- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过引用柏拉图在《蒂迈欧篇》中将存在、处所与生成确立为天体之前的三个本原,论证了“生成”即居间的可分本质,并解释了“同”与“异”的结合如何构成灵魂的运动以及通过理智、感觉、想象与记忆实现的判断机能。
οὕτω δέ πως καὶ αὐτὸς διασαφεῖ τοῖς ὀνόμασιν· οὗτος γάρ φησι παρὰ τῆς ἐμῆς ψήφου λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος, ὄν τε καὶ χώραν καὶ γένεσιν εἶναι τρία τριχῆ καὶ πρὶν οὐρανὸν γενέσθαι. χώραν τε γὰρ καλεῖ τὴν ὕλην ὥσπερ ἕδραν ἔστιν ὅτε καὶ ὑποδοχήν, ὂν δὲ τὸ νοητόν, γένεσιν δὲ τοῦ κόσμου μήπω γεγονότος οὐδεμίαν ἄλλην ἢ τὴν ἐν μεταβολαῖς καὶ κινήσεσιν οὐσίαν,1 τοῦ τυποῦντος καὶ τοῦ τυπουμένου μεταξὺ τεταγμένην, διαδιδοῦσαν ἐνταῦθα τὰς ἐκεῖθεν εἰκόνας. διά τε δὴ ταῦτα μεριστὴ προσηγορεύθη καὶ ὅτι τῷ αἰσθητῷ τὸ αἰσθανόμενον καὶ τῷ φανταστῷ τὸ φανταζόμενον ἀνάγκη συνδιανέμεσθαι καὶ συμπαρήκειν ἡ γὰρ αἰσθητικὴ κίνησις, ἰδία ψυχῆς οὖσα, κινεῖται πρὸς τὸ αἰσθητὸν ἐκτός ὁ δὲ νοῦς αὐτὸς μὲν ἐφʼ ἑαυτοῦ μόνιμος ἦν καὶ ἀκίνητος, ἐγγενόμενος δὲ τῇ ψυχῇ καὶ κρατήσας εἰς ἑαυτὸν ἐπιστρέφει καὶ συμπεραίνει τὴν ἐγκύκλιον φορὰν περὶ τὸ μένον ἀεὶ μάλιστα ψαύουσαν τοῦ ὄντος. διὸ καὶ δυσανάκρατος ἡ κοινωνία γέγονεν αὐτῶν, τῷ ἀμερίστῳ τὸ μεριστὸν καὶ τῷ μηδαμῇ κινητῷ τὸ πάντῃ φορητὸν μιγνύουσα καὶ καταβιαζομένη θάτερον εἰς ταὐτὸν συνελθεῖν. ἦν δὲ τὸ θάτερον οὐ κίνησις ὥσπερ οὐδὲ ταὐτὸν στάσις, ἀλλʼ ἀρχὴ διαφορᾶς καὶ ἀνομοιότητος. ἑκάτερον γὰρ ἀπὸ τῆς ἑτέρας ἀρχῆς κάτεισι, τὸ μὲν ταὐτὸν ἀπὸ τοῦ ἑνὸς τὸ δὲ θάτερον ἀπὸ τῆς δυάδος· καὶ μέμικται πρῶτον ἐνταῦθα περὶ τὴν ψυχήν, ἀριθμοῖς καὶ λόγοις συνδεθέντα καὶ μεσότησιν ἐναρμονίοις, καὶ ποιεῖ θάτερον μὲν ἐγγενόμενον τῷ ταὐτῷ διαφοράν, τὸ δὲ ταὐτὸν ἐν τῷ ἑτέρῳ τάξιν, ὡς δῆλόν ἐστιν ἐν ταῖς πρώταις τῆς ψυχῆς δυνάμεσιν· εἰσὶ δʼ αὗται τὸ κριτικὸν καὶ τὸ κινητικόν. ἡ μὲν οὖν κίνησις εὐθὺς ἐπιδείκνυται περὶ τὸν οὐρανὸν ἐν μὲν τῇ ταὐτότητι τὴν ἑτερότητα τῇ περιφορᾷ τῶν ἀπλανῶν, ἐν δὲ τῇ ἑτερότητι τὴν ταὐτότητα τῇ τάξει τῶν πλανήτων ἐπικρατεῖ γὰρ ἐν ἐκείνοις τὸ ταὐτὸν ἐν δὲ τοῖς περὶ γῆν τοὐναντίον. ἡ δὲ κρίσις ἀρχὰς μὲν ἔχει δύο, τόν τε νοῦν ἀπὸ τοῦ ταὐτοῦ πρὸς τὰ καθόλου καὶ τὴν αἴσθησιν ἀπὸ τοῦ ἑτέρου πρὸς τὰ καθʼ ἕκαστα. μέμικται δὲ λόγος ἐξ ἀμφοῖν, νόησις ἐν τοῖς νοητοῖς καὶ δόξα γιγνόμενος ἐν τοῖς αἰσθητοῖς· ὀργάνοις τε ταῖς μεταξὺ φαντασίαις τε καὶ μνήμαις χρώμενος, ὧν τὰ μὲν ἐν τῷ ταὐτῷ τὸ ἕτερον τὰ δʼ ἐν τῷ ἑτέρῳ ποιεῖ τὸ ταὐτόν. ἔστι γὰρ ἡ μὲν νόησις κίνησις τοῦ νοοῦντος περὶ τὸ μένον, ἡ δὲ δόξα μονὴ τοῦ αἰσθανομένου περὶ τὸ κινούμενον φαντασίαν δὲ συμπλοκὴν δόξης πρὸς αἴσθησιν οὖσαν ἵστησιν ἐν μνήμῃ τὸ ταὐτὸν δὲ θάτερον κινεῖ πάλιν2 ἐν διαφορᾷ τοῦ πρόσθεν καὶ νῦν, ἑτερότητος ἅμα καὶ ταὐτότητος ἐφαπτόμενον.
他本人也用这些词句大体上阐明了这一点: “因为这一论辩,”他说,“根据我的决断推算出来,作为总纲给出:即在天体生成之前,‘存在’、‘处所’与‘生成’三者便已以三种方式存在。” 因为他将质料称为“处所”,正如他有时称其为基座和接受者一样;将可知物称为“存在”;而在宇宙尚未生成之时,将“生成”称为处于变化与运动之中的本质,除此之外无他,这种本质被置于赋予形式者与承受形式者之间,将那里的影像传递到这里。正因这些缘故,它被称为“可分的”,也是因为感觉者必然与感觉物、想象者必然与想象物一同分配并共同延伸。因为属于灵魂特有的感觉运动是向外朝向感觉物运动的;而理智本身固然在自身中是长存且不动的,但在进入灵魂并取得支配之后,便使灵魂转向自身,并在永恒常驻者周围完成了最紧密触及存在的循环运转。因此,它们的结合也变得难以调和,把可分者与不可分者、把各处受动者与决不动摇者混合起来,并强迫“异”结合归入“同”。然而“异”并非运动,正如“同”并非静止一样,而是差异与相异性的原理。因为每一者皆发源自不同的原理,“同”来自“一”,“异”来自“二元”;它们在此首先在灵魂周围被混合,由数、比例和和谐的中项结合在一起;进入“同”中的“异”产生差异,而在“异”中的“同”产生秩序,正如在灵魂的首要能力中显而易见的那样——这些能力即判断能力与推动能力。于是运动随即在天体周围显现出来:在恒星的运转中于同一性中显示相异性,在行星的秩序中于相异性中显示同一性;因为在那些事物中“同”占支配地位,而在大地周围的事物中则恰恰相反。然而判断拥有两个原理:来自“同”而朝向普遍者的理智,以及来自“异”而朝向个别者的感觉。由两者混合而成的理性,在可知物中成为理智认识,在感觉物中成为意见;它以居间的想象和记忆为工具,其中一些在“同”中产生“异”,另一些在“异”中产生“同”。因为理智认识是认识者围绕常驻者的运动,而意见则是感觉者围绕运动者的停留;“同”使作为意见与感觉之结合的想象停留于记忆之中,而“异”则在过去与现在的差异中使它重新运动,同时触及相异性与同一性。
- 24γένεσιν δὲ τοῦ κόσμου μήπω γεγονότος οὐδεμίαν ἄλλην ἢ τὴν ἐν μεταβολαῖς καὶ κινήσεσιν οὐσίαν
与前面的宾语并列,同为动词 καλεῖ 的宾语结构:将“存在”称为可知物,而将宇宙尚未生成时的“生成”(γένεσιν)称为“处于变化与运动之中的本质,除此之外无他”。其中 τοῦ κόσμου μήπω γεγονότος 为独立属格,起时间状语作用。
- 24τὸ ταὐτὸν δὲ θάτερον κινεῖ πάλιν
属于对照句结构,连接词 δὲ 协调前后两肢:前肢以 τὸ ταὐτόν 为主语支配 ἵστησιν(“同”使之停留在记忆中),后肢以 θάτερον 为主语支配 κινεῖ πάλιν(“异”则重新运动它)。句末的中性主格单数分词 ἐφαπτόμενον 在语法上修饰主语 θάτερον。
