← 普鲁塔克

论《蒂迈欧篇》中灵魂的产生

§29-11

灵魂的调谐比例与四元数数列排列

引用柏拉图《蒂迈欧篇》中关于灵魂调谐比例的段落,提出了关于数的数量、位序与功用的疑问,并探讨了四元数的结构以及数字的Λ形排列之依据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29

περὶ ὧν εἰ καὶ πολλάκις ἀκηκόατε καὶ πολλοῖς ἐντετυχήκατε λόγοις καὶ γράμμασιν, οὐ χεῖρὸν ἐστι κἀμὲ βραχέως διελθεῖν, προεκθέμενον τὸ τοῦ Πλάτωνος· μίαν ἀφεῖλε τὸ πρῶτον ἀπὸ παντὸς μοῖραν, μετὰ δὲ ταύτην ἀφῄρει διπλασίαν ταύτης· τὴν δʼ αὖ τρίτην, ἡμιολίαν μὲν τῆς δευτέρας τριπλασίαν δὲ τῆς πρώτης τετάρτην δὲ τῆς δευτέρας διπλῆν, πέμπτην δὲ τριπλῆν τῆς τρίτης, τὴν δʼ ἕκτην τῆς πρώτης ὀκταπλασίαν, ἑβδόμην δʼ ἑπτακαιεικοσαπλασίαν τῆς πρώτης. μετὰ δὲ ταῦτα συνεπληροῦτο τά τε διπλάσια καὶ τριπλάσια διαστήματα, μοίρας ἔτι ἐκεῖθεν ἀποτέμνων καὶ τιθεὶς εἰς τὸ μεταξὺ τούτων, ὥστʼ ἐν ἑκάστῳ διαστήματι δύο εἶναι μεσότητας, τὴν μὲν ἑκατέρῳ τῶν ἄκρων ἴσῳ τε ὑπερέχουσαν καὶ ὑπερεχομένην, τὴν δὲ ταὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχουσαν καὶ ὑπερεχομένην· ἡμιολίων δὲ διαστάσεων καὶ ἐπιτρίτων καὶ ἐπογδόων γενομένων ἐκ τούτων τῶν δεσμῶν ἐν ταῖς πρόσθεν διαστάσεσι, τῷ τοῦ ἐπογδόου διαστήματι τὰ ἐπίτριτα πάντα συνεπληροῦτο, λείπων αὐτῶν ἑκάστου μόριον, τῆς τοῦ μορίου ταύτης διαστάσεως λειφθείσης ἀριθμοῦ πρὸς ἀριθμόν, ἐχούσης τοὺς ὅρους1 ἓξ καὶ πεντήκοντα καὶ διακοσίων πρὸς τρία καὶ τεσσαράκοντα καὶ διακόσια. ἐν τούτοις ζητεῖται πρῶτον περὶ τῆς ποσότητος τῶν ἀριθμῶν, δεύτερον περὶ τῆς τάξεως, τρίτον περὶ τῆς δυνάμεως· περὶ μὲν τῆς ποσότητος τίνες εἰσίν, οὓς ἐν τοῖς διπλασίοις καὶ τριπλασίοις διαστήμασι λαμβάνει περὶ δὲ τῆς τάξεως πότερον ἐφʼ ἑνὸς στίχου πάντας ἐκθετέον ὡς Θεόδωρος, ἢ μᾶλλον ὡς Κράντωρ ἐν τῷ Λ σχήματι, τοῦ πρώτου κατὰ κορυφὴν τιθεμένου καὶ χωρὶς μὲν τῶν διπλασίων χωρὶς δὲ τῶν τριπλασίων ἐν δυσὶ στίχοις ὑποταττομένων. περὶ δὲ τῆς χρείας καὶ τῆς δυνάμεως τί ποιοῦσι παραλαμβανόμενοι πρὸς τὴν σύστασιν τῆς ψυχῆς.

关于这些事情,即便你们已经多次听闻,并读过许多论说与著作,由我先把柏拉图的原话陈列于前,然后再简短地探讨一番,也并非无益: “起初,他从全体中取去了一份,在此之后,他又取去了相当于这一份两倍的一份;接着又取去第三份,它是第二份的一倍半,又是第一份的三倍;第四份是第二份的两倍;第五份是第三份的三倍;第六份是第一份的八倍;第七份是第一份的二十七倍。在此之后,他进而去填补那些二倍和三倍的音程,继续从那里切下份额,置于它们之间的间隔中,以使每个音程中都有两个中项:其一在与两端每一方的差距上以上下等量而超出并被超出,其二则以两端自身的相同比例部分超出并被超出。既然由于这些纽带,在先前的间隔中产生了有一倍半、一倍三分之一和一倍八分之一的音程,他就用一倍八分之一的音程填满了所有一倍三分之一的音程,并在其中每一项中留下一小部分,这一留存下来的小部分的间距乃是数与数之比,其项比为二百五十六比二百四十三。” 在这些文字中,首先探讨关于数的数量,其次探讨其位序,第三探讨其功用:关于数量,指的是他在二倍和三倍的音程中所采用的数究竟是哪些;关于位序,究竟应当像狄奥多鲁斯那样将所有的数摆在一条线上,还是更应当像克兰托尔那样摆成希腊字母Λ的形状,将第一个数置于顶端,而将二倍数与三倍数分别下置于两条线上;关于效用与功用,指的是将它们用于构建灵魂时究竟起何作用。

§30

πρῶτον οὖν περὶ τοῦ πρώτου παραιτησόμεθα τοὺς λέγοντας,2 ὡς ἐπὶ τῶν λόγων αὐτῶν ἀπόχρη θεωρεῖν ἣν ἔχει τά τε διαστήματα φύσιν αἵ τε ταῦτα συμπληροῦσαι μεσότητες, ἐν οἷς ἄν τις ἀριθμοῖς ὑπόθηται χώρας ἔχουσι δεκτικὰς μεταξὺ τῶν εἰρημένων ἀναλογιῶν, ὁμοίως περαινομένης τῆς διδασκαλίας. κἂν γὰρ ἀληθὲς τὸ λεγόμενον, ἀμυδρὰν ποιεῖ τὴν μάθησιν ἄνευ παραδειγμάτων, ἄλλης τε θεωρίας ἀπείργει χάριν ἐχούσης οὐκ ἀφιλόσοφον. ἂν οὖν ἀπὸ τῆς μονάδος ἀρξάμενοι τοὺς διπλασίους καὶ τριπλασίους ἐν μέρει τιθῶμεν, ὡς αὐτὸς ὑφηγεῖται, γενήσονται κατὰ τὸ ἑξῆς, ὅπου μὲν τὸ δεύτερον καὶ τὸ τέταρτον καὶ ὃγδοον ὅπου δὲ τρίτον καὶ ἔννατον καὶ εἰκοστοέβδομον, συνάπαντες μὲν ἑπτά, κοινῆς δὲ λαμβανομένης τῆς μονάδος, ἄχρι τεσσάρων τῷ πολλαπλασιασμῷ προιόντων. οὐ γὰρ ἐνταῦθα μόνον ἀλλὰ πολλαχόθι τῆς τετράδος ἡ πρὸς τὴν ἑβδομάδα συμπάθεια γίγνεται κατάδηλος. ἡ μὲν οὖν ὑπὸ τῶν Πυθαγορικῶν ὑμνουμένη τετρακτύς, τὰ ἓξ καὶ τὰ τριάκοντα, θαυμαστὸν ἔχειν δοκεῖ τὸ συγκεῖσθαι μὲν ἐκ πρώτων ἀρτίων τεσσάρων καὶ πρώτων περισσῶν τεσσάρων, γίγνεσθαι δὲ συζυγία τετάρτη τῶν ἐφεξῆς συντεθειμένων· πρώτη μὲν γάρ ἐστι συζυγία ἡ τοῦ ἑνὸς καὶ τῶν δυεῖν, δευτέρα δʼ ἡ τῶν τριῶν καὶ τεττάρων, τρίτη δʼ ἡ τῶν εʼ καὶ ϛʼ ὧν οὐδεμία ποιεῖ τετράγωνον οὔτʼ αὐτὴ καθʼ ἑαυτὴν οὔτε μετὰ τῶν ἄλλων· ἡ δὲ τῶν ζʼ καὶ ηʼ τετάρτη μέν ἐστιν, συντιθεμένη δὲ ταῖς προτέραις τριακονταὲξ τετράγωνον παρέσχεν. ἡ δὲ τῶν ὑπὸ Πλάτωνος ἐκκειμένων ἀριθμῶν τετρακτὺς ἐντελεστέραν ἔσχηκε τὴν γένεσιν, τῶν μὲν ἀρτίων ἀρτίοις διαστήμασι τῶν δὲ περιττῶν περιττοῖς πολλαπλασιασθέντων· περιέχει δὲ τὴν μὲν μονάδα, κοινὴν οὖσαν ἀρχὴν ἀρτίων καὶ περιττῶν, τῶν δʼ ὑπʼ αὐτῇ τὰ μὲν δύο καὶ τρία πρώτους ἐπιπέδους, τὰ δὲ τέτταρα καὶ ἐννέα πρώτους τετραγώνους, τὰ δʼ ὀκτὼ καὶ εἰκοσιεπτὰ πρώτους κύβους ἐν ἀριθμοῖς, ἔξω λόγου τῆς μονάδος τιθεμένης3 ᾗ καὶ δῆλός ἐστι βουλόμενος4 οὐκ ἐπὶ μιᾶς εὐθείας ἅπαντας ἀλλʼ ἐναλλὰξ καὶ ἰδίᾳ τάσσεσθαι τοὺς ἀρτίους μετʼ ἀλλήλων καὶ πάλιν τοὺς περισσούς, ὡς ὑπογέγραπται. οὕτως αἱ συζυγίαι τῶν ὁμοίων ἔσονται πρὸς τοὺς ὁμοίους καὶ ποιήσουσιν ἀριθμοὺς ἐπιφανεῖς κατά τε σύνθεσιν καὶ πολλαπλασιασμὸν ἐξ ἀλλήλων.

因此,首先关于第一点,我们应当谢绝那些人的说法——他们主张只需在比例自身之上观察音程具有何种性质以及填补它们的中项,而无论人们假设怎样的数,只要它们具有足以容纳上述比例的间距,讲授就同样得以完成。因为即便所言属实,若无具体例证,它也会使学习变得昏昧,并阻止人们进行另一种绝非不符合哲学的具有雅趣的沉思。因此,如果我们从单位“一”开始,像他本人所引导的那样依次排列二倍数和三倍数,那么依序产生的,一侧将是第二、第四和第八,另一侧将是第三、第九和第二十七,全部合起来共七个;但若将“一”作为共有项,则通过乘法递增的数直达四个。因为不仅在此处,在许多地方,四对七的相亲性都是显而易见的。 被毕达哥拉斯派所赞颂的“四元数”(即三十六),其神奇之处被认为在于它是由最初的四个偶数和最初的四个奇数组合而成,并且是依次组合起来的第四组配对。因为第一对配对是一与二,第二对是三与四,第三对是五与六,这些配对无论是自身独立还是与其他相加,都构不成平方数;而七与八的配对是第四对,但当它与前面的数加在一起时,便提供了平方数三十六。然而,柏拉图所陈列的诸数的四元数则具有更为完全的生成过程,因为偶数以偶数音程倍增,奇数则以奇数音程倍增;它包含作为偶数与奇数共同本原的“一”,而在其下的数中,二和三是最初的平面数,四和九是最初的平方数,八和二十七是数中最初的立方数,“一”则被置于比率之外。由此也显而易见,他希望不要把所有的数都排在一条直线上,而是像下文所画的那样,交错地、各自独立地将偶数彼此相从,奇数也彼此相从。这样,同类对同类的配对便得以成立,并通过彼此间的相加与相乘产生出卓异的数。

语法注4 条
  1. 29τῆς τοῦ μορίου ταύτης διαστάσεως λειφθείσης ἀριθμοῦ πρὸς ἀριθμόν, ἐχούσης τοὺς ὅρους

    引自柏拉图《蒂迈欧篇》36b的属格独立结构。分词 ἐχούσης 修饰 διαστάσεως,而 ἀριθμοῦ πρὸς ἀριθμόν(数与数之比)则充当说明该遗留音程性质的表语性修饰。

  2. 30παραιτησόμεθα τοὺς λέγοντας

    动词 παραιτέομαι 接宾格,除了“请求、代求”外,亦可表示“谢绝、拒绝、摒弃(某种观点或提议)”。此处取后者之意,即“我们将谢绝/不予采纳那些主张……的人的说辞”。

  3. 11ἔξω λόγου τῆς μονάδος τιθεμένης

    属格独立结构,意为“‘一’(单位)被置于比率(或计算/数列)之外”。这里的 λόγος 既可指数学上的“比率”,也可指一般的“计算/核算”,表明“一”作为奇偶序列共同的超越性本原,被独立于这两列生成之外。

  4. 11ᾗ καὶ δῆλός ἐστι βουλόμενος

    关系副词 ᾗ(意为“由此/在这方面”)引导带有形容词 δῆλος 的人称句构(δῆλός ἐστι 搭配分词 βουλόμενος,意即“显而易见他希望……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:29-11