοντα τά τε γὰρ μαθηματικὰ τῶν πρώτων νοητῶν μεταξὺ καὶ τῶν αἰσθητῶν τετάχθαι, τῆς τε ψυχῆς τῶν νοητῶν τὸ ἀίδιον καὶ τῶν αἰσθητῶν τὸ παθητικὸν ἐχούσης, προσῆκον ἐν μέσῳ τὴν οὐσίαν ὑπάρχειν. ἔλαθε γὰρ καὶ τούτους ὁ θεὸς τοῖς τῶν σωμάτων πέρασιν ὕστερον, ἀπειργασμένης ἤδη τῆς ψυχῆς, χρώμενος3 ἐπὶ τὴν τῆς ὕλης διαμόρφωσιν, τὸ σκεδαστὸν αὐτῆς καὶ ἀσύνδετον ὁρίζων καὶ περιλαμβάνων ταῖς ἐκ τῶν τριγώνων συναρμοττομένων ἐπιφανείαις. ἀτοπώτερον δὲ τὸ τὴν ψυχὴν ἰδέαν ποιεῖν· ἡ μὲν γὰρ ἀεικίνητος ἡ δʼ ἀκίνητος, καὶ ἡ μὲν ἀμιγὴς πρὸς τὸ αἰσθητὸν ἡ δὲ τῷ σώματι συνειργμένη. πρὸς δὲ τούτοις ὁ θεὸς τῆς μὲν ἰδέας ὡς παραδείγματος γέγονε μιμητής, τῆς δὲ ψυχῆς ὥσπερ ἀποτελέσματος δημιουργός. ὅτι δʼ οὐδʼ ἀριθμὸν ὁ Πλάτων τὴν οὐσίαν τίθεται τῆς ψυχῆς ἀλλὰ ταττομένην ὑπʼ ἀριθμοῦ, προείρηται.

类似的论驳也可以施之于波塞多尼乌斯派的学者;因为他们同样未曾远离质料。他们接受界限的本质在肉体周围被说成是可分的,并将这些界限与可知物相混合,从而宣称灵魂是“依包含谐音的数而构成的、在各个方向上具有延展之物的理念”。因为他们认为,数学对象处于初始可知物与感觉物之间,而灵魂兼具可知物的永恒性与感觉物的受动性,其本质理应居于中位。但这些人同样未察觉到:神是在灵魂已经制作完成之后,才使用物体的界限去塑造质料,通过三角形拼合而成的表面来限定并包容质料那分散且缺乏联系的状态。更为荒谬的是将灵魂视为理念:因为灵魂恒常运动,而理念不动;理念不与感觉物混合,灵魂却与肉体结合在一起。除此之外,神将理念作为范型予以模仿,但对作为成品的灵魂而言却是工匠。至于柏拉图并未将灵魂的本质设为数,而是设为受数所整饬者,这在前面已经讲过了。

语法注3 条
  1. 10ὅτι δὲ περὶ τούτων διενοεῖτο ταῦτα καὶ οὐ θεωρίας ἕνεκα, τοῦ τε κόσμου μὴ γενομένου καὶ τῆς ψυχῆς ὅμως ὑπετίθετο σύστασιν καὶ γένεσιν

    连词 ὅτι 引导整个开篇的主语从句,主句为 ἐκεῖνο ... τεκμήριόν ἐστι。否定词 οὐ 修饰 θεωρίας ἕνεκα ... ὑπετίθετο 以及与之相随的独立属格 τοῦ τε κόσμου μὴ γενομένου καὶ τῆς ψυχῆς,旨在否定学园派内部认为柏拉图“只是为了理论推导/教学方便而假设宇宙和灵魂生成”的比喻性解释。

  2. 21κατὰ ταὐτὰ ἔχον ὡς μορφὴν καὶ εἶδος, τὸ δὲ περὶ τὰ σώματα γιγνόμενον μεριστὸν ὡς ὑποδοχὴν καὶ ὕλην, τὸ δὲ μῖγμα κοινὸν ἐξ ἀμφοῖν ἀποτετελεσμένον

    该句概括了《蒂迈欧篇》35a中灵魂生成的三个成分:不可分者、可分者及中间混合物。结构上由省略了冠词/助词的 [τὸ μὲν] κατὰ ταὐτὰ ἔχον 与 τὸ δὲ περὶ τὰ σώματα γιγνόμενον μεριστόν 及 τὸ δὲ μῖγμα 构成三重视角并列,分别带宾补 ὡς μορφὴν καὶ εἶδος、ὡς ὑποδοχὴν καὶ ὕλην 以及 κοινὸν ... ἀποτετελεσμένον。

  3. 22ἔλαθε γὰρ καὶ τούτους ὁ θεὸς τοῖς τῶν σωμάτων πέρασιν ὕστερον, ἀπειργασμένης ἤδη τῆς ψυχῆς, χρώμενος

    动词 λανθάνω 与补充状语分词 χρώμενος 构成的惯用句式(“他们同样未察觉到神在使用……”)。主语为 ὁ θεός,与格 τοῖς τῶν σωμάτων πέρασιν 是分词 χρώμενος 的宾语。插入的独立属格 ἀπειργασμένης ἤδη τῆς ψυχῆς(“在灵魂已被制作完成之后”)强调了造物的时间先后次序,直击波塞多尼乌斯派的逻辑漏洞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:10-22