← 普鲁塔克

论《蒂迈欧篇》中灵魂的产生

§3

对非时间生成说的质疑与两派诠释之驳难

作者指出,各派注释家均将灵魂与宇宙的生成视为理论上的逻辑分析而非时间中的真实生成;在此基础上,作者拒绝了欧多洛斯的调和观点,并详细反驳了克塞诺克拉底与克兰托尔两派对柏拉图在数、实体以及根本范畴上学说的误读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

ὁμαλῶς δὲ πάντες οὗτοι χρόνῳ μὲν οἴονται τὴν ψυχὴν μὴ γεγονέναι μηδʼ εἶναι γενητήν, πλείονας δὲ δυνάμεις ἔχειν, εἰς ἃς ἀναλύοντα θεωρίας ἕνεκα τὴν οὐσίαν αὐτῆς λόγῳ τὸν Πλάτωνα γιγνομένην ὑποτίθεσθαι καὶ συγκεραννυμένην τὰ δʼ αὐτὰ καὶ περὶ τοῦ κόσμου διανοούμενον ἐπίστασθαι μὲν ἀίδιον ὄντα καὶ ἀγένητον, τὸ δʼ ᾧ τρόπῳ συντέτακται καὶ διοικεῖται καταμαθεῖν οὐ ῥᾴδιον ὁρῶντα τοῖς μήτε γένεσιν αὐτοῦ μήτε τῶν γενητικῶν σύνοδον ἐξ ἀρχῆς προϋποθεμένοις ταύτην τὴν ὁδὸν τραπέσθαι.1 τοιούτων δὲ τῶν καθόλου λεγομένων, ὁ μὲν Εὔδωρος οὐδετέρους ἀμοιρεῖν οἴεται τοῦ εἰκότος· ἐμοὶ δὲ δοκοῦσι τῆς Πλάτωνος ἀμφότεροι διαμαρτάνειν δόξης, εἰ κανόνι τῷ πιθανῷ χρηστέον, οὐκ ἴδια δόγματα περαίνοντας ἀλλʼ ἐκείνῳ τι βουλομένους λέγειν ὁμολογούμενον.2 ἡ μὲν γὰρ ἐκ τῆς νοητῆς καὶ τῆς αἰσθητῆς οὐσίας λεγομένη μῖξις οὐ διασαφεῖται πῆ ποτε ψυχῆς μᾶλλον ἢ τῶν ἄλλων, ὅ τι ἄν τις εἴπῃ, γένεσίς ἐστιν. αὐτός τε γὰρ ὁ κόσμος οὗτος καὶ τῶν μερῶν ἕκαστον αὐτοῦ συνέστηκεν ἔκ τε σωματικῆς οὐσίας καὶ νοητῆς, ὧν ἡ μὲν ὕλην καὶ ὑποκείμενον ἡ δὲ μορφὴν καὶ εἶδος τῷ γενομένῳ παρέσχε· καὶ τῆς μὲν ὕλης τὸ μετοχῇ καὶ εἰκασίᾳ τοῦ νοητοῦ μορφωθὲν εὐθὺς ἁπτὸν καὶ ὁρατόν ἐστιν, ἡ ψυχὴ δὲ πᾶσαν αἴσθησιν ἐκπέφευγεν. ἀριθμὸν γε μὴν ὁ Πλάτων οὐδέποτε τὴν ψυχὴν προσεῖπεν, ἀλλὰ κίνησιν αὐτοκίνητον ἀεὶ καὶ κινήσεως πηγὴν καὶ ἀρχήν· ἀριθμῷ δὲ καὶ λόγῳ καὶ ἁρμονίᾳ διακεκόσμηκε τὴν οὐσίαν αὐτῆς ὑποκειμένην καὶ δεχομένην τὸ κάλλιστον εἶδος ὑπὸ τούτων ἐγγιγνόμενον. οἶμαι δὲ μὴ ταὐτὸν εἶναι τῷ κατʼ ἀριθμὸν συνεστάναι τὴν ψυχὴν τὸ τὴν οὐσίαν αὐτῆς ἀριθμὸν ὑπάρχειν·3 ἐπεὶ καθʼ ἁρμονίαν συνέστηκεν, ἁρμονία δʼ οὔκ ἐστιν, ὡς αὐτὸς ἐν τῷ περὶ Ψυχῆς ἀπέδειξεν. ἐκφανῶς δὲ τούτοις ἠγνόηται τὸ περὶ τοῦ ταὐτοῦ καὶ τοῦ ἑτέρου· λέγουσι γὰρ ὡς τὸ μὲν στάσεως τὸ δὲ κινήσεως συμβάλλεται δύναμιν εἰς τὴν τῆς ψυχῆς γένεσιν, αὐτοῦ Πλάτωνος ἐν τῷ Σοφιστῇ τὸ ὂν καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον, πρὸς δὲ τούτοις στάσιν καὶ κίνησιν, ὡς ἕκαστον ἑκάστου διαφέρον καὶ πέντε ὄντα χωρὶς ἀλλήλων τιθεμένου καὶ διορίζοντος4

然而这些人同样都认为,灵魂在时间中并未生成,也不是可生成的,而是具有多种能力;柏拉图为了理论思辨的缘故,在理性上将其本质分解为这些能力,并设定灵魂是生成与混合而成的。他们还认为,柏拉图对于宇宙亦持相同看法,深知宇宙是永恒且无始的,但鉴于若不从一开始就预先假定宇宙的生成或各生成因的汇聚,人们便不易领会宇宙是以何种方式被建构和治理的,因而转而采用了这种路径。在这些普遍的说法中,欧多洛斯认为两派都不乏合理性;但在我看来,如果必须以可信性为准则的话,两派都未能切中柏拉图的原意,因为他们的本意并非确立自己的独立学说,而是希望提出与他相符的见解。因为所谓由可知实体与可感实体混合而成的说法,并未阐明这为何是灵魂的生成,而不是任何其他人们可以指称之物的生成。事实上,这个宇宙本身及其各个组成部分,都是由肉体性实体和可知实体构成的,在其中前者为生成之物提供了质料和载体,后者则提供了形相和形式;而在质料中,因分有可知事物并与之相似而被塑造成形的部分,立刻就成为可触知的和可见的,而灵魂却超脱于一切感觉之外。此外,柏拉图从未将灵魂称为数,而是始终称之为自行运动的运动,以及运动的源泉和本原;他用数、比例和和谐来整饬其底层的本质,使之接受由这些要素所赋予的最优美的形相。我认为,灵魂依数而构建,并不等同于灵魂的本质就是数;因为灵魂依和谐而构建,但它本身并不是和谐,正如柏拉图自己在《论灵魂》中证明的那样。显然,他们在‘同’与‘异’方面也是无知的;因为他们声称前者为灵魂的生成提供了静止的能力,后者提供了运动的能力,然而柏拉图自己在《智者篇》中,却将存在、‘同’与‘异’,以及在此之外的静止与运动,确立并界定为互不相同且彼此分离的五种存在。

语法注4 条
  1. 3διανοούμενον ἐπίστασθαι μὲν ἀίδιον ὄντα καὶ ἀγένητον, τὸ δʼ ᾧ τρόπῳ συντέτακται καὶ διοικεῖται καταμαθεῖν οὐ ῥᾴδιον ὁρῶντα τοῖς μήτε γένεσιν αὐτοῦ μήτε τῶν γενητικῶν σύνοδον ἐξ ἀρχῆς προϋποθεμένοις ταύτην τὴν ὁδὸν ... τραπέσθαι

    分词 διανοούμενον 与 ὁρῶντα 均为宾格,在主句动词 οἴονται 所支配的“宾格加不定式”间接引语结构中,修饰其逻辑主语 τὸν Πλάτωνα。该长句与前文针对灵魂的论述平行,通过 μὲν...δέ 将两个不定式 ἐπίστασθαι 与 τραπέσθαι 相对置,用以解释注释家如何看待柏拉图关于宇宙生成的假说。

  2. 3οὐκ ἴδια δόγματα περαίνοντας ἀλλʼ ἐκείνῳ τι βουλομένους λέγειν ὁμολογούμενον

    宾格分词短语 περαίνοντας 与 βουλομένους 在逻辑上修饰由 ἀμφότεροι 所指称的两派注释家。作者以此指出,既然两派的目的并非标新立异建立自说,而是寻求与柏拉图一致,因此可以用柏拉图的原意作为准绳来评判他们是否失之偏颇。

  3. 3τῷ κατʼ ἀριθμὸν συνεστάναι τὴν ψυχὴν τὸ τὴν οὐσίαν αὐτῆς ἀριθμὸν ὑπάρχειν

    定语化与格不定式短语 τῷ κατʼ ἀριθμὸν συνεστάναι 依附于形容词 ταὐτόν(意为‘与……相同’),而定语化宾格不定式短语 τὸ ... ὑπάρχειν 则充当不定式从句的主语。此构词骨架明确区分了‘依照数而建立’与‘其本质即是数’这两个不同范畴。

  4. 3αὐτοῦ Πλάτωνος ἐν τῷ Σοφιστῇ τὸ ὂν καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον, πρὸς δὲ τούτοις στάσιν καὶ κίνησιν, ὡς ἕκαστον ἑκάστου διαφέρον καὶ πέντε ὄντα χωρὶς ἀλλήλων τιθεμένου καὶ διορίζοντος

    αὐτοῦ Πλάτωνος ... τιθεμένου καὶ διορίζοντος 构成具有转折或让步意味的属格绝对结构。注释家们将‘同’等同于静止的动力、将‘异’等同于运动的动力,作者以此属格独立结构对比了柏拉图在《智者篇》中的亲笔界定,指出柏拉图明确将存在、同、异、静止与运动确立为彼此互异的五个最高范畴。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:3