← 普鲁塔克

论《蒂迈欧篇》中灵魂的产生

§6

作为混乱与恶之根源的前宇宙灵魂

作者援引《斐勒布篇》《蒂迈欧篇》和《法律篇》,论证引发混乱与恶的无定运动本原属于前宇宙的灵魂而非质料,由此批驳了将恶归咎于质料的观点以及斯多亚派将恶视作偶发后果的理论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

τὴν δὲ τῆς ψυχῆς ἐν Φιλήβῳ μὲν ἀπειρίαν κέκληκεν, ἀριθμοῦ καὶ λόγου στέρησιν οὖσαν, ἐλλείψεώς τε καὶ ὑπερβολῆς καὶ διαφορᾶς καὶ ἀνομοιότητος ἐν αὑτῇ πέρας οὐδὲν οὐδὲ μέτρον ἔχουσαν· ἐν δὲ Τιμαίῳ τὴν τῇ ἀμερίστῳ συγκεραννυμένην φύσει καὶ περὶ τὰ σώματα γίγνεσθαι λεγομένην μεριστὴν οὔτε πλῆθος ἐν μονάσι καὶ στιγμαῖς οὔτε μήκη καὶ πλάτη λέγεσθαι νομιστέον,1 ἃ σώμασι προσήκει καὶ σωμάτων μᾶλλον ἢ τῆς ψυχῆς ἐστιν, ἀλλὰ τὴν ἄτακτον καὶ ἀόριστον αὐτοκίνητον δὲ καὶ κινητικὴν ἀρχὴν ἐκείνην, ἣν πολλαχοῦ μὲν ἀνάγκην ἐν δὲ τοῖς Νόμοις ἄντικρυς ψυχὴν ἄτακτον εἴρηκε καὶ κακοποιόν· αὕτη γὰρ ἦν ψυχὴ καθʼ ἑαυτήν, νοῦ δὲ καὶ λογισμοῦ καὶ ἁρμονίας ἔμφρονος μετέσχεν, ἵνα κόσμου ψυχὴ γένηται. καὶ γὰρ τὸ πανδεχὲς καὶ ὑλικὸν ἐκεῖνο μέγεθος μὲν ἐκέκτητο καὶ διάστημα καὶ χώραν, κάλλους δὲ καὶ μορφῆς καὶ σχημάτων μετριότητος ἐνδεῶς εἶχεν· ἔλαχε δὲ τούτων, ἵνα γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἀστέρων φυτῶν τε καὶ ζῴων παντοδαπὰ σώματα καὶ ὄργανα γίγνηται κοσμηθέν. οἱ δὲ τὴν ἐν Τιμαίῳ λεγομένην ἀνάγκην, ἐν δὲ Φιλήβῳ περὶ τὸ μᾶλλον καὶ ἧττον ἐλλείψεως καὶ ὑπερβολῆς ἀμετρίαν καὶ ἀπειρίαν τῇ ὕλῃ προστιθέντες ἀλλὰ μὴ τῇ ψυχῇ, ποῦ θήσονται τὸ τὴν ὕλην ἀεὶ μὲν ἄμορφον καὶ ἀσχημάτιστον ὑπʼ αὐτοῦ λέγεσθαι2 καὶ πάσης ποιότητος καὶ δυνάμεως οἰκείας ἔρημον, εἰκάζεσθαι δʼ ἀώδεσιν ἐλαίοις, ἃ πρὸς τὰς βαφὰς οἱ μυρεψοὶ λαμβάνουσιν; οὐ γὰρ οἷόν τε τὸ ἄποιον καὶ ἀργὸν ἐξ αὑτοῦ καὶ ἀρρεπὲς αἰτίαν κακοῦ καὶ ἀρχὴν ὑποτίθεσθαι τὸν Πλάτωνα3 καὶ καλεῖν ἀπειρίαν αἰσχρὰν καὶ κακοποιόν, αὖθις δʼ ἀνάγκην πολλὰ τῷ θεῷ δυσμαχοῦσαν καὶ ἀφηνιάζουσαν. ἡ γάρ ἀναστρέφουσα τὸν οὐρανόν, ὥσπερ ἐν Πολιτικῷ λέγεται, καὶ ἀνελίττουσα πρὸς τοὐναντίον ἀνάγκη καὶ σύμφυτος ἐπιθυμία καὶ τὸ τῆς πάλαι ποτὲ φύσεως σύντροφον πολλῆς μετέχον ἀταξίας, πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι, πόθεν ἐγγέγονε τοῖς πράγμασιν, εἰ τὸ μὲν ὑποκείμενον ἄποιος ἦν ὕλη καὶ ἄμοιρος αἰτίας ἁπάσης, ὁ δὲ δημιουργὸς ἀγαθὸς καὶ πάντα βουλόμενος αὑτῷ κατὰ δύναμιν ἐξομοιῶσαι, τρίτον δὲ παρὰ ταῦτα μηδέν; αἱ γὰρ Στωικαὶ καταλαμβάνουσιν ἡμᾶς ἀπορίαι, τὸ κακὸν ἐκ τοῦ μὴ ὄντος ἀναιτίως καὶ ἀγενήτως ἐπεισάγοντας ἐπεὶ τῶν γʼ ὄντων οὔτε τἀγαθὸν οὔτε τὸ ἄποιον εἰκός ἐστιν οὐσίαν κακοῦ καὶ γένεσιν παρασχεῖν ἀλλὰ ταὐτὸ Πλάτων οὐκ ἔπαθε τοῖς ὕστερον, οὐδὲ παριδὼν ὡς ἐκεῖνοι τὴν μεταξὺ τῆς ὕλης καὶ τοῦ θεοῦ τρίτην ἀρχὴν καὶ δύναμιν ὑπέμεινε τῶν λόγων τὸν ἀτοπώτατον, ἐπεισόδιον οὐκ οἶδʼ ὅπως ποιοῦντα τὴν τῶν κακῶν φύσιν ἀπʼ αὐτομάτου κατὰ συμβεβηκός. Ἐπικούρῳ μὲν γὰρ οὐδʼ ἀκαρὲς ἐγκλῖναι τὴν ἄτομον συγχωροῦσιν, ὡς ἀναίτιον ἐπεισάγοντι κίνησιν ἐκ τοῦ μὴ ὄντος· αὐτοὶ δὲ κακίαν καὶ κακοδαιμονίαν τοσαύτην ἑτέρας τε περὶ σῶμα μυρίας ἀτοπίας καὶ δυσχερείας, αἰτίαν ἐν ταῖς ἀρχαῖς οὐκ ἐχούσας, κατʼ ἐπακολούθησιν γεγονέναι λέγουσιν.

另一方面,柏拉图在《斐勒布篇》中将灵魂的实体称为“无限”,即数与理性的缺失,其自身在不足与过度、差异与不相似之中毫无界限与节度;而在《蒂迈欧篇》中,与不可分本性相混合、并被说成是在肉体周围成为可分的那一部分,不应被认为是指单子与点中的多数,亦非长与宽——这些属于肉体,更关乎肉体而非灵魂——而应被认为是指那个无序、无定、却能自身运动并发动运动的本原,他在许多地方称之为“必然”,在《法律篇》中则直截了当地称之为“无序而作恶的灵魂”。因为这便是就其自身而言的灵魂,它分有了理智、推理和明智的和谐,从而得以成为宇宙的灵魂。因为那全纳的质料实体虽然具备量度、间隔与处所,却欠缺优美、形相与形貌的适度;然而它获得了这些,以便经过饰理之后,成为大地、海洋、天空、星辰、植物与动物的各式各样的肉体与器官。然而,那些将《蒂迈欧篇》中所说的必然,以及《斐勒布篇》中关涉“更多与更少”的不足与过度的无度与无限,归于质料而非灵魂的人,又将如何处置柏拉图始终将质料说成是无形无相的、欠缺一切性质与固有能力、并将其比作调香师配制香膏时所用的无味之油这一事实呢?因为柏拉图绝不可能将本身无性质、惰性且无偏向之物设想为恶的原因和本原,称之为丑陋且作恶的无限,又称之为多次顽强抗拒神明并脱缰叛逆的必然。正如在《政治家篇》中所言,倒转天空并使其向相反方向回旋的必然、固有的欲望、以及在进入现今宇宙之前分有大量混乱的古昔本性的生来特质,究竟从何进入事物之中——如果基质是无性质且与一切原因无涉的质料,而造物主是善的且意图尽可能使万物与自身相似,除这二者之外别无第三者?因为那样一来,斯多亚派的困境便会笼罩我们,即无因而无生发地从非存在中引入了恶;因为在存在者之中,无论是善者还是无性质者,都不可能提供恶的实体与生成。然而柏拉图并未遭遇后来者所受的遭遇,亦未像他们那样忽视了质料与神之间的第三种本原与能力,以至于忍受了诸种论辩中最荒唐的一种——以某种方式将恶的本性弄成凭空自发、依附发生的插曲。斯多亚派连微末的原子偏转都不肯让给伊壁鸠鲁,指责他是从非存在中引入了无因的运动;而他们自己却声称,如此巨大的邪恶与祸患,以及肉体周围无数的悖谬与困顿,在诸本原中毫无原因,反而是作为附带后果而产生的。

语法注3 条
  1. 6οὔτε πλῆθος ἐν μονάσι καὶ στιγμαῖς οὔτε μήκη καὶ πλάτη λέγεσθαι νομιστέον

    由形容词性动词 νομιστέον 引出的“宾格加不定式”结构。前文出现的宾格短语 τὴν ... μεριστήν 作为 λέγεσθαι 的逻辑主语(“不可认为那可分之物被说成是……”)。紧随其后的 ἀλλὰ τὴν ἄτακτον καὶ ἀόριστον ... ἀρχὴν ἐκείνην 与 οὔτε πλῆθος ... 相对呼应,作为断定其本质的述语宾格。

  2. 6ποῦ θήσονται τὸ τὴν ὕλην ἀεὶ μὲν ἄμορφον καὶ ἀσχημάτιστον ὑπʼ αὐτοῦ λέγεσθαι

    惯用句 ποῦ θήσονται(“将置于何处?”,即“如何解释/处理?”)支配带冠词的不定式短语 τὸ ... λέγεσθαι ... εἰκάζεσθαι 作为直接宾语。这是一个修辞性疑问句,旨在指出将恶的原因归于质料的人,与柏拉图明确将质料描述为毫无形相、如同无味之油的文本之间的不可调和的矛盾。

  3. 6οὐ γὰρ οἷόν τε τὸ ἄποιον καὶ ἀργὸν ἐξ αὑτοῦ καὶ ἀρρεπὲς αἰτίαν κακοῦ καὶ ἀρχὴν ὑποτίθεσθαι τὸν Πλάτωνα

    非人称结构 οὐ γὰρ οἷόν τε(“因为不可能……”)支配宾格加不定式结构。后置的宾格名词 τὸν Πλάτωνα 是不定式 ὑποτίθεσθαι 的逻辑主语,而前置的中性单数宾格 τὸ ἄποιον καὶ ἀργὸν ... 为直接宾语,αἰτίαν κακοῦ καὶ ἀρχὴν 则是双宾格结构中的宾语补足语(述语宾格)。由于语序倒装,需要准确辨析主谓与宾补关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:6