- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了柏拉图天文学与音乐理论的对应关系,阐明了五个四音音阶与游星间隔、固定音的数目、八度音阶的构造,以及九位缪斯在天体与地界的配属。
ἀλλʼ οὔτε τούτων τὸ κομψὸν ἅπτεταί τινος ἀληθείας οὔτʼ ἐκεῖνοι παντάπασι τοῦ ἀκριβοῦς ἔχονται. οἷς δʼ οὖν οὐ δοκεῖ ταῦτα τῆς τοῦ Πλάτωνος ἀπηρτῆσθαι διανοίας, ἐκεῖνα κομιδῇ φανεῖται τῶν μουσικῶν λόγων ἔχεσθαι, τὸ εʼ τετραχόρδων ὄντων τῶν ὑπάτων καὶ μέσων καὶ συνημμένων καὶ διεζευγμένων καὶ ὑπερβολαίων ἐν πέντε διαστήμασι τετάχθαι τοὺς πλάνητας·1 ὧν τὸ μέν ἐστι τὸ ἀπὸ σελήνης ἐφʼ ἥλιον καὶ τοὺς ὁμοδρόμους ἡλίῳ, Στίλβωνα καὶ Φωσφόρον· ἕτερον τὸ ἀπὸ τούτων ἐπὶ τὸν Ἄρεος Πυρόεντα· τρίτον δὲ τὸ μεταξὺ τούτου καὶ Φαέθοντος· εἶθʼ ἑξῆς τὸ ἐπὶ Φαίνωνα καὶ πέμπτον ἤδη τὸ ἀπὸ τούτου πρὸς τὴν ἀπλανῆ σφαῖραν· ὥστε τοὺς ὁρίζοντας φθόγγους τὰ τετράχορδα τὸν τῶν πλανωμένων λόγον ἔχειν ἀστέρων. ἔτι τοίνυν τοὺς παλαιοὺς ἴσμεν ὑπάτας μὲν δύο τρεῖς δὲ νήτας μίαν δὲ μέσην καὶ μίαν παραμέσην τιθεμένους, ὥστε τοῖς πλάνησιν ἰσαρίθμους εἶναι τοὺς ἑστῶτας. οἱ δὲ νεώτεροι τὸν προσλαμβανόμενον, τόνῳ διαφέροντα τῆς ὑπάτης, ἐπὶ τὸ βαρὺ τάξαντες τὸ μὲν ὅλον σύστημα δὶς διὰ πασῶν ἐποίησαν, τῶν δὲ συμφωνιῶν τὴν κατὰ φύσιν οὐκ ἐτήρησαν τάξιν· τὸ γὰρ διὰ πέντε πρότερον γίγνεται τοῦ διὰ τεσσάρων, ἐπὶ τὸ βαρὺ τῇ ὑπάτῃ τοῦ τόνου προσληφθέντος. ὁ δὲ Πλάτων δῆλός ἐστιν ἐπὶ τὸ ὀξὺ προσλαμβάνων·2 λέγει γὰρ ἐν τῇ Πολιτείᾳ τῶν ὀκτὼ σφαιρῶν ἑκάστην περιφέρειν εἶτʼ ἐπʼ αὐτῇ Σειρῆνα βεβηκυῖαν ᾄδειν δὲ πάσας ἕνα τόνον ἱείσας, ἐκ δὲ πασῶν κεράννυσθαι μίαν ἁρμονίαν αὗται δʼ ἀνιέμεναι τὰ θεῖα εἴρουσι καὶ κατᾴδουσι τῆς ἱερᾶς περιόδου καὶ χορείας ὀκτάχορδον ἐμμέλειαν ὀκτὼ γὰρ ἦσαν καὶ οἱ πρῶτοι τῶν διπλασίων καὶ τριπλασίων ὅροι λόγων, ἑκατέρᾳ προσαριθμουμένης μερίδι τῆς μονάδος.3 οἱ δὲ πρεσβύτεροι Μούσας παρέδωκαν καὶ ἡμῖν ἐννέα, τὰς μὲν ὀκτὼ καθάπερ ὁ Πλάτων περὶ τὰ οὐράνια, τὴν δʼ ἐνάτην τὰ περίγεια κηλεῖν ἀνακαλουμένην καὶ καθιστᾶσαν ἐκ πλάνης καὶ διαφορᾶς ἀνωμαλίαν καὶ ταραχὴν ἐχούσης.
然而,这些精巧的议论既未触及任何真理,那些学者也根本未能保持精确。但是,在那些认为这些内容并未脱离柏拉图思想的人看来,以下情况将显得完全符合音乐原理:在存在五个四音音阶——即最低音部、中音部、连接音部、分离音部和最高音部——的情况下,游星被排列在五个音程间隔中。其中第一个是从月球到太阳以及与太阳同行者斯提尔邦和福斯福洛斯的间隔;第二个是从它们到阿瑞斯的火星的间隔;第三个是在此星与法厄同(木星)之间,接着是到法埃农(土星)的间隔,第五个则是从该星到恒星天球的间隔;从而限定四音音阶的定音具有游星的比例关系。此外,我们知道古人设定了两个最低音(许帕特)、三个最高音(奈特)、一个中音(梅塞)和一个次中音(帕拉梅塞),使得固定音的数目与游星相等。然而后起者将与最低音相差一个全音的附加最低音(普罗斯兰巴诺梅诺斯)置于低音区,使整个系统构成了双八度音程,却没有保持协和音的自然顺序;因为当全音在低音端附加于最低音时,五度音程便先于四度音程出现。但柏拉图显然是在高音区增加附加音的;因为他在《理想国》中说,八个天球各自载着立于其上的塞壬旋转,她们全都发出一个音调而歌唱,从全部声音中融合成单一的调和。她们吐露神圣的音调,贯穿并歌唱出神圣运转与环形舞蹈的八弦旋律;因为在单子同时被计入双方部分的情况下,二倍比与三倍比的最初各项也恰好是八个。此外,古人还传给我们九位缪斯,正如柏拉图那样将其中八位配属在天界事物周围,而让第九位缪斯安抚地界,将其从带有不均与骚乱的迷妄与差异中召回并安顿下来。
- 32τὸ εʼ τετραχόρδων ὄντων τῶν ὑπάτων καὶ μέσων καὶ συνημμένων καὶ διεζευγμένων καὶ ὑπερβολαίων ἐν πέντε διαστήμασι τετάχθαι τοὺς πλάνητας
带冠词的不定式短语 τὸ ... τετάχθαι τοὺς πλάνητας(游星被排列……)作为同位语,具体阐述了前面作为主语的中性复数指示代词 ἐκεῖνα。插在其中的 εʼ τετραχόρδων ὄντων τῶν ὑπάτων... 为属格绝对结构,表示前提背景(“在存在五个四音音阶的情况下”)。
- 32ὁ δὲ Πλάτων δῆλός ἐστιν ἐπὶ τὸ ὀξὺ προσλαμβάνων
形容词 δῆλος 搭配分词(προσλαμβάνων)的人称句构(即 δῆλός ἐστιν 加分词)。其含义等同于非人称结构 δῆλόν ἐστι τὸν Πλάτωνα προσλαμβάνειν(“显然柏拉图增加了……”),但逻辑主语被提升为主格主语。
- 32ἑκατέρᾳ προσαριθμουμένης μερίδι τῆς μονάδος
属格绝对结构。它解释了《蒂迈欧篇》(35b–36a)中灵魂构成数系列(二倍数系列 1, 2, 4, 8 与三倍数系列 1, 3, 9, 27)的计算根据:当作为起点的单子(1)被分别计入这两个分支(ἑκατέρα μερίς)中时,各项(ὅροι)的总数恰为八个。
