- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:7-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克引用《政治家篇》指出恶的原因在于无序运动而非无性质的质料,借此反驳了欧德谟的误读,并着手化解《斐德罗篇》中灵魂非生成与《蒂迈欧篇》中灵魂生成之间的表面矛盾。
ὁ δὲ Πλάτων οὐχ οὕτως, ἀλλὰ τὴν γʼ ὕλην διαφορᾶς ἁπάσης ἀπαλλάττων καὶ τοῦ θεοῦ τὴν τῶν κακῶν αἰτίαν ἀπωτάτω τιθέμενος ταῦτα περὶ τοῦ κόσμου γέγραφεν ἐν τῷ Πολιτικῷ παρὰ μὲν γὰρ τοῦ ξυνθέντος πάντα τὰ καλὰ κέκτηται παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίγνεται, ταῦτʼ ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται. καὶ μικρὸν ἔτι προελθὼν προϊόντος δέ φησι τοῦ χρόνου καὶ λήθης ἐγγιγνομένης ἐν αὐτῷ, μᾶλλον δυναστεύει τὸ τῆς παλαιᾶς ἀναρμοστίας πάθος καὶ κινδυνεύει διαλυθεὶς εἰς τὸν τῆς ἀνομοιότητος ἄπειρον ὄντα τόπον δῦναι πάλιν ἀνομοιότης δὲ περὶ τὴν ὕλην, ἄποιον καὶ ἀδιάφορον οὖσαν, οὐκ ἔστιν. ἀλλὰ μετὰ πολλῶν ἄλλων καὶ Εὔδημος ἀγνοήσας κατειρωνεύεται τοῦ Πλάτωνος, ὡς οὐκ εὖ τὴν πολλάκις ὑπʼ αὐτοῦ μητέρα καὶ τιθήνην προσαγορευομένην αἰτίαν κακῶν καὶ ἀρχὴν ἀποφαίνοντος. ὁ γὰρ Πλάτων μητέρα μὲν καὶ τιθήνην καλεῖ τὴν ὕλην, αἰτίαν δὲ κακοῦ τὴν κινητικὴν τῆς ὕλης καὶ περὶ τὰ σώματα γιγνομένην μεριστὴν ἄτακτον καὶ ἄλογον οὐκ ἄψυχον δὲ κίνησιν, ἣν ἐν Νόμοις ὥσπερ εἴρηται ψυχὴν ἐναντίαν καὶ ἀντίπαλον τῇ ἀγαθουργῷ προσεῖπε. ψυχὴ γὰρ αἰτία κινήσεως καὶ ἀρχή, νοῦς δὲ τάξεως καὶ συμφωνίας περὶ κίνησιν. ὁ γὰρ θεὸς οὐκ ἀνέστησε τὴν ὕλην ἀργοῦσαν ἀλλʼ ἔστησεν ὑπὸ τῆς ἀνοήτου ταραττομένην αἰτίας·1 οὐδʼ ἀρχὰς τῇ φύσει μεταβολῆς καὶ παθῶν παρέσχεν, ἀλλʼ οὔσης ἐν πάθεσι παντοδαποῖς καὶ μεταβολαῖς ἀτάκτοις ἐξεῖλε τὴν πολλὴν ἀοριστίαν καὶ πλημμέλειαν, ἁρμονίᾳ καὶ ἀναλογίᾳ καὶ ἀριθμῷ χρώμενος ὀργάνοις· ὧν ἔργον ἐστὶν οὐ μεταβολῇ καὶ κινήσει ἑτερότητος πάθη καὶ διαφορὰς παρέχειν τοῖς πράγμασιν, ἀλλὰ μᾶλλον ἀπλανῆ καὶ στάσιμα καὶ τοῖς κατὰ ταὐτὰ ὡσαύτως ἔχουσιν ὅμοια ποιεῖν. ἡ μὲν οὖν διάνοια τοιαύτη, κατά γε τὴν ἐμὴν δόξαν, τοῦ Πλάτωνος.
然而柏拉图并非如此;他使质料免除了一切差异,并将恶的原因置于离神最远处,在《政治家篇》中关于宇宙写下了这样的话:“因为凡优美之物,宇宙皆从组合它者那里获得;但天空中所发生的一切险恶与不公,宇宙自身既从先前的那种状态中具有它们,又将其施加于诸动物之中。” 再往前一点,他又说:“但随着时间的流逝,遗忘在它内部滋生,古老的不协调状态便愈加得势,它甚至面临瓦解并再度沉沦入无限的‘不相似之境’的危险。” 然而,不相似并不属于无性质且无差别的质料。然而,欧德谟与许多其他人一样未能理解,因而讥讽柏拉图,责难他不该将自己屡次称作‘母亲’与‘养育者’的东西宣布为恶的原因与本原。因为柏拉图固然称质料为母亲和养育者,但被称为恶之原因的,乃是发动质料、并在肉体周围成为可分的、混乱无序且无理性的运动(但这并非无灵魂的运动);正如已指出的,他在《法律篇》中将此运动称为与行善之灵魂相反且抗衡的灵魂。因为灵魂是运动的原因和本原,而理智则是关乎运动的秩序与协调的原因。因为神并非唤起处于静止中的质料,而是平息了受无知之原因骚扰的质料;神亦未曾赋予本性以变化和受动状态的开端,而是在其已处于千变万化的受动与无序变化中时,以和谐、比例和数为工具,除去了其大量的无定与不协调;这些工具的功用并不是通过变化和运动将差异的受动状态与区别赋予事物,而是使事物稳定不移、定止不偏,并与那些恒常保持同一状态者相似。在我看来,柏拉图的思想大抵如此。
ἀπόδειξις δὲ πρώτη μὲν ἡ τῆς λεγομένης καὶ δοκούσης αὐτοῦ πρὸς ἑαυτὸν ἀσυμφωνίας καὶ διαφορᾶς λύσις. οὐδὲ γὰρ σοφιστῇ κραιπαλῶντι, πόθεν γε δὴ Πλάτωνι,2 τοιαύτην ἄν τις ἀναθείη, περὶ οὓς ἐσπουδάκει μάλιστα τῶν λόγων, ταραχὴν καὶ ἀνωμαλίαν, ὥστε τὴν αὐτὴν φύσιν ὁμοῦ καὶ ἀγένητον ἀποφαίνειν καὶ γενομένην, ἀγένητον μὲν ἐν Φαίδρῳ τὴν ψυχὴν ἐν δὲ Τιμαίῳ γενομένην. ἡ μὲν οὖν ἐν Φαίδρῳ διάλεκτος ὀλίγου δεῖν ἅπασι διὰ στόματός ἐστι, τῷ ἀγενήτῳ τὸ ἀνώλεθρον τῷ δʼ αὐτοκινήτῳ πιστουμένη τὸ ἀγένητον αὐτῆς· ἐν δὲ Τιμαίῳ τὴν δὲ ψυχήν φησιν οὐχ ὡς νῦν ὑστέραν ἐπιχειροῦμεν λέγειν οὕτως ἐμηχανήσατο καὶ ὁ θεὸς νεωτέραν οὐ γὰρ ἂν ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου συνέρξας εἴασεν· ἀλλά πως ἡμεῖς πολὺ μετέχοντες τοῦ προστυχόντος τε καὶ εἰκῇ ταύτῃ πη καὶ λέγομεν ὁ δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν τὴν ψυχὴν σώματος, ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου, συνεστήσατο. καὶ πάλιν, εἰπὼν ὡς αὐτὴ ἐν ἑαυτῇ στρεφομένη θείαν ἀρχὴν ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου, τὸ μὲν δὴ σῶμά φησιν ὁρατὸν οὐρανοῦ γέγονεν, αὐτὴ δʼ ἀόρατος μὲν λογισμοῦ δὲ μετέχουσα καὶ ἁρμονίας ψυχή, τῶν νοητῶν ἀεὶ τʼ ὄντων ὑπὸ τοῦ ἀρίστου ἀρίστη γενομένη τῶν γεννηθέντων3 ἐνταῦθα γὰρ τὸν μὲν θεὸν ἄριστον εἰπὼν τῶν ἀεὶ ὄντων, τὴν δὲ ψυχὴν ἀρίστην τῶν γεννηθέντων, σαφεστάτῃ ταύτῃ τῇ διαφορᾷ καὶ ἀντιθέσει τὸ ἀίδιον αὐτῆς καὶ τὸ ἀγένητον ἀφῄρηται.
而第一项证明,乃是化解他所谓且表面呈现的自相矛盾与分歧。因为任何人都绝不可能将这样一种混乱与不一致——即就其最竭力探究的论题而言,宣告同一本性既是非生成的又是生成的,即在《斐德罗篇》中称灵魂为非生成的,而在《蒂迈欧篇》中又称之为生成的——归咎于一个宿醉的智者,更何况是柏拉图?《斐德罗篇》中的论述几乎人人耳熟能详,它以非生成性来确证灵魂的不可毁灭性,又以自身运动来确证其非生成性;但在《蒂迈欧篇》中他说:“至于灵魂,神并未按照我们现在试图将它说成较后出现的那样把它造得更为年轻;因为在结合二者时,神绝不会容许年长者被年轻者所统治;然而由于我们在很大程度上分有了偶合与草率,才以这种方式言说;但他无论在生成上还是在美德上,都将灵魂构成为先于且年长于肉体者,作为女主人统治那将要受统治者。” 接着,在说到“她自身在自身中旋转,开启了不息而明智的生命的神圣开端”之后,他又说:“天空那有形可见的肉体固然已经生成,但灵魂自身却是无形的,分有推理与和谐,由可知且恒在者中最至善者生成为被生成者中最至善者。” 因为在这里,他将神称为恒在者中最至善者,而将灵魂称为被生成者中最至善者,通过这一极其明确的差异与对立,剥夺了灵魂的永恒性与非生成性。
- 7οὐκ ἀνέστησε τὴν ὕλην ἀργοῦσαν ἀλλʼ ἔστησεν ὑπὸ τῆς ἀνοήτου ταραττομένην αἰτίας
复合动词 ἀνέστησε(唤起、使之动)与简单动词 ἔστησεν(使之停、平息)之间形成的词根对仗修辞,分别搭配对称的分词补足成分(ἀργοῦσαν“惰性的”与 ταραττομένην“受骚乱的”)。通过这一动词词义的对立,强调了神的创世活动不是激发被动的质料,而是平息原本就存在的无序动荡。
- 8πόθεν γε δὴ Πλάτωνι
承接前文 οὐδὲ γὰρ σοφιστῇ κραιπαλῶντι(连一个宿醉的智者也不会……)的省略与反诘修辞结构。省略了 ἄν τις ἀναθείη(怎会有人归咎……),构成举轻明重的推论(a fortiori),意为“更何况是对柏拉图”。
- 8τῶν νοητῶν ἀεὶ τʼ ὄντων ὑπὸ τοῦ ἀρίστου ἀρίστη γενομένη τῶν γεννηθέντων
由两个不同挂靠的部分属格构成的对称结构。前部的属格短语 τῶν νοητῶν ἀεὶ τʼ ὄντων 修饰施事介词短语中的最高级形容词 τοῦ ἀρίστου(“由可知且恒在者中最至善者”),而后部的属格 τῶν γεννηθέντων 则修饰表语阴性最高级 ἀρίστη(“在被生成者中最至善者”)。通过最高级与部分属格的呼应,严整地形成了造物主与受造灵魂的对立。
