← 普鲁塔克

论《蒂迈欧篇》中灵魂的产生

§27-28

对立调谐构成的灵魂秩序与宇宙必然性

灵魂是由“同”与“异”、不可分与可分、理智与受动相调谐而成的混合体,承载着古代思想家视为对立统一的宇宙理性与必然性。天体与人类灵魂皆体现出这种双重性,表明灵魂并非完全由神所创,而是由神通过数与调谐对内在的恶与无序加以整饬的产物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27

ὡς δὲ φωνὴ τίς ἐστιν ἄλογος καὶ ἀσήμαντος λόγος δὲ λέξις ἐν φωνῇ σημαντικῇ διανοίας, ἁρμονία δὲ τὸ ἐκ φθόγγων καὶ διαστημάτων, καὶ φθόγγος μὲν ἓν καὶ ταὐτὸν διάστημα δὲ φθόγγων ἑτερότης καὶ διαφορά, μιχθέντων δὲ τούτων ᾠδὴ γίγνεται καὶ μέλος· οὕτω τὸ παθητικὸν τῆς ψυχῆς ἀόριστον ἦν καὶ ἀστάθμητον, εἶθʼ ὡρίσθη πέρατος ἐγγενομένου καὶ εἴδους τῷ μεριστῷ καὶ παντοδαπῷ τῆς κινήσεως. συλλαβοῦσα δὲ τὸ ταὐτὸν καὶ τὸ θάτερον,1 ὁμοιότησι καὶ ἀνομοιότησιν ἀριθμῶν ἐκ διαφορᾶς ὁμολογίαν ἀπεργασαμένων ζωή τε τοῦ παντός ἐστιν ἔμφρων καὶ ἁρμονία καὶ λόγος ἄγων πειθοῖ μεμιγμένην ἀνάγκην, ἣν εἱμαρμένην οἱ πολλοὶ καλοῦσιν, Ἐμπεδοκλῆς δὲ φιλίαν ὁμοῦ καὶ Νεῖκος, Ἡράκλειτος δὲ παλίντονον ἁρμονίην κόσμου ὅκωσπερ λύρης καὶ τόξου Παρμενίδης δὲ φῶς καὶ σκότος, Ἀναξαγόρας δὲ νοῦν καὶ ἀπειρίαν, Ζωροάστρης δὲ θεὸν καὶ δαίμονα, τὸν μὲν Ὠρομάσδην καλῶν τὸν δʼ Ἀρειμάνιον. Εὐριπίδης δʼ οὐκ ὀρθῶς ἀντὶ τοῦ συμπλεκτικοῦ τῷ διαζευκτικῷ κέχρηται2 "Ζεὺς εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν·" καὶ γὰρ ἀνάγκη καὶ νοῦς ἐστιν ἡ διήκουσα διὰ πάντων δύναμις. Αἰγύπτιοι μὲν οὖν μυθολογοῦντες αἰνίττονται, τοῦ Ὥρου δίκην ὀφλόντος, τῷ μὲν πατρὶ τὸ πνεῦμα καὶ τὸ αἷμα τῇ δὲ μητρὶ τὴν σάρκα καὶ τὴν πιμελὴν προσνεμηθῆναι. τῆς δὲ ψυχῆς οὐδὲν μὲν εἰλικρινὲς οὐδʼ ἄκρατον οὐδὲ χωρὶς ἀπολείπεται τῶν ἄλλων ἁρμονίη γὰρ ἀφανὴς φανερῆς κρείττων καθʼ Ἡράκλειτον, ἐν ᾗ τὰς διαφορὰς καὶ τὰς ἑτερότητας ὁ μιγνύων θεὸς ἔκρυψε καὶ κατέδυσεν ἐμφαίνεται δʼ ὅμως αὐτῆς τῷ μὲν ἀλόγῳ τὸ ταραχῶδες, τῷ δὲ λογικῷ τὸ εὔτακτον, ταῖς δʼ αἰσθήσεσι τὸ κατηναγκασμένον, τῷ δὲ νῷ τὸ αὐτοκρατές. ἡ δʼ ὁριστικὴ δύναμις τὸ καθόλου καὶ τὸ ἀμερὲς διὰ συγγένειαν ἀγαπᾷ· καὶ τοὐναντίον ἡ διαιρετικὴ πρὸς τὰ καθʼ ἕκαστα φέρεται τῷ μεριστῷ· χαίρει δʼ ὅλον τῇ διὰ τὸ ταὐτὸν ἐφʼ ἃ δεῖται μεταβολῇ διὰ τὸ θάτερον. οὐχ ἥκιστα δʼ ἥ τε πρὸς τὸ καλὸν διαφορὰ καὶ τὸ αἰσχρὸν ἥ τε πρὸς τὸ ἡδὺ καὶ τὸ ἀλγεινὸν αὖθις οἵ τε τῶν ἐρώντων ἐνθουσιασμοὶ καὶ πτοήσεις καὶ διαμάχαι τοῦ φιλοκάλου πρὸς τὸ ἀκόλαστον ἐνδείκνυνται τὸ μικτὸν ἔκ τε τῆς θείας καὶ ἀπαθοῦς ἔκ τε τῆς θνητῆς καὶ περὶ τὰ σώματα παθητῆς μερίδος· ὧν καὶ αὐτὸς ὀνομάζει τὸ μὲν ἐπιθυμίαν ἔμφυτον ἡδονῶν, τὸ δʼ ἐπείσακτον δόξαν ἐφιεμένην τοῦ ἀρίστου. τὸ γὰρ παθητικὸν ἀναδίδωσιν ἐξ ἑαυτῆς ἡ ψυχή, τοῦ δὲ νοῦ μετέσχεν ἀπὸ τῆς κρείττονος ἀρχῆς ἐγγενομένου.

正如某种声音是无理性且无意义的,而言论是在显示思想的声音中的言语;调谐是由音调与音程构成的,音调是一且同一的,而音程则是音调的相异与差别,当这些调和在一起时,便产生了歌曲和旋律;同样,灵魂的受动部分原先是不定且无法衡量的,后来当界限与形态进入其运动的可分与多样本性之中时,它便受到了限定。由于它掌握了“同”与“异”,在数凭借相似与不相似从差异中造出协调之后,它既是全宇宙有理智的生命,又是调谐,还是引导混有劝导的必然性的理性——凡夫俗子称此必然性为命运,恩培多克勒称之为“友爱”与“争斗”,赫拉克利特称之为“宇宙的返折调谐,正如琴与弓的调谐”;巴门尼德称之为光明与黑暗,阿那克萨戈拉称之为理智与无限,琐罗亚斯德称之为神与魔,称前者为奥尔穆兹德,称后者为阿里曼。但欧里庇得斯错误地使用了析取连接词而非合取连接词: “宙斯啊,无论是自然的必然,还是凡人的理智;”因为那贯穿万物的力量既是必然又是理智。因此,埃及人在神话中隐喻道:当荷鲁斯败诉时,气息与血液被判给了父亲,而肌肉与脂肪则判给了母亲。然而在灵魂之中,没有任何东西是纯粹无杂的,也没有任何东西脱离其余部分而单独留存;“因为隐蔽的调谐胜于显现的调谐”,正如赫拉克利特所言,在那隐蔽的调谐中,施行混合的神隐匿并沉降了差异与相异。尽管如此,从灵魂之中仍然显现出:其无理性部分中的骚动,其理性部分中的井然有序,其感觉中的被迫性,以及其理智中的自主支配。界定能力因亲缘关系而热爱普遍者与不可分者;相反,区分能力则因可分性而倾向于个别者;作为一个整体,它通过“同”,因着“异”而为向其所需求之物的转变感到喜悦。尤其是美与丑的差别,以及乐与苦的差别,再者恋人们的狂热、悸动以及爱美与放纵之间的争斗,都表明了那由神圣且不受动的部分与必死且关乎身体的受动部分所构成的混合。柏拉图本人将其中一方称为“对快乐的生来欲望”,将另一方称为“追求至善的外来见解”。因为受动的部分是灵魂从自身产生的,但理智则是从更优越的原理进入其中而得以分有的。

§28

τῆς δὲ διπλῆς κοινωνίας ταύτης οὐδʼ ἡ περὶ τὸν οὐρανὸν ἀπήλλακται φύσις, ἀλλʼ ἑτερορρεποῦσα νῦν μὲν ὀρθοῦται τῇ ταὐτοῦ περιόδῳ κράτος ἐχούσῃ καὶ διακυβερνᾷ τὸν κόσμον· ἔσται δέ τις χρόνου μοῖρα καὶ γέγονεν ἤδη πολλάκις, ἐν ᾗ τὸ μὲν φρόνιμον ἀμβλύνεται καὶ καταδαρθάνει λήθης ἐμπιπλάμενον τοῦ οἰκείου, τὸ δὲ σώματι σύνηθες ἐξ ἀρχῆς καὶ συμπαθὲς ἐφέλκεται καὶ βαρύνει καὶ ἀνελίσσει τὴν ἐν δεξιᾷ τοῦ παντὸς πορείαν, ἀναρρῆξαι δʼ οὐ δύναται παντάπασιν, ἀλλʼ ἀνήνεγκεν αὖθις τὰ βελτίω καὶ ἀνέβλεψε πρὸς τὸ παράδειγμα θεοῦ συνεπιστρέφοντος καὶ συναπευθύνοντος. οὕτως ἐνδείκνυται πολλαχόθεν ἡμῖν τὸ μὴ πᾶν ἔργον εἶναι θεοῦ τὴν ψυχὴν ἀλλὰ σύμφυτον ἔχουσαν ἐν ἑαυτῇ τὴν τοῦ κακοῦ μοῖραν ὑπʼ ἐκείνου διακεκοσμῆσθαι, τῷ μὲν ἑνὶ τὴν ἀπειρίαν ὁρίσαντος,3 ἵνʼ οὐσία γένηται πέρατος μετασχοῦσα, τῇ δὲ ταὐτοῦ καὶ τῇ ἑτέρου δυνάμει τάξιν καὶ μεταβολὴν καὶ διαφορὰν καὶ ὁμοιότητα συμμίξαντος, πᾶσι δὲ τούτοις, ὡς ἀνυστὸν ἦν, κοινωνίαν πρὸς ἄλληλα καὶ φιλίαν ἐργασαμένου διʼ ἀριθμῶν καὶ ἁρμονίας.

围绕天空的自然也未摆脱这种双重关联;相反,它偏向不同的一方,此刻由于“同”的周转占据主导而得以端正并导引宇宙;但将会有一段时日——并且已经多次发生——其中有理智的部分变得迟钝,充满对自身固有者的遗忘而昏睡,而自始与身体相熟并共感之物则将其牵扯拖累并加重,从而逆转全宇宙向右的行进;然而它无法将之彻底破坏,相反,在神的共同转回与导正之下,较好的部分再度恢复并抬头仰望范型。由此从多方面向我们显明:灵魂绝非完全是神的作品,而是自身具有恶的与生俱来的份额,并由神加以整饬——神一方面以“一”限定了无限,使之因分有界限而成为实体,另一方面又凭借“同”与“异”的力量将秩序与变化、差异与相似融混在一起,并通过数与调谐,尽可能地在这一切之中促成了彼此的相通与友好。

语法注3 条
  1. 27συλλαβοῦσα δὲ τὸ ταὐτὸν καὶ τὸ θάτερον

    主语为承前省去的“灵魂”(ἡ ψυχή)。阴性单数主格分词 συλλαβοῦσα(“掌握了……”、“包容了……”)支配宾语 τὸ ταὐτὸν καὶ τὸ θάτερον,并指向主谓语 ἐστιν(...ζωή τε... καὶ ἁρμονία καὶ λόγος...)。中间插入了属格绝对结构 ὁμοιότησι καὶ ἀνομοιότησιν ἀριθμῶν ἐκ διαφορᾶς ὁμολογίαν ἀπεργασαμένων。

  2. 27ἀντὶ τοῦ συμπλεκτικοῦ τῷ διαζευκτικῷ κέχρηται

    此处指对欧里庇得斯《特洛伊妇女》第886行诗句中“εἴτʼ... εἴτε...”(无论是……还是……)用词的语法式批评:欧里庇得斯使用了析取词(τῷ διαζευκτικῷ),而作者认为贯穿万物的力量同时包含必然与理智,因此应当使用合取词(τοῦ συμπλεκτικοῦ,如 καί)。

  3. 28τῷ μὲν ἑνὶ τὴν ἀπειρίαν ὁρίσαντος

    此处分词结构在格上与前文的施事者 ὑπʼ ἐκείνου(由神……)一致,用以解释其动作。阳性单数属格不定过去时主动态分词 ὁρίσαντος、συμμίξαντος 与中动态分词 ἐργασαμένου 并列,说明神整饬(διακεκοσμῆσθαι)灵魂的手段与过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:27-28