- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了创世主赋予灵魂的调和与数理比例是统领宇宙秩序与运动的根本,并指出从地界的艺术、物质结合直到天体运行,万物的协和皆源于灵魂自身的内在调和。
σκοπεῖτε δὲ μὴ1 τὸν μὲν οὐρανὸν ἄγει καὶ τὰ οὐράνια ταῖς περὶ αὐτὴν ἐμμελείαις καὶ κινήσεσιν ἡ ψυχὴ φρονιμωτάτη καὶ δικαιοτάτη γεγονυῖα· γέγονε δὲ τοιαύτη τοῖς καθʼ ἁρμονίαν λόγοις, ὧν εἰκόνες μὲν ὑπάρχουσιν εἰς τὰ ἀσώματα2 ἐν τοῖς ὁρατοῖς καὶ ὁρωμένοις μέρεσι τοῦ κόσμου καὶ σώμασιν ἡ δὲ πρώτη καὶ κυριωτάτη δύναμις ὁρατῶς ἐγκέκραται τῇ ψυχῇ καὶ παρέχει σύμφωνον ἑαυτὴν καὶ πειθήνιον, ἀεὶ τῷ κρατίστῳ καὶ θειοτάτῳ μέρει τῶν ἄλλων ἁπάντων ὁμονοούντων. παραλαβὼν γὰρ ὁ δημιουργὸς ἀταξίαν καὶ πλημμέλειαν ἐν ταῖς κινήσεσι τῆς ἀναρμόστου καὶ ἀνοήτου ψυχῆς διαφερομένης πρὸς ἑαυτὴν τὰ μὲν διώρισε καὶ διέστησε τὰ δὲ συνήγαγε πρὸς ἄλληλα καὶ συνέταξεν, ἁρμονίαις καὶ ἀριθμοῖς χρησάμενος· οἷς καὶ τὰ κωφότατα σώματα, λίθοι καὶ ξύλα καὶ φλοιοὶ φυτῶν καὶ θηρίων ὀστᾶ καὶ πυτίαι, συγκεραννύμενα καὶ συναρμοττόμενα θαυμαστὰς μὲν ἀγαλμάτων ὄψεις, θαυμαστὰς δὲ παρέχει φαρμάκων καὶ ὀργάνων δυνάμεις ᾗ καὶ Ζήνων ὁ Κιτιεὺς ἐπὶ θέαν αὐλητῶν παρεκάλει τὰ μειράκια καταμανθάνειν, οἵαν κέρατα καὶ ξύλα καὶ κάλαμοι καὶ ὀστᾶ, λόγου μετέχοντα καὶ συμφωνίας, φωνὴν ἀφίησι. τὸ μὲν γὰρ ἀριθμῷ πάντα ἐπεοικέναι κατὰ τὴν Πυθαγορικὴν ἀπόφανσιν λόγου δεῖται· τὸ δὲ πᾶσιν, οἷς ἐκ διαφορᾶς καὶ ἀνομοιότητος ἐγγέγονε κοινωνία τις πρὸς ἄλληλα καὶ συμφωνία, ταύτης αἰτίαν εἶναι μετριότητα καὶ τάξιν, ἀριθμοῦ καὶ ἁρμονίας μετασχοῦσιν, οὐδὲ τοὺς ποιητὰς λέληθεν ἄρθμια μὲν τὰ φίλα καὶ προσηνῆ καλοῦντας ἀναρσίους δὲ τοὺς ἐχθροὺς καὶ τοὺς πολεμίους, ὡς ἀναρμοστίαν τὴν διαφορὰν οὖσαν. ὁ δὲ τῷ Πινδάρῳ ποιήσας τὸ ἐπικήδειον "ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς" εὐαρμοστίαν δῆλός ἐστι τὴν ἀρετὴν ἡγούμενος· ὥς που καὶ αὐτὸς ὁ Πίνδαρος τοῦ θεοῦ φησιν ἐπακοῦσαι μουσικὰν ὀρθὰν ἐπιδεικνυμένου τὸν Κάδμον οἵ τε πάλαι θεολόγοι, πρεσβύτατοι φιλοσόφων ὄντες, ὄργανα μουσικὰ θεῶν ἐνεχείριζον ἀγάλμασιν· οὐχ ὡς λύραν που καὶ αὐλοῦσιν, ἀλλʼ οὐδὲν ἔργον οἰόμενοι θεῶν οἷον ἁρμονίαν εἶναι καὶ συμφωνίαν. ὥσπερ οὖν ὁ τοὺς ἐπιτρίτους καὶ ἡμιολίους καὶ διπλασίους λόγους ζητῶν ἐν τῷ ζυγῷ τῆς λύρας καὶ τῇ χελώνῃ καὶ τοῖς κολλάβοις γελοῖός ἐστι δεῖ μὲν γὰρ ἀμέλει καὶ ταῦτα συμμέτρως γεγονέναι πρὸς ἄλληλα μήκεσι καὶ πάχεσι, τὴν δʼ ἁρμονίαν ἐκείνην ἐπὶ τῶν φθόγγων θεωρεῖν οὕτως εἰκὸς μέν ἐστι καὶ τὰ σώματα τῶν ἀστέρων καὶ τὰ διαστήματα τῶν κύκλων καὶ τὰ τάχη τῶν περιφορῶν, ὥσπερ ὄργανα ἐν τεταγμένοις λόγοις ἔχειν ἐμμέτρως πρὸς ἄλληλα καὶ πρὸς τὸ ὅλον, εἰ καὶ τὸ ποσὸν ἡμᾶς τοῦ μετρίου διαπέφευγε· τῶν μέντοι λόγων ἐκείνων, οἷς ὁ δημιουργὸς ἐχρήσατο, καὶ τῶν ἀριθμῶν ἔργον ἡγεῖσθαι3 τὴν αὐτῆς τῆς ψυχῆς ἐμμέλειαν καὶ ἁρμονίαν πρὸς αὑτήν, ὑφʼ ἧς καὶ τὸν οὐρανὸν ἐγγενομένη μυρίων ἀγαθῶν ἐμπέπληκε, καὶ τὰ περὶ γῆν ὥραις καὶ μεταβολαῖς μέτρον ἐχούσαις ἄριστα καὶ κάλλιστα πρός τε γένεσιν καὶ σωτηρίαν τῶν γιγνομένων διακεκόσμηκεν.
然而,你们且看是否正是那变得最为明智、最为正义的灵魂,以其自身固有的旋律与运动引领着天空和诸天象。由于依照调和的比例,它才变成了如此模样;关于这些比例朝向非物体实体的肖像,存在于宇宙可见及被见的各部分与物体之中,但那最首要且最统治性的力量,已显明地融混于灵魂之中,并使灵魂自身保持协和与顺从,其他所有部分始终与最强大、最神圣的部分心意相通。因为创世主接管了那不调和且无理智的灵魂在自相冲突的运动中所具有的无序与失调,便运用调和与数字,将某些部分区分并隔开,将另一些部分彼此聚集并整饬;正是借助这些,连最无感觉的物体——石头、木料、植物的树皮、兽骨以及凝乳酶——经由调和与配搭,也能展现出神像奇妙的姿容,并赋予药物和器具以奇妙的功效。这也是奇梯翁的芝诺之所以鼓励青年们去观看吹管乐者演奏、从而领悟角、木、苇、骨在分享了理性与协和之后能发出何等美妙声音的原因。因为,按照毕达哥拉斯学派的论断主张“万物皆模拟数”固然需要论证,但对于从差异与不相似中彼此产生了某种相通与协和的一切事物而言,当〔它们〕分享了数与调和时,其原因在于适度与秩序,这一点连诗人们也没有忽略;他们把友善而可亲的事物称为“合榫的”,把仇敌与交战者称为“不协的”,以此视差异为不调和。而为品达写悼亡诗的人说: “此人对于异乡人是相宜合辙的,对于城邦公民是亲善的,”显然是将美德视作良好的调和;正如品达本人在某处也说,卡德摩斯听到了神展示纯正的音乐。古代的神学学者作为哲学家中最古老者,亦将乐器置于诸神雕像的手中;这并非以为神在某处弹琴吹笛,而是认为神的作为无一能比得上调和与协和。正如一个人若在竖琴的横木、共鸣箱以及调弦轸中寻找三分之一加比(四度)、二分之一加比(五度)和二倍比(八度),便是可笑的——因为这些部件在长度和厚度上彼此匀称固然是必须的,但那种调和理应在音符中去观察;同样地,星体的体积、轨道的间距以及运转的速度,像乐器一样在有序的比例中彼此之间并对全体保持匀称,也是合乎情理的,即使这种适度的具体数值逃避了我们的把握;然而,应当认为创世主所运用的那些比例和数字的真正功用,乃是灵魂本身的旋律及其与自身的调和,灵魂借此入驻天空并使之充盈着万般福祉,并且通过具有节度的季节与更替,为了生成之物的生成与保全,把地界事物整饬得至善至美。
- 33σκοπεῖτε δὲ μὴ
此处为命令式 σκοπεῖτε 后接 μή 引出的从句,其谓语动词 ἄγει 采用直陈式现在时。这并非表示戒备或担忧的虚拟式从句(“小心切勿……”),而是表示审慎的肯定推测或反问(“且看是否……”、“考虑难道不是……”)。
- 33ὧν εἰκόνες μὲν ὑπάρχουσιν εἰς τὰ ἀσώματα
关系代词 ὧν 的先行词为前文的 τοῖς καθʼ ἁρμονίαν λόγοις(依从调和的比例)。介词短语 εἰς τὰ ἀσώματα 修饰 εἰκόνες,意为“朝向/指向非物体性原型的肖像或反映”。随后的 μέν 与 δέ 将显现于可见世界中的外在肖像与融合在灵魂深处的力量(ἡ πρώτη καὶ κυριωτάτη δύναμις)形成对照。
- 33τῶν μέντοι λόγων ἐκείνων, οἷς ὁ δημιουργὸς ἐχρήσατο, καὶ τῶν ἀριθμῶν ἔργον ἡγεῖσθαι
不定式 ἡγεῖσθαι 延续了前文 οὕτως εἰκὸς μέν ἐστι...(……是合乎情理的)的句法框架,并以 μέντοι 呼应前面的 μέν,引出结论性断言:“然而应当认为……”。属格短语 τῶν λόγων ... καὶ τῶν ἀριθμῶν 作 ἔργον 的定语/所属属格,意为“那些比例与数字的真正作为/功用”。
