- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:19-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者提出了通过216与288界定四度音程并将余数置于两全音之间的替代计算法,解释了柏拉图未单独提及一倍二分之一比填充的原因;随后概述了索洛伊的狄奥多罗斯(单线排列)与克兰托尔(双列对照排列)在世界灵魂数列布局上的分歧。
ἕτεροι δὲ τοῦ διὰ τεσσάρων ὅρους θέμενοι, τὸν μὲν ὀξὺν ἐν τοῖς σπηʼ τὸν δὲ βαρὺν ἐν τοῖς σισʼ, ἀναλόγως ἤδη τοῖς ἑξῆς περαίνουσιν· πλὴν ὅτι τὸ λεῖμμα τῶν δυεῖν τόνων μεταξὺ λαμβάνουσι1 τοῦ γὰρ βαρυτέρου τόνῳ ἐπιταθέντος, γίγνεται σμγʼ· τοῦ δʼ ὀξυτέρου τόνῳ ἀνεθέντος, γίγνεται σνσʼ· ἔστι γὰρ ἐπόγδοα τὰ μὲν σμγʼ τῶν σισʼ τὰ δὲ σπηʼ τῶν σνσʼ· ὥστε τονιαῖον εἶναι τῶν διαστημάτων ἑκάτερον, λείπεσθαι δὲ τὸ μεταξὺ τῶν σμγʼ καὶ τῶν σνσʼ, ὅπερ οὐκ ἔστιν ἡμιτόνιον ἀλλʼ ἔλαττον τὰ μὲν γὰρ σπηʼ τῶν σνσʼ ὑπερέχει τοῖς κζʼ καὶ δυσί, τὰ δὲ σμγʼ τῶν σισʼ ὑπερέχει τοῖς κζʼ, τὰ δὲ σνσʼ τῶν σμγʼ ὑπερέχει τοῖς ιγʼ· ταῦτα δὲ τῶν ὑπεροχῶν ἀμφοτέρων ἐλάττω ἢ ἡμίσεά ἐστι. διὸ δυεῖν τόνων καὶ λείμματος, οὐ δυεῖν καὶ ἡμίσεος, εὕρηται τὸ διὰ τεσσάρων. καὶ ταῦτα μὲν ἔχει τοιαύτην ἀπόδειξιν. ἐκεῖνο δʼ οὐ πάνυ χαλεπὸν ἐκ τῶν προειρημένων συνιδεῖν, τί δήποτε φήσας ὁ Πλάτων ἡμιολίους καὶ ἐπιτρίτους καὶ ἐπογδόοις γίγνεσθαι διαστάσεις ἐν τῷ συμπληροῦσθαι τὰς ἐπιτρίτους ταῖς ἐπογδόοις, οὐκ ἐμνήσθη τῶν ἡμιολίων ἀλλὰ παρέλιπε. τὸ γὰρ ἡμιόλιον,2 τοῦ ἐπιτρίτου τῷ ἐπογδόῳ τῷ ἐπιτρίτῳ προστιθεμένου, συμπληροῦσθαι καὶ τὸ ἡμιόλιον.
然而,另一些人将四度音程的界限界定为高音在二百八十八,低音在二百十六,并以此类推得出后续的结论;不同之处仅在于,他们把余数置于两个全音之间。因为当较低的音提升一个全音时,变为二百四十三;而当较高的音降低一个全音时,变为二百五十六。因为二百四十三对二百十六是一倍八分之一比,二百八十八对二百五十六也是一倍八分之一比;因此这两个音程各自都是一个全音,而留在二百四十三与二百五十六之间的间隔则不是半音,而是更小。因为二百八十八比二百五十六超出二十七加二,二百四十三比二百十六超出二十七,而二百五十六比二百四十三超出十三;这比起两者中任何一个超出量的一半都要小。因此,四度音程被发现是由两个全音和一个余数构成的,而非由两个和半个〔全音〕构成的。关于这些事便有如此的证明。 此外,从前述内容中并不难理解,为什么柏拉图既然说了产生出一倍二分之一、一倍三分之一和一倍八分之一的音程,却在用一倍八分之一比填补一倍三分之一比时,完全没有提及一倍二分之一比,而是将其略过。因为当一倍八分之一比加到一倍三分之一比上时,一倍二分之一比也就同时被填满了。
Ὑποδεδειγμένων δὲ τούτων, τὸ μὲν συμπληροῦν τὰ διαστήματα καὶ παρεντάττειν τὰς μεσότητας, εἰ καὶ μηδεὶς ἐτύγχανε πεποιηκὼς πρότερον, ὑμῖν ἂν αὐτοῖς ἕνεκα γυμνασίας παρῆκα3 νῦν δὲ πολλοῖς κἀγαθοῖς ἀνδράσιν ἐξειργασμένου τούτου, μάλιστα δὲ Κράντορι καὶ Κλεάρχῳ καὶ Θεοδώρῳ τοῖς Σολεῦσι, μικρὰ περὶ τῆς τούτων διαφορᾶς εἰπεῖν οὐκ ἄχρηστόν ἐστιν. ὁ γὰρ Θεόδωρος οὐχ ὡς ἐκεῖνοι δύο στίχους ποιῶν, ἀλλʼ ἐπὶ μιᾶς εὐθείας ἐφεξῆς τούς τε διπλασίους ἐκτάττων καὶ τοὺς τριπλασίους, πρῶτον μὲν ἰσχυρίζεται τῇ λεγομένῃ κατὰ μῆκος σχίσει τῆς οὐσίας, δύο ποιούσῃ μοίρας ὡς ἐκ μιᾶς οὐ τέσσαρας ἐκ δυεῖν ἔπειτά φησι τὰς τῶν μεσοτήτων παρεντάξεις οὕτω λαμβάνειν προσήκειν χώραν· εἰ δὲ μή, ταραχὴν καὶ σύγχυσιν ἔσεσθαι καὶ μεταστάσεις εἰς τὸ πρῶτον εὐθὺς τριπλάσιον ἐκ τοῦ πρώτου διπλασίου τῶν συμπληροῦν ἑκάτερον ὀφειλόντων.4 τοῖς δὲ περὶ τὸν Κράντορα βοηθοῦσιν αἵ τε θέσεις τῶν ἀριθμῶν, ἐπιπέδων ἐπιπέδοις καὶ τετραγώνων τετραγώνοις καὶ κύβων κύβοις ἀντιθέτως συζυγούντων, τῇ τε μὴ κατὰ τάξιν αὐτῶν λήψει, ἀλλʼ ἐναλλὰξ ἀρτίων καὶ περιττῶν. τὴν γὰρ μονάδα κοινὴν οὖσαν ἀμφοῖν προτάξας λαμβάνει τὰ ὀκτὼ καὶ ἐφεξῆς τὰ κζʼ μονονουχὶ δεικνύων ἡμῖν, ἣν ἑκατέρῳ γένει χώραν ἀποδίδωσι. ταῦτα μὲν οὖν ἑτέροις προσήκει μᾶλλον ἐξακριβοῦν, τὸ δʼ ἀπολειπόμενον οἰκεῖόν ἐστι τῆς ὑποκειμένης ἡμῖν πραγματείας.
既然这些已经指明,填补音程与插入中项的工作,即便此前未曾有人做过,我也本会为了练习的缘故留给你们自己去完成;但既然现在已有许多杰出人物完成了这项工作,尤其是来自索洛伊的克兰托尔、克莱阿尔库斯和狄奥多罗斯,那么简要谈谈他们之间的分歧就并非毫无用处。因为狄奥多罗斯并不像他们那样制作两行,而是在一条直线上顺次排列二倍数和三倍数,他首先坚持所谓的实体在长度上的切分,即从一中产生两份,而非从二中产生四份;接着他声称,中项的插入应当以此种方式获得其位置;否则,就会产生扰乱与混淆,且应当分别填补各部分的数会直接从第一个二倍数跳跃到第一个三倍数中。而支持克兰托尔一派的,一方面是诸数的排布(平面数对平面数、平方数对平方数、立方数对立方数形成对置配合),另一方面是他们并非顺次选取,而是交替选取偶数与奇数。因为他把对两者共通的单子放在最前面,然后取八,接着取二十七,几乎是直观地向我们展示了他为每一种类所分配的位置。不过,把这些问题探究得更为精微,更适合留给其他人;剩留下的问题才真正属于我们手头的这一专论。
- 19τὸ λεῖμμα τῶν δυεῖν τόνων μεταξὺ λαμβάνουσι
在前一段落中,作者展示的是自最低音起连续叠加两个全音(192→216→243)并将余数留置在最上端(243→256)的做法;而此处则介绍了另一种算法:从低音向上取一个全音(216→243),从高音向下取一个全音(288→256),从而将余数(243至256)置于两个全音的正中间。
- 19τὸ γὰρ ἡμιόλιον, τοῦ ἐπιτρίτου τῷ ἐπογδόῳ τῷ ἐπιτρίτῳ προστιθεμένου, συμπληροῦσθαι καὶ τὸ ἡμιόλιον
抄本在此处存在文字讹误或重文(τῷ ἐπιτρίτῳ),但在句法上它充当解释柏拉图为何省略的不定词短语(συμπληροῦσθαι)。从数学上看,一倍三分之一(4/3)与一倍八分之一(9/8)相乘(相加)即得一倍二分之一(3/2,4/3 × 9/8 = 36/24 = 3/2),因此在填充一倍三分之一音程的同时,一倍二分之一音程亦随之完成。
- 20εἰ καὶ μηδεὶς ἐτύγχανε πεποιηκὼς πρότερον, ὑμῖν ἂν αὐτοῖς ἕνεκα γυμνασίας παρῆκα
非真实条件句(反事实虚拟)。条件从句由 εἰ 搭配直陈式未完成过去时(ἐτύγχανε 连同完成时分词)构成,主句为 ἄν 搭配直陈式不定过去时(παρῆκα),表示与事实相反的假设:“如果此前未曾有人做过,我本会留给你们(但实际上先贤已做过,故无需如此)”。
- 20τῶν συμπληροῦν ἑκάτερον ὀφειλόντων
属格分词短语,用以限定前文“跳跃/推移”(μεταστάσεις)的行为主体或要素,即“本应填补各间隔的那些数”。狄奥多罗斯在此指出,若不将二倍数和三倍数顺次排在同一直线上,本应各自填补间隔的中项就会发生混乱,从第一个二倍数直接跨越到三倍数中去。
