← 普鲁塔克

论《蒂迈欧篇》中灵魂的产生

§25-26

同与异的调合与灵魂的生成

作者以宇宙肉体中元素的调谐为类比,论述了神如何通过居间本质结合“同”与“异”来织就灵魂,反驳了批评者关于“异”难以混合的说法,并阐明了人类理性与激情的相互交织。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25

δεῖ δὲ τὴν περὶ τὸ σῶμα τοῦ κόσμου γενομένην σύντηξιν εἰκόνα λαβεῖν τῆς ἀναλογίας ἐν ᾗ διηρμόσατο ψυχήν. ἐκεῖ μὲν γὰρ ἦν ἄκρα τὸ πῦρ καὶ ἡ γῆ, χαλεπὴν πρὸς ἄλληλα κραθῆναι φύσιν ἔχοντα, μᾶλλον δʼ ὅλως ἄκρατον καὶ ἀσύστατον ὅθεν ἐν μέσῳ θέμενος αὐτῶν τὸν μὲν ἀέρα πρὸ τοῦ πυρὸς τὸ δʼ ὕδωρ πρὸ τῆς γῆς, ταῦτα πρῶτον ἀλλήλοις ἐκέρασεν, εἶτα διὰ τούτων ἐκεῖνα πρός τε ταῦτα καὶ πρὸς ἄλληλα συνέμιξε καὶ συνήρμοσεν. ἐνταῦθα δὲ πάλιν τὸ ταὐτὸν καὶ τὸ θάτερον, ἐναντίας δυνάμεις καὶ ἀκρότητας ἀντιπάλους, συνήγαγεν, οὐ διʼ αὑτῶν, ἀλλʼ οὐσίας ἑτέρας μεταξύ, τὴν μὲν ἀμέριστον πρὸ τοῦ ταὐτοῦ πρὸ δὲ τοῦ θατέρου τὴν μεριστήν, ἔστιν προσήκουσαν ἑκατέραν ἑκατέρᾳ τάξας, εἶτα μιχθείσαις ἐκείναις ἐπεγκεραννύμενος, οὕτω τὸ πᾶν συνύφηνε ἓν τῆς ψυχῆς εἶδος, ὡς ἦν ἀνυστόν, ἐκ διαφόρων ὅμοιον ἔκ τε πολλῶν ἓν ἀπειργασμένος. οὐκ εὖ δέ τινες εἰρῆσθαι λέγουσι δύσμικτον ὑπὸ τοῦ Πλάτωνος τὴν θατέρου φύσιν,1 οὐκ ἄδεκτον οὖσαν ἀλλὰ καὶ φίλην μεταβολῆς μᾶλλον δὲ τὴν τοῦ ταὐτοῦ, μόνιμον καὶ δυσμετάβλητον οὖσαν, οὐ ῥᾳδίως προσίεσθαι μῖξιν ἀλλʼ ἀπωθεῖσθαι καὶ φεύγειν, ὅπως ἁπλῆ διαμείνῃ καὶ εἰλικρινὴς καὶ ἀναλλοίωτος. οἱ δὲ ταῦτʼ ἐγκαλοῦντες ἀγνοοῦσιν ὅτι τὸ μὲν ταὐτὸν ἰδέα τῶν ὡσαύτως ἐχόντων ἐστὶ τὸ δὲ θάτερον τῶν διαφόρως· καὶ τούτου μὲν ἔργον, ὧν ἂν ἅψηται, διιστάναι καὶ ἀλλοιοῦν καὶ πολλὰ ποιεῖν· ἐκείνου δὲ συνάγειν καὶ συνιστάναι διʼ ὁμοιότητος ἐκ πολλῶν μίαν ἀναλαμβάνοντα μορφὴν καὶ δύναμιν.

人们应当把围绕宇宙肉体所产生的融合,视为他用以调谐灵魂的比例的影像。因为在那里,火与土是两极,具有难以彼此调和的本性,或者更确切地说,完全是不可混合且无法结合的;因此他在它们中间置入火之前的气与土之前的水,首先将这些彼此调和,然后通过这些将那两极既与这些中项又彼此相互混合并调谐起来。而在这里,他又将“同”与“异”——相反的能力与对立的两极——结合在一起,并非通过它们自身,而是通过置于中间的另一本质:在“同”之前配置不可分的本质,在“异”之前配置可分的本质,使每一者与每一者相适宜,然后将它们浇灌混合到已被混合的那些本质之中,这样便织成了整个单一形态的灵魂,在可能达到的范围内,从不同者中造出相似者,从多中造出一。但有人说,柏拉图将“异”的本性称为难以混合是不当的,因为“异”不仅不拒斥变化,反而喜爱变化;相反,“同”的本性由于恒常且不易改变,不易接纳混合,而是推开并逃避混合,以便保持单纯、纯粹和不可改变。然而提出这些指责的人却不知道,“同”是保持原样之物的理型,而“异”则是不同状态之物的理型;后者的功用是将其触及的任何事物分离、改变并使之变为多数,而前者的功用则是通过相似性将它们汇聚结合,〔使它们〕从多中摄取单一的形态与力量。

§26

αὗται μὲν οὖν δυνάμεις τῆς τοῦ παντὸς εἰσι ψυχῆς αἳ δʼ εἰς θνητὰ καὶ παθητὰ παρεισίασιν ὄργανα ἄφθαρτοι φθαρτῶν αὐταὶ σωμάτων,2 ἐν ταύταις τὸ τῆς δυαδικῆς καὶ ἀορίστου μερίδος ἐπιφαίνεται μᾶλλον εἶδος, τὸ δὲ τῆς ἁπλῆς καὶ μοναδικῆς ἀμυδρότερον ὑποδέδυκεν. οὐ μὴν ῥᾳδίως ἄν τις οὔτε πάθος ἀνθρώπου παντάπασιν ἀπηλλαγμένον λογισμοῦ κατανοήσειεν οὔτε διανοίας κίνησιν, μηδὲν ἐπιθυμίας ἢ φιλοτιμίας ἢ τοῦ χαίροντος ἢ λυπουμένου πρόσεστι. διὸ τῶν φιλοσόφων οἱ μὲν τὰ πάθη λόγους ποιοῦσιν, ὡς πᾶσαν ἐπιθυμίαν καὶ λύπην καὶ ὀργὴν κρίσεις οὔσας· οἱ δὲ τὰς ἀρετὰς ἀποφαίνουσι παθητικάς· καὶ γὰρ ἀνδρείᾳ τὸ φοβούμενον καὶ σωφροσύνῃ τὸ ἡδόμενον καὶ δικαιοσύνῃ τὸ κερδαλέον εἶναι. καὶ μὴν θεωρητικῆς γε τῆς ψυχῆς οὔσης ἅμα καὶ πρακτικῆς καὶ θεωρούσης δὲ τὰ καθόλου καὶ τὰ καθʼ ἕκαστα καὶ νοεῖν μὲν ἐκεῖνα ταῦτα δʼ αἰσθάνεσθαι δοκούσης, ὁ κοινὸς λόγος ἀεὶ περί τε ταὐτὸν ἐντυγχάνων τῷ θατέρῳ καὶ ταὐτῷ περὶ θάτερον ἐπιχειρεῖ μὲν ὅροις καὶ διαιρέσεσι χωρίζειν τὸ ἓν καὶ τὰ πολλὰ καὶ τὸ ἀμερὲς καὶ μεριστόν, οὐ δύναται δὲ καθαρῶς ἐν οὐδετέρῳ γενέσθαι διὰ τὸ καὶ τὰς ἀρχὰς ἐναλλὰξ ἐμπεπλέχθαι καὶ καταμεμῖχθαι διʼ ἀλλήλων. καὶ διὰ τοῦτο τῆς οὐσίας τὴν ἐκ τῆς ἀμερίστου καὶ τῆς μεριστῆς ὁ θεὸς ὑποδοχὴν τῷ ταὐτῷ καὶ τῷ θατέρῳ συνέστησεν, ἵνʼ ἐν διαφορᾷ τάξις γένηται τοῦτο γὰρ ἦν γενέσθαι ἐπεὶ χωρὶς τούτων τὸ μὲν ταὐτὸν οὐκ εἶχε διαφοράν, ὥστʼ οὐδὲ κίνησιν οὐδὲ γένεσιν· τὸ θάτερον δὲ τάξιν οὐκ εἶχεν, ὥστʼ οὐδὲ σύστασιν οὐδὲ γένεσιν. καὶ γὰρ εἰ τῷ ταὐτῷ συμβέβηκεν ἑτέρῳ εἶναι τοῦ ἑτέρου καὶ τῷ ἑτέρῳ πάλιν αὑτῷ ταὐτόν, οὐδὲν ἡ τοιαύτη μέθεξις ἀλλήλων ποιεῖ γόνιμον, ἀλλὰ δεῖται τρίτης τινὸς οἷον ὕλης ὑποδεχομένης καὶ διατιθεμένης ὑπʼ ἀμφοτέρων. αὕτη δʼ ἐστίν, ἣν πρώτην συνέστησε τῷ περὶ τὰ νοητὰ μονίμῳ τοῦ περὶ τὰ σώματα κινητικοῦ τὸ ἄπειρον ὁρίσας3

这些固然是全宇宙灵魂的能力;但那些渗入必死且被动的器官中的〔能力〕——自身在可朽的身体中是不朽的——在它们之中,属于二元且不定的那一组分的形态显现得更为显著,而属于单纯且单元的那一部分的形态则更为隐微地沉潜下去。确实,人们既不容易觉察到完全摆脱了理性的凡人激情,也不容易觉察到丝毫没有欲望、求名心、喜悦或悲伤附着的思想运动。因此在哲学家中,有些人将激情化为理性,认为一切欲望、悲伤与愤怒皆为判断;另一些人则宣称德性是带有激情的,因为恐惧属于勇敢,愉悦属于节制,获利属于正义。况且,灵魂既是思辨的又是实践的,既观照普遍者又观照个别者,并且看似在思想前者而感觉后者,共同的理性始终在“同”的领域中遭遇“异”,在“异”的领域中遭遇“同”,虽试图通过界限和区分来隔开一与多、不可分者与可分者,却由于原理交互纠缠并相互彻底交混,无法纯粹地立足于任何一端。正因如此,神才将由不可分与可分本质所构成的本质受容体,为“同”与“异”建立起来,以便在差异中产生秩序;因为这正是“生成”的实质。若没有这些,“同”就没有差异,因而既无运动亦无生成;而“异”则没有秩序,因而既无结合亦无生成。因为即便对“同”而言恰好不同于“异”,对“异”而言又恰好与自身相同,这种彼此之间的分有并不能产生任何繁衍,而是需要某种第三者,如同质料一般,接受两者的作用并由两者加以布置。这正是他最先建立起来的东西,即以围绕可知物的常驻者,限定了围绕肉体的可动者的无限。

语法注3 条
  1. 25οὐκ εὖ δέ τινες εἰρῆσθαι λέγουσι δύσμικτον ὑπὸ τοῦ Πλάτωνος τὴν θατέρου φύσιν

    此处为带不定式的宾格结构(λέγουσι ... εἰρῆσθαι δύσμικτον ... τὴν θατέρου φύσιν),不定式 εἰρῆσθαι 的逻辑主语为 τὴν θατέρου φύσιν(“批评者说‘异’的本性被柏拉图称为难以混合是不当的”)。随后直至 ἀναλλοίωτος 的分词从句构成了转述批评者论据的间接引语。

  2. 26ἄφθαρτοι φθαρτῶν αὐταὶ σωμάτων

    阴性主格复数 ἄφθαρτοι αὐταί 与先行词(灵魂的诸能力 αἳ δʼ εἰς θνητὰ ... ὄργανα παρεισίασιν)一致,而 φθαρτῶν σωμάτων 则是置于对比关系中的属格。这构成了强烈的对照修辞,强调在可朽肉体中这些能力自身却是不朽的。

  3. 26τῷ περὶ τὰ νοητὰ μονίμῳ τοῦ περὶ τὰ σώματα κινητικοῦ τὸ ἄπειρον ὁρίσας

    分词 ὁρίσας(限定)的宾语为 τὸ ἄπειρον,由属格 τοῦ περὶ τὰ σώματα κινητικοῦ(围绕肉体之可动者的)修饰,手段与格 τῷ περὶ τὰ νοητὰ μονίμῳ(借由围绕可知物之常驻者)作工具状语。虽然修饰成分层层嵌套,但核心骨架即为“以与格限定属格的无限性”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:25-26