← 普鲁塔克

论《蒂迈欧篇》中灵魂的产生

§12-13

灵魂数项的和与积及其音乐比例

作者论述了柏拉图数列各项相加所得之数(5、13、35)与相乘所得之数(6、36、216)的数论与音乐特性,并通过几何图形的分割说明它们与各音程比例的对应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

κατὰ σύνθεσιν οὕτως· τὰ δύο καὶ τὰ τρία πέντε γίγνεται, τὰ τέσσαρα καὶ τὰ ἐννέα τριακαίδεκα, τὰ δʼ ὀκτὼ καὶ εἰκοσιεπτὰ πέντε καὶ τριάκοντα. τούτων γὰρ τῶν ἀριθμῶν οἱ Πυθαγορικοὶ τὰ μὲν εʼ τροφόν, ὅπερ ἐστὶ φθόγγον, ἐκάλουν· οἰόμενοι τῶν τοῦ τόνου διαστημάτων πρῶτον εἶναι φθεγκτὸν τὸ πέμπτον· τὰ δὲ τρισκαίδεκα λεῖμμα, καθάπερ Πλάτων, τὴν εἰς ἴσα τοῦ τόνου διανομὴν ἀπογιγνώσκοντες· τὰ δὲ πέντε καὶ τριάκοντα ἁρμονίαν, ὅτι συνέστηκεν ἐκ δυεῖν κύβων πρώτων ἀπʼ ἀρτίου καὶ περιττοῦ γεγονότων, ἐκ τεσσάρων δʼ ἀριθμῶν, τοῦ ϛʼ καὶ τοῦ ηʼ καὶ τοῦ θʼ καὶ ιβʼ, τὴν ἀριθμητικὴν καὶ τὴν ἁρμονικὴν ἀναλογίαν περιεχόντων. ἔσται δὲ μᾶλλον ἡ δύναμις ἐκφανὴς ἐπὶ διαγράμματος. ἔστω τὸ α β γ δ παραλληλόγραμμον ὀρθογώνιον, ἔχον τῶν πλευρῶν τὴν α β πέντε, τὴν δὲ α δ ἑπτά· καὶ τμηθείσης τῆς μὲν ἐλάττονος εἰς δύο καὶ τρία κατὰ τὸ· κ τῆς δὲ μείζονος εἰς τρία καὶ τέτταρα κατὰ τὸ λ, διήχθωσαν ἀπὸ τῶν τομῶν εὐθεῖαι τέμνουσαι, ἀλλήλας, κατὰ τὸ κ μ ν καὶ κατὰ τὸ λ μ ξ, καὶ ποιοῦσαι1 τὸ μὲν α κ μ λ ἓξ, τὸ δὲ κ β ξ μ ἐννέα, τὸ δὲ λ μ ν δ ὀκτώ, τὸ δὲ μ ξ γ ν δώδεκα, τὸ δʼ ὅλον παραλληλόγραμμον τριάκοντα καὶ πέντε τοὺς τῶν συμφωνιῶν τῶν πρώτων λόγους ἐν τοῖς τῶν χωρίων ἀριθμοῖς, εἰς ἃ διῄρηται, περιέχον.2 τὰ μὲν οὖν ἓξ καὶ ὀκτὼ τὸν ἐπίτριτον ἔχει λόγον, ἐν ᾧ τὸ διὰ τεσσάρων τὰ δʼ ἓξ καὶ ἐννέα τὸν ἡμιόλιον, ἐν τὸ.. διὰ πέντε· τὰ δʼ ἓξ καὶ ιβʼ τὸν διπλάσιον, ἐν ᾧ τὸ διὰ πασῶν. ἔνεστι δὲ καὶ ὁ τοῦ τόνου λόγος ἐπόγδοος ὢν ἐν τοῖς ἐννέα καὶ ὀκτώ· διὰ τοῦτο καὶ ἁρμονίαν τὸν περιέχοντα τοὺς λόγους τούτους ἀριθμὸν ἐκάλεσαν. ἑξάκις δὲ γενόμενος τὸν τῶν δέκα ποιεῖ καὶ διακοσίων ἀριθμόν, ἐν ὅσαις ἡμέραις λέγεται τὰ ἑπτάμηνα τῶν βρεφῶν τελεογονεῖσθαι.

依相加而言是这样的:二加三成五,四加九成十三,八加二十七成三十五。在这些数中,毕达哥拉斯派称五为“滋养者”,即“声音”,因为他们认为全音各音程中,第五个是最初可发声的;十三被称为“余音”,正如柏拉图那样,他们否定全音的均等划分;三十五则被称为“和谐”,因为它是由偶数和奇数所产生的最初两个立方数构成的,并且由六、八、九、十二这四个包含算术与调和比例的数所构成。其效用在图表上将更为明晰。设有一矩形平行四边形αβγδ,其边αβ为五,αδ为七;在κ点将较短的边截分为二与三,在λ点将较长的边截分为三与四,自各切点沿κμν和λμξ引直线穿过并彼此相交,使ακμλ为六,κβξμ为九,λμνδ为八,μξγν为十二,而整个平行四边形为三十五,在其所被划分成的各区域的数中包含了最初各协和音的比例。六与八具有一倍三分之一(三分之四)的比例,其中包含四度音;六与九具有一倍半(二分之三)的比例,其中包含五度音;六与十二具有二倍比例,其中包含八度音。在九与八之中亦有一倍八分之一(八分之九)的全音比例;为此,他们也将包含这些比例的数称为“和谐”。若以此数乘六,便产生二百一十,据说七个月的胎儿就是在这许多天内发育成熟的。

§13

πάλιν δʼ ἀφʼ ἑτέρας ἀρχῆς, κατὰ πολλαπλασιασμὸν ὁ μὲν δὶς γʼ τὸν ϛʼ ποιεῖ, ὁ δὲ τετράκις ἐννέα τὸν τριακονταέξ, ὁ δʼ ὀκτάκις κζʼ τὸν σιϛʼ καὶ ἔστιν ὁ μὲν ϛʼ τέλειος, ἴσος ὢν τοῖς ἑαυτοῦ μέρεσι καὶ γάμος καλεῖται διὰ τὴν τοῦ ἀρτίου καὶ περιττοῦ σύμμιξιν ἔτι δὲ συνέστηκεν ἔκ τε τῆς ἀρχῆς καὶ τοῦ πρώτου ἀρτίου καὶ τοῦ πρώτου περιττοῦ. ὁ δὲ λϛʼ πρῶτός ἐστι τετράγωνος ἅμα καὶ τρίγωνος, τετράγωνος μὲν ἀπὸ τῆς ἑξάδος τρίγωνος δʼ ἀπὸ τῆς ὀγδοάδος· καὶ γέγονε πολλαπλασιασμῷ μὲν τετραγώνων δυεῖν, τοῦ τέσσαρα τὸν ἐννέα πολλαπλασιάσαντος, συνθέσει δὲ τριῶν κύβων τὸ γὰρ ἓν καὶ τὰ ὀκτὼ καὶ τὰ εἰκοσιεπτὰ συντεθέντα ποιεῖ τὸν προγεγραμμένον ἀριθμόν. ἔτι δʼ ἑτερομήκης ἀπὸ δυεῖν πλευρῶν, τῶν μὲν δώδεκα τρὶς γινομένων τῶν δʼ ἐννέα τετράκις. ἂν οὖν ἐκτεθῶσιν αἱ τῶν σχημάτων πλευραί, τοῦ τετραγώνου τὰ ϛʼ καὶ τοῦ τριγώνου τὰ ὀκτὼ καὶ παραλληλογράμμων τοῦ μὲν ἑτέρου τὰ ἐννέα τοῦ δʼ ἑτέρου τὰ ιβʼ, τοὺς τῶν συμφωνιῶν ποιήσουσι λόγους. ἔσται γὰρ τὰ δώδεκα πρὸς μὲν τὰ ἐννέα διὰ τεσσάρων ὡς νήτη πρὸς παραμέσην, πρὸς δὲ τὰ ὀκτὼ διὰ πέντε ὡς νήτη πρὸς μέσην, πρὸς δὲ τὰ ϛʼ διὰ πασῶν ὡς νήτη πρὸς ὑπάτην. ὁ δὲ τῶν σιϛʼ κύβος ἐστὶν ἀπὸ ἑξάδος ἴσος τῇ ἑαυτοῦ περιμέτρῳ.3

再从另一始端,依乘法而言,二乘三得六,四乘九得三十六,八乘二十七得二百一十六。六是完全数,等于其自身各部分(约数)之和,因偶与奇的混合而被称为“婚姻”,并且它是由本原、第一偶数和第一奇数构成的。三十六是第一个既是平方数又是三角数的数,就六而言是平方数,就八而言则是三角数;它由两个平方数相乘而成(四乘九),又由三个立方数相加而成(一、八、二十七相加得上述之数)。此外,它还是由两条边构成的矩形数(长方形数),即十二乘三或九乘四。因此,如果列出这些图形的边——正方形的六、三角形的八,以及平行四边形之一的九和另一者的十二——它们将构成各协和音的比例。因为十二对九成四度,犹如最高弦(奈忒)对副中弦(帕拉梅塞);对八成五度,犹如最高弦对中弦(梅塞);对六成八度,犹如最高弦对最低弦(许帕忒)。而二百一十六是由六生成的立方数,等于其自身的周长(表面积)。

语法注3 条
  1. 12διήχθωσαν ἀπὸ τῶν τομῶν εὐθεῖαι τέμνουσαι ἀλλήλας... καὶ ποιοῦσαι

    主要动词为表示几何作图指令的第三人称命令式 διήχθωσαν。承接前面的属格绝对结构(τμηθείσης τῆς μὲν ἐλάττονος... τῆς δὲ μείζονος...),分词 τέμνουσαι 与 ποιοῦσαι 修饰主语 εὐθεῖαι(直线),描述这些线将矩形分割为四个较小区域的结果。

  2. 12τὸ δʼ ὅλον παραλληλόγραμμον τριάκοντα καὶ πέντε τοὺς τῶν συμφωνιῶν τῶν πρώτων λόγους ἐν τοῖς τῶν χωρίων ἀριθμοῖς, εἰς ἃ διῄρηται, περιέχον

    在分词 ποιοῦσαι 所支配的一连串表示较小区域的宾格(τὸ μὲν... τὸ δὲ...)之后,表示整体的 τὸ δʼ ὅλον παραλληλόγραμμον 亦作宾格出现,配以表补充说明的数词 τριάκοντα καὶ πέντε,并由分词 περιέχον 修饰。结构上表示结果:“使整个平行四边形为三十五,并包含……”。

  3. 13ἴσος τῇ ἑαυτοῦ περιμέτρῳ

    在立体数(立方体)的语境中,περίμετρος 并非指线性的“周长”,而是数论与几何学中指包围立体的“表面积”。棱长为6的立方体体积为 6^3 = 216,而其6个面的面积各为 6^2 = 36,总表面积恰为 6 × 36 = 216,因而其数值与自身体积相等。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:12-13