← 普鲁塔克

论《蒂迈欧篇》中灵魂的产生

§4-5

宇宙与灵魂的时间生成及神对混沌的整饬

作者批评了那些将宇宙与灵魂的生成视作纯粹比喻的学者,指出这瓦解了柏拉图以灵魂先于肉体为基石的论争;随后提出自己的主张,即生成并非无中生有,而是神将前宇宙中无序的质料与无理性的运动整饬为和谐的活物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

ὅ γε μὴν οὗτοί τε κοινῇ καὶ οἱ πλεῖστοι τῶν χρωμένων Πλάτωνι φοβούμενοι καὶ παραμυθούμενοι πάντα μηχανῶνται καὶ παραβιάζονται καὶ στρέφουσιν, ὥς τι δεινὸν καὶ ἄρρητον οἰόμενοι δεῖν περικαλύπτειν καὶ ἀρνεῖσθαι, τήν τε τοῦ κόσμου τήν τε τῆς ψυχῆς αὐτοῦ γένεσιν καὶ σύστασιν,1 οὐκ ἐξ ἀιδίου συνεστώτων οὐδὲ τὸν ἄπειρον χρόνον οὕτως ἐχόντων,2 ἰδίᾳ τε λόγου τέτευχε καὶ νῦν ἀρκέσει ῥηθέν, ὅτι τὸν περὶ θεῶν ἀγῶνα καὶ λόγον, ᾧ Πλάτων ὁμολογεῖ φιλοτιμότατα καὶ παρʼ ἡλικίαν πρὸς τοὺς ἀθέους κεχρῆσθαι, συγχέουσι, μᾶλλον δʼ ὅλως ἀναιροῦσιν. εἰ γὰρ ἀγένητος ὁ κόσμος ἐστίν, οἴχεται τῷ Πλάτωνι τὸ πρεσβύτερον τοῦ σώματος τὴν ψυχὴν οὖσαν ἐξάρχειν μεταβολῆς καὶ κινήσεως πάσης, ἡγεμόνα καὶ πρωτουργόν, ὡς αὐτὸς εἴρηκεν, ἐγκαθεστῶσαν. τίς δʼ οὖσα καὶ τίνος ὄντος ἡ ψυχὴ τοῦ σώματος προτέρα καὶ πρεσβυτέρα λέγεται γεγονέναι, προϊὼν ὁ λόγος ἐνδείξεται τοῦτο γὰρ ἠγνοημένον ἔοικε τὴν πλείστην ἀπορίαν καὶ ἀπιστίαν παρέχειν τῆς ἀληθοῦς δόξης.

然而,这些人共同以及多数追随柏拉图的人所害怕并加以掩饰的事物——他们绞尽脑汁、强行歪曲,以为必须将之掩盖和否认,视如某种可怕而不可言说之事,即宇宙及其灵魂的生成与构成,它们并非自永恒以来便已结合而成,亦非在无限的时间中始终如此——这一点已受到专门的探讨,现在只需说明如下即可:他们混乱了、或者说完全瓦解了关于诸神的论辩,而柏拉图承认自己曾为了对抗无神论者,以极大的热忱且不顾年迈而运用了这一论辩。因为如果宇宙是非生成的,那么柏拉图关于灵魂年长于肉体、如他自己所言被确立为领导者和最初发动者而统领一切变化与运动的主张便不复存在了。灵魂究竟是怎样的存在,又是在何种前提之下被称为先于并年长于肉体而生成的,接下来的论述将会阐明;因为对此的无知,似乎对真确见解造成了最大的困惑与怀疑。

§5

πρῶτον οὖν ἣν ἔχω περὶ τούτων διάνοιαν ἐκθήσομαι, πιστούμενος τῷ εἰκότι καὶ παραμυθούμενος, ὡς ἔνεστι, τὸ ἄηθες τοῦ λόγου καὶ παράδοξον· ἔπειτʼ αὐταῖς λέξεσιν ἐπάξω συνοικειῶν ἅμα τὴν ἐξήγησιν καὶ τὴν ἀπόδειξιν. ἔχει γὰρ οὕτω κατά γε τὴν ἐμὴν τὰ πράγματα δόξαν. κόσμον τόνδε φησὶν Ἡράκλειτος οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν ὥσπερ φοβηθεὶς μὴ θεοῦ ἀπογνόντες ἄνθρωπόν τινα γεγονέναι τοῦ κόσμου δημιουργὸν ὑπονοήσωμεν. βέλτιον οὖν Πλάτωνι πειθομένους τὸν μὲν κόσμον ὑπὸ θεοῦ γεγονέναι λέγειν καὶ ᾅδειν· ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων ὁ δʼ ἄριστος τῶν αἰτίων· τὴν δʼ οὐσίαν καὶ ὕλην, ἐξ ἧς γέγονεν, οὐ γενομένην ἀλλʼ ὑποκειμένην ἀεὶ τῷ δημιουργῷ εἰς διάθεσιν καὶ τάξιν αὑτῆς καὶ πρὸς αὐτὸν ἐξομοίωσιν ὡς δυνατὸν ἦν ἐμπαρασχεῖν.3 οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος ἡ γένεσις ἀλλʼ ἐκ τοῦ μὴ καλῶς μηδʼ ἱκανῶς ἔχοντος, ὡς οἰκίας καὶ ἱματίου καὶ ἀνδριάντος. ἀκοσμία γὰρ ἦν τὰ πρὸ τῆς τοῦ κόσμου γενέσεως· ἀκοσμία δʼ οὐκ ἀσώματος οὐδʼ ἀκίνητος οὐδʼ ἄψυχος ἀλλʼ ἄμορφον μὲν καὶ ἀσύστατον τὸ σωματικὸν ἔμπληκτον δὲ καὶ ἄλογον τὸ κινητικὸν ἔχουσα τοῦτο δʼ ἦν ἀναρμοστία ψυχῆς οὐκ ἐχούσης λόγον. ὁ γὰρ θεὸς οὔτε σῶμα τὸ ἀσώματον οὔτε ψυχὴν τὸ ἄψυχον ἐποίησεν, ἀλλʼ ὥσπερ ἁρμονικὸν ἄνδρα καὶ ῥυθμικὸν οὐ φωνὴν ποιεῖν οὐδὲ κίνησιν ἐμμελῆ δὲ φωνὴν καὶ κίνησιν εὔρυθμον ἀξιοῦμεν, οὕτως ὁ θεὸς οὔτε τοῦ σώματος τὸ ἁπτὸν καὶ ἀντίτυπον οὔτε τῆς ψυχῆς τὸ φανταστικὸν καὶ κινητικὸν αὐτὸς ἐποίησεν· ἀμφοτέρας δὲ τὰς ἀρχὰς παραλαβών, τὴν μὲν ἀμυδρὰν καὶ σκοτεινὴν τὴν δὲ ταραχώδη καὶ ἀνόητον ἀτελεῖς δὲ τοῦ προσήκοντος ἀμφοτέρας καὶ ἀορίστους, ἔταξε καὶ διεκόσμησε καὶ συνήρμοσε, τὸ κάλλιστον ἀπεργασάμενος καὶ τελειότατον ἐξ αὐτῶν ζῷον. ἡ μὲν οὖν σώματος οὐσία τῆς λεγομένης ὑπʼ αὐτοῦ πανδεχοῦς φύσεως ἕδρας τε καὶ τιθήνης τῶν γενητῶν οὐχ ἑτέρα τίς ἐστιν.

因此,我首先将阐述自己对此事的看法,通过合理性来求得信任,并尽可能缓和这一论断的不合常情与悖谬之处;随后,我将引用柏拉图的原话,使阐释与论证同时并举。因为至少在我看来,实际情况乃是如此。 这宇宙 赫拉克利特说 既非神明亦非凡人所造仿佛他害怕我们若放弃神明,就会推想某个凡人成为了宇宙的造物主。因此,更好的做法是听从柏拉图,称颂并歌赞宇宙是由神所生成的;因为宇宙是生成之物中最优美的,而神是因由中最卓越的;至于宇宙由此生成的实体与质料,则不是生成的,而是一直作为底层基质呈现给造物主,以提供自身供其处置和整饬,并在可能范围内使其与神相似。因为生成并非出于非存在,而是出于不佳且未臻完备的状态,正如房屋、外衣和雕像一样。在宇宙生成之前,存在着无序;但无序既非非肉体的,亦非不动的,亦非无灵魂的,而是肉体部分无形相且未定型,而运动部分狂暴且无理性;这就是缺乏理性的灵魂的失调。因为神既未将非肉体之物造为肉体,亦未将无灵魂之物造为灵魂;正如我们认为一个精通和声与韵律的人并非制造声音和运动,而是制造合乎旋律的声音与合乎节拍的运动一样,神自己既未制造肉体的可触性与抗阻性,亦未制造灵魂的表象力与运动力;而是接纳了这两大本原——其一微弱而昏暗,其二骚动而愚妄,二者皆欠缺应有的完满性且未加限定——予以整饬、秩序化并加以调和,由它们造就了最美丽、最完善的活物。由此可见,肉体的实体不是别的,正是他所称的全纳之本性,以及生成之物的处所与滋育者。

语法注3 条
  1. 4τήν τε τοῦ κόσμου τήν τε τῆς ψυχῆς αὐτοῦ γένεσιν καὶ σύστασιν

    同格宾语短语,用以具体阐明句首由关系代词宾格 ὅ 所引出的分句(ὅ γε μὴν οὗτοί τε κοινῇ καὶ οἱ πλεῖστοι...)的实际内容,在意义上充当 περικαλύπτειν 与 ἀρνεῖσθαι 的具体宾语。

  2. 4οὐκ ἐξ ἀιδίου συνεστώτων οὐδὲ τὸν ἄπειρον χρόνον οὕτως ἐχόντων

    属格独立结构,其逻辑主语为前文提及的宇宙及其灵魂(τοῦ κόσμου καὶ τῆς ψυχῆς),表明宇宙与灵魂并非从永恒之初便结合而成,亦非无始以来便保持该状态。

  3. 5εἰς διάθεσιν καὶ τάξιν αὑτῆς καὶ πρὸς αὐτὸν ἐξομοίωσιν ὡς δυνατὸν ἦν ἐμπαρασχεῖν

    不定式 ἐμπαρασχεῖν 依附于前面的分词 ὑποκειμένην,作目的或结果性说明(‘以便提供自身……’);反身代词属格 αὑτῆς 指质料自身接受布置与秩序化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:4-5