← 普鲁塔克

论《蒂迈欧篇》中灵魂的产生

§1-2

灵魂生成论的引入与两种先行阐释

应读者之请,作者着手阐释柏拉图《蒂迈欧篇》中的灵魂生成论,先行引述了相关原文,并对比概述了前人最重要的两种解释路线:克塞诺克拉底的数学论进路与克兰托尔的认识论进路。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ἐπεὶ τὰ πολλάκις εἰρημένα καὶ γεγραμμένα σποράδην ἐν ἑτέροις ἕτερα, τὴν Πλάτωνος ἐξηγουμένοις δόξαν ἣν εἶχεν ὑπὲρ ψυχῆς, ὡς ὑπενοοῦμεν ἡμεῖς, οἴεσθε δεῖν εἰς ἓν συναχθῆναι καὶ τυχεῖν ἰδίας ἀναγραφῆς τὸν λόγον τοῦτον,1 οὔτʼ ἄλλως εὐμεταχείριστον ὄντα καὶ διὰ τὸ τοῖς πλείστοις τῶν ἀπὸ Πλάτωνος ὑπεναντιοῦσθαι δεόμενον παραμυθίας, προεκθήσομαι τὴν λέξιν, ὡς ἐν Τιμαίῳ γέγραπται. τῆς ἀμεροῦς καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας καὶ τῆς αὖ περὶ τὰ σώματα γιγνομένης μεριστῆς τρίτον ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύσεως αὖ πέρι καὶ τῆς θατέρου· καὶ κατὰ ταῦτα συνέστησεν ἐν μέσῳ τοῦ τʼ ἀμεροῦς αὐτὴν καὶ τοῦ κατὰ τὰ σώματα μεριστοῦ. καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν, τὴν θατέρου φύσιν δύσμικτον οὖσαν εἰς ταὐτὸ συναρμόττων βίᾳ·2 μιγνὺς δὲ μετὰ τῆς οὐσίας, καὶ ἐκ τριῶν ποιησάμενος ἓν πάλιν ὅλον τοῦτο μοίρας εἰς ἃς προσῆκε διένειμεν· ἑκάστην δὲ τούτων ἔκ τε ταὐτοῦ καὶ θατέρου καὶ τῆς οὐσίας μεμιγμένην ἤρχετο δὲ διαιρεῖν ὧδε ταῦτα πρῶτον ὅσας παρέσχηκε τοῖς ἐξηγουμένοις διαφοράς, ἄπλετον ἔργον ἐστὶ διελθεῖν ἐν τῷ παρόντι, πρὸς δʼ ὑμᾶς ἐντετυχηκότας ὁμοῦ ταῖς πλείσταις καὶ περιττόν. ἐπεὶ δὲ τῶν δοκιμωτάτων ἀνδρῶν τοὺς μὲν Ξενοκράτης προσηγάγετο, τῆς ψυχῆς τὴν οὐσίαν ἀριθμὸν αὐτὸν ὑφʼ ἑαυτοῦ κινούμενον ἀποφηνάμενος οἱ δὲ Κράντορι τῷ Σολεῖ προσέθεντο, μιγνύντι τὴν ψυχὴν ἔκ τε τῆς νοητῆς καὶ τῆς περὶ τὰ αἰσθητὰ δοξαστῆς φύσεως· οἶμαί τι3 τὴν τούτων ἀνακαλυφθέντων σαφήνειαν ὥσπερ ἐνδόσιμον ἡμῖν παρέξειν.

既然你们认为,我们在阐释柏拉图关于灵魂的观点时(正如我们所领会的那样),在其他著作中零散屡次谈及并写下的各种看法,应当被汇总归一,并使这篇论述获得独立的著述形式——而这一论题不仅原本就难以驾驭,且因与大多数柏拉图学派学者的观点相抵触而亟需论辩开脱——我将首先引述《蒂迈欧篇》中所写的原文: “在不可分且始终保持如一的实体,与在物体周围生成的、可分的实体这两者之间,他将二者混合,在其间合成了第三种形式的实体,这一做法同样关乎‘同’的本性与‘异’的本性;他依此方法将其建立在不可分者与在物体中可分者之间。他取此三者,将它们全体混合为单一的相,以强力将难以混合的‘异’的本性嵌合于同一之中;在将其与实体混合之后,他又从这三者中制成一个整体,再将其分割为适宜的若干份额;其中每一份额都是由‘同’、‘异’以及实体混合而成的。于是他便开始这样划分……” 首先,这些文句在注释家之中引发了多么巨大的分歧,在当下予以逐一论述将是一件繁巨无比之事,而对于早已接触过其中绝大多数观点的你们而言更是多余的。然而,在最负盛名的人士中,克塞诺克拉底赢得了其中一部分人,他宣布灵魂的本质是自行运动的数;而其他人则追随索利的克兰托尔,后者使灵魂由可知本性与关于可感事物的可猜度本性混合而成。因此我认为,揭示这些人的观点所带来的清晰理解,将为我们提供一种类似起音的前提。

§2

ἔστι δὲ βραχὺς ὑπὲρ ἀμφοῖν ὁ λόγος. οἱ μὲν γὰρ οὐδὲν ἢ γένεσιν ἀριθμοῦ δηλοῦσθαι νομίζουσι τῇ μίξει τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας· ἀμέριστον μὲν γὰρ εἶναι τὸ ἓν μεριστὸν δὲ τὸ πλῆθος, ἐκ δὲ τούτων γίγνεσθαι τὸν ἀριθμὸν τοῦ ἑνὸς ὁρίζοντος τὸ πλῆθος καὶ τῇ ἀπειρίᾳ πέρας ἐπιτιθέντος, ἣν καὶ δυάδα καλοῦσιν ἀόριστον. καὶ Ζαράτας ὁ Πυθαγόρου διδάσκαλος ταύτην μὲν ἐκάλει τοῦ ἀριθμοῦ μητέρα τὸ δʼ ἓν πατέρα· διὸ καὶ βελτίονας εἶναι τῶν ἀριθμῶν ὅσοι τῇ μονάδι προσεοίκασι, τοῦτον δὲ μήπω ψυχὴν τὸν ἀριθμὸν εἶναι· τὸ γὰρ κινητικὸν καὶ τὸ κινητὸν ἐνδεῖν αὐτῷ. τοῦ δὲ ταὐτοῦ καὶ τοῦ ἑτέρου συμμιγέντων, ὧν τὸ μέν ἐστι κινήσεως ἀρχὴ καὶ μεταβολῆς τὸ δὲ μονῆς, ψυχὴν γεγονέναι, μηδὲν ἧττον τοῦ ἱστάναι καὶ ἵστασθαι δύναμιν ἢ τοῦ κινεῖσθαι καὶ κινεῖν οὖσαν.4 οἱ δὲ περὶ τὸν Κράντορα μάλιστα τῆς ψυχῆς ἴδιον ὑπολαμβάνοντες ἔργον εἶναι τὸ κρίνειν τά τε νοητὰ καὶ τὰ αἰσθητὰ τάς τε τούτων ἐν αὑτοῖς καὶ πρὸς ἄλληλα γιγνομένας διαφορὰς καὶ ὁμοιότητας, ἐκ πάντων φασίν, ἵνα πάντα γιγνώσκῃ, συγκεκρᾶσθαι τὴν ψυχήν· ταῦτα δʼ εἶναι τέτταρα, τὴν νοητὴν φύσιν ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσαν καὶ τὴν περὶ τὰ σώματα παθητικὴν καὶ μεταβλητήν, ἔτι δὲ τὴν ταὐτοῦ καὶ τοῦ ἑτέρου διὰ τὸ κἀκείνων ἑκατέραν μετέχειν ἑτερότητος καὶ ταὐτότητος.

关于两派学说的阐述相当简要。前者认为,不可分实体与可分实体的混合所表明的无非是数的生成:因为不可分者是‘一’,可分者是‘多’,数即是由这两者生成的,这是由于‘一’限定了‘多’,并为那无限定者——他们亦称之为‘不定的二’——赋予了界限。毕达哥拉斯的老师扎拉塔斯便称此者为数之母,称‘一’为父;因此,在各数之中,凡接近单子者便更为优越。然而他们认为这一数尚未成为灵魂,因为使动者与被动者在其中仍显欠缺。直到‘同’与‘异’互相混和——其中一方是运动与变化的本源,另一方是静止的本源——灵魂才得以生成,它既是使运动与被运动的能力,同样也是使静止与自我静止的能力。另一方面,克兰托尔一派的人认为,灵魂最固有的功用在于判断可知事物与可感事物,以及它们在自身之内和相互之间产生的差异与相似性,因此他们声称,灵魂是从万物中混合而成的,以便它能认识一切事物。而这四者便是:始终如一且保持同一的可知本性,关乎物体、具有被动性与可变性的本性,以及‘同’与‘异’的本性,因为前两者中的每一方同样分有了差异性与同一性。

语法注4 条
  1. 1ἐπεὶ τὰ πολλάκις εἰρημένα καὶ γεγραμμένα σποράδην ἐν ἑτέροις ἕτερα, τὴν Πλάτωνος ἐξηγουμένοις δόξαν ἣν εἶχεν ὑπὲρ ψυχῆς, ὡς ὑπενοοῦμεν ἡμεῖς, οἴεσθε δεῖν εἰς ἓν συναχθῆναι καὶ τυχεῖν ἰδίας ἀναγραφῆς τὸν λόγον τοῦτον

    由连词 ἐπεὶ 引导的原因状语从句从句首一直延续至 παραμυθίας,主句则由 προεκθήσομαι τὴν λέξιν 开启。在从句内部,与格分词 ἐξηγουμένοις 与施事代词 ἡμεῖς 相呼应,受 δεῖν 统辖的宾格主语(不定式的主语)为 τὰ πολλάκις εἰρημένα... 与 τὸν λόγον τοῦτον,二者并列表示应当被汇聚并独立成篇的论题。

  2. 1τὴν θατέρου φύσιν δύσμικτον οὖσαν εἰς ταὐτὸ συναρμόττων βίᾳ

    此为对《蒂迈欧篇》35A引文的一部分。分词 οὖσαν 作为 τὴν θατέρου φύσιν 的谓语性分词,以形容词 δύσμικτον(难以混合的)为补语,意为“本性难以混合的异者之本性”。现在时分词 συναρμόττων(主语为神)带 εἰς ταὐτὸ(使之与同者相合)和 βίᾳ(强行地),表示伴随主要动词 συνεκεράσατο 的情状。

  3. 1ἐπεὶ δὲ τῶν δοκιμωτάτων ἀνδρῶν τοὺς μὲν Ξενοκράτης προσηγάγετο ... οἱ δὲ Κράντορι τῷ Σολεῖ προσέθεντο ... οἶμαί τι

    此处出现句法不规整(破格现象/anacoluthon):在 ἐπεὶ δέ 引导的从句中,部分属格 τῶν δοκιμωτάτων ἀνδρῶν 在后文分裂为不对称的 τοὺς μέν(作为 προσηγάγετο 的宾语)与 οἱ δέ(作为 προσέθεντο 的主语),随后从句未完全收束即转入主句 οἶμαί τι...。整体结构应当理解为“在最负盛名的人士中,克塞诺克拉底争取了一部分人,而另一部分人追随了克兰托尔,因此……”。

  4. 2μηδὲν ἧττον τοῦ ἱστάναι καὶ ἵστασθαι δύναμιν ἢ τοῦ κινεῖσθαι καὶ κινεῖν οὖσαν

    分词 οὖσαν 作 ψυχήν 的表语补足语。冠词加不定式属格 τοῦ ἱστάναι καὶ ἵστασθαι 与 τοῦ κινεῖσθαι καὶ κινεῖν 均充当名词 δύναμιν(力量、潜能)的宾格性属格。比较级 μηδὲν ἧττον 与连词 ἤ 构成对称,意为灵魂“作为使静止与静止自身的能力,丝毫不亚于其作为被运动与使运动的能力”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:1-2