← 普鲁塔克

论《蒂迈欧篇》中灵魂的产生

§31

灵魂的调和比例与天体运行学说

作者阐明了柏拉图在灵魂构造中引入调和中项的真正意图,并结合几何学测算,评述了毕达哥拉斯派及迦勒底人试图将音乐比例套用于天体运行、距离与四时变化的诸种学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31

οὐ γὰρ ἐπίδειξιν ὁ Πλάτων θεωρίας μαθηματικῆς ποιούμενος εἰς φυσικὴν ὑπόθεσιν μὴ δεομένην μεσότητας ἀριθμητικὰς καὶ ἁρμονικὰς παρεισήγαγεν, ἀλλὰ ὡς μάλιστα δὴ τῇ συστάσει τῆς ψυχῆς τοῦ λόγου τούτου προσήκοντος.1 καίτοι τινὲς μὲν ἐν τοῖς τάχεσι τῶν πλανωμένων σφαιρῶν τινὲς δὲ μᾶλλον ἐν τοῖς ἀποστήμασιν ἔνιοι δʼ ἐν τοῖς μεγέθεσι τῶν ἀστέρων, οἱ δʼ ἄγαν ἀκριβοῦν δοκοῦντες ἐν ταῖς τῶν ἐπικύκλων διαμέτροις ζητοῦσι τὰς εἰρημένας ἀναλογίας, ὡς τὴν ψυχὴν ἕνεκα τούτων τοῦ δημιουργοῦ τοῖς οὐρανίοις ἐναρμόσαντος, εἰς ἑπτὰ μοίρας νενεμημένην. πολλοὶ δὲ καὶ τὰ Πυθαγορικὰ δεῦρο μεταφέρουσιν, ἀπὸ τοῦ μέσου τὰς τῶν σωμάτων ἀποστάσεις τριπλασιάζοντες· γίγνεται δὲ τοῦτο κατὰ μὲν τὸ πῦρ μονάδος τιθεμένης, κατὰ δʼ ἀντίχθονα τριῶν, κατὰ δὲ γῆν ἐννέα καὶ κατὰ σελήνην εἰκοσιεπτά, καὶ κατὰ τὸν Ἑρμοῦ μιᾶς καὶ ὀγδοήκοντα, κατὰ δὲ Φωσφόρον τριῶν καὶ μʼ καὶ σʼ, κατʼ αὐτὸν δὲ τὸν ἥλιον θʼ καὶ κʼ καὶ ψʼ, ὅστις ἅμα τετράγωνός τε καὶ κύβος ἐστί διὸ καὶ τὸν ἥλιον ἔστιν ὅτε τετράγωνον καὶ κύβον προσαγορεύουσιν. οὕτω καὶ τοὺς ἄλλους ἐπανάγουσι τοῖς τριπλασιασμοῖς, πολὺ τοῦ κατὰ λόγον οὗτοί γε παραπαίοντες, εἴ τι τῶν γεωμετρικῶν ὄφελός ἐστιν ἀποδείξεων, καὶ μακρῷ πιθανωτέρους παραβαλεῖν αὐτοῖς ἀποδεικνύοντες τοὺς ὁρμωμένους ἐκεῖθεν,2 οὐδʼ αὐτοὺς παντάπασιν ἐξακριβοῦντας ἀλλʼ ὡς ἔγγιστα λέγοντας, ὅτι τῆς μὲν ἡλίου διαμέτρου πρὸς τὴν διάμετρον τῆς γῆς λόγος ἐστὶ δωδεκαπλάσιος, τῆς δὲ γῆς αὖ πάλιν διαμέτρου πρὸς τὴν σελήνης διάμετρον τριπλάσιος, ὁ δὲ φαινόμενος ἐλάχιστος τῶν ἀπλανῶν ἀστέρων οὐκ ἐλάττονα τῆς διαμέτρου τῆς γῆς ἢ τριτημόριον ἔχει τὴν διάμετρον τῇ δʼ ὅλῃ σφαίρᾳ τῆς γῆς πρὸς τὴν ὅλην σφαῖραν τῆς σελήνης ὡς ἑπτὰ καὶ εἴκοσι πρὸς ἕν ἐστι Φωσφόρου δὲ καὶ γῆς αἱ μὲν διάμετροι, τὸν διπλάσιον αἱ δὲ σφαῖραι τὸν ὀκταπλάσιον ἔχουσι λόγον, τὸ δὲ διάστημα τῆς ἐκλειπτικῆς σκιᾶς τῆς διαμέτρου τῆς σελήνης τριπλάσιον ὃ δʼ ἐκτρέπεται πλάτος ἡ σελήνη τῆς διαμέτρου τῶν ζῳδίων ἐφʼ ἑκάτερα δωδεκάμοιρον.3 αἱ δὲ πρὸς ἥλιον σχέσεις αὐτῆς ἐν τριγώνοις καὶ τετραγώνοις ἀποστήμασι διχοτόμους καὶ ἀμφικύρτους σχηματισμοὺς λαμβάνουσιν ἓξ δὲ ζῴδια διελθοῦσα τὴν πανσέληνον ὥσπερ τινὰ συμφωνίαν ἐν ἑξατόνῳ διὰ πασῶν ἀποδίδωσι. τοῦ δʼ ἡλίου περὶ τὰς τροπὰς ἐλάχιστα καὶ μέγιστα περὶ τὴν ἰσημερίαν ἔχοντος κινήματα, διʼ ὧν ἀφαιρεῖ τῆς ἡμέρας καὶ τῇ νυκτὶ προστίθησιν ἢ τοὐναντίον, οὗτος ὁ λόγος ἐστίν· ἐν γὰρ ταῖς πρώταις ἡμέραις λʼ μετὰ τὰς χειμερινὰς τροπὰς τῇ ἡμέρᾳ προστίθησι τὸ ἕκτον τῆς ὑπεροχῆς, ἣν ἡ μεγίστη νὺξ πρὸς τὴν βραχυτάτην ἡμέραν ἐμποιεῖ, ταῖς δʼ ἐφεξῆς τριάκοντα τὸ τρίτον, τὸ δʼ ἣμισυ ταῖς λοιπαῖς ἄχρι τῆς ἰσημερίας, ἐν ἑξαπλασίοις καὶ τριπλασίοις διαστήμασι τοῦ χρόνου τὴν ἀνωμαλίαν ἐπανισοῦντος. Χαλδαῖοι δὲ λέγουσι τὸ ἔαρ ἐν τῷ διὰ τεττάρων γίγνεσθαι πρὸς τὸ μετόπωρον, ἐν δὲ τῷ διὰ πέντε πρὸς τὸν χειμῶνα, πρὸς δὲ τὸ θέρος ἐν τῷ διὰ πασῶν. εἰ δʼ ὀρθῶς ὁ Εὐριπίδης διορίζεται θέρους τέσσαρας μῆνας καὶ χειμῶνος ἴσους "φίλης τʼ ὀπώρας διπτύχους ἦρός τʼ ἴσους" ἐν τῷ διὰ πασῶν αἱ ὧραι μεταβάλλουσιν. ἔνιοι δὲ γῇ μὲν τὴν τοῦ προσλαμβανομένου χώραν ἀποδιδόντες σελήνῃ δὲ τὴν ὑπάτην Στίλβωνα δὲ καὶ Φωσφόρον ἐν διατόνοις καὶ παρυπάταις καὶ λιχανοῖς κινοῦντες, αὐτὸν τὸν ἥλιον ὡς μέσην συνέχειν τὸ διὰ πασῶν ἀξιοῦσιν, ἀπέχοντα τῆς μὲν γῆς τὸ διὰ πέντε τῆς δὲ τῶν ἀπλανῶν τὸ διὰ τεσσάρων.

因为柏拉图并不是为了炫耀数学理论,才在不需要算术中项与调和中项的自然探究前提中引入它们,而是因为坚信这一比率(理论)最契合于灵魂的构成。然而,有些人却在游星天球的运动速度中,有些人更多在距离中,有些人则在星体的大小中寻找上述的比例;而那些自以为极其精确的人,则在周转圆的直径中寻找它们,仿佛创世主是为了这些,才将划分成七个部分的灵魂调和到天体之中。许多人还将毕达哥拉斯派的学说移植到这里,从中心开始将天体的距离逐次按三倍递增:即将单子置于中心之火,对地为三,地球为九,月球为二十七,赫尔墨斯之星为八十一,福斯福洛斯为二百四十三,而太阳自身为七百二十九,此数同时既是平方数又是立方数;因此他们有时也将太阳称为平方与立方。他们以此方式将其他星体也归入三倍递增之中,如果几何学的论证尚有任何价值,那么这些人的做法就大大偏离了理性;他们反而表明,从几何学出发的人与他们相比要令人信服得多——尽管这些人自身也未达到绝对的精确,而只是近似地说:太阳直径对地球直径的比是十二倍,而地球直径对月球直径的比又是三倍;恒星中看似最小者,其直径亦不小于地球直径的三分之一;地球的整个球体对月球的整个球体为二十七比一;福斯福洛斯与地球的直径呈二倍比,球体呈八倍比;月食时阴影的跨度为月球直径的三倍;月球向黄道带直径两侧偏离的纬度为十二分之一。此外,月球相对于太阳的相位在三分之一周(一百二十度)和四分之一周(九十度)的角距离时呈现为半月形和凸月形;而在行经六个黄道星座后,它便呈现满月,犹如在六全音的八度音程中的某种谐音。太阳在至点时的运行最小,而在分点时最大,太阳正是借此削减白天而增加黑夜,或反之;其比例关系如下:在冬至后的最初三十天中,它给白天增加最长之夜对最短之昼所产生的超出部分的六分之一;在接下来的三十天增加三分之一;在达到分点前的其余日子里则增加一半,时间在六倍和三倍的间隔中均衡了这种不均等。迦勒底人则说,春季对秋季呈四度音程,对冬季呈五度音程,对夏季呈八度音程。如果欧里庇得斯界定得正确,即夏季为四个月,冬季与之相等,“可爱的秋季为两幅(两个月),春季与之相等”,那么四时便是在八度音程中发生转化的。还有些人把最低附加音(普罗斯兰巴诺梅诺斯)的位置分配给地球,把最低音弦(许帕特)分配给月球,让斯提尔邦和福斯福洛斯在全音弦、次低音弦和示指音弦中运动,并认为太阳自身作为中音弦(梅塞)维系着整个八度音程,它距地球为五度音程,距恒星天球为四度音程。

语法注3 条
  1. 31ὡς μάλιστα δὴ τῇ συστάσει τῆς ψυχῆς τοῦ λόγου τούτου προσήκοντος

    由 ὡς 引导的属格绝对结构(genitive absolute),用于表达主句主语柏拉图的主观动机或信念(“确信/认为此种比例极其适合……”)。

  2. 31καὶ μακρῷ πιθανωτέρους παραβαλεῖν αὐτοῖς ἀποδεικνύοντες τοὺς ὁρμωμένους ἐκεῖθεν

    分词 ἀποδεικνύοντες 带宾格补足语 τοὺς ὁρμωμένους ἐκεῖθεν(从几何学出发的人)及谓语形容词 πιθανωτέρους(更具说服力);παραβαλεῖν 搭配与格 αὐτοῖς(与他们相比),充当限定性不定式。

  3. 31ὃ δʼ ἐκτρέπεται πλάτος ἡ σελήνη τῆς διαμέτρου τῶν ζῳδίων ἐφʼ ἑκάτερα δωδεκάμοιρον

    πλάτος 在关系从句中与动词 ἐκτρέπεται 构成同族宾格/内向宾格(“月球所偏离的纬度”)。整个关系代词从句充当主语,谓语形容词 δωδεκάμοιρον 省略了系动词 ἐστί(“月球偏离黄道直径的纬度[是]十二分之一”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:31