- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出无论是界限说还是数学说都无法解释灵魂对感觉物的判断能力与产生意见的机能,并引用《蒂迈欧篇》关于灵魂认知机制的论述,论证构成灵魂的“可分本质”正是永恒实存的、前宇宙时期的意见与感觉性运动。
πρὸς δʼ ἀμφοτέρους τούτους κοινόν ἐστι τὸ μήτε τοῖς πέρασι μήτε τοῖς ἀριθμοῖς μηθὲν ἴχνος ἐνυπάρχειν1 ἐκείνης τῆς δυνάμεως, ᾗ τὸ αἰσθητὸν ἡ ψυχὴ πέφυκε κρίνειν· νοῦν μὲν γὰρ αὐτῇ καὶ νοητικὸν ἡ τῆς νοητῆς μέθεξις ἀρχῆς ἐμπεποίηκε· δόξας δὲ καὶ πίστεις καὶ τὸ φανταστικὸν καὶ τὸ παθητικὸν ὑπὸ τῶν περὶ τὸ σῶμα ποιοτήτων, ὃ οὐκ ἄν τις ἐκ μονάδων οὐδὲ γραμμῶν οὐδʼ ἐπιφανειῶν ἁπλῶς νοήσειεν ἐγγιγνόμενον. καὶ μὴν οὐ μόνον αἱ τῶν θνητῶν ψυχαὶ γνωστικὴν τοῦ αἰσθητοῦ δύναμιν ἔχουσιν, ἀλλὰ καὶ τὴν τοῦ κόσμου φησὶν ἀνακυκλουμένην αὐτὴν πρὸς ἑαυτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγειν κινουμένην διὰ πάσης ἑαυτῆς, ὅτῳ τʼ ἄν τι ταὐτὸν καὶ ὅτου ἂν ἕτερον, πρὸς ὅ τι τε μάλιστα καὶ ὅπη καὶ ὅπως συμβαίνει κατὰ τὰ γιγνόμενα πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν ἐν τούτοις ἅμα καὶ τῶν δέκα κατηγοριῶν ποιούμενος ὑπογραφὴν ἔτι μᾶλλον τοῖς ἐφεξῆς διασαφεῖ. λόγος γάρ φησιν ἀληθής, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς· ὅταν δʼ αὖ περὶ τὸ λογιστικὸν ᾖ καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, ἐπιστήμη ἐξ ἀνάγκης ἀποτελεῖται τούτω δʼ ἐν ᾧ τῶν ὄντων ἐγγίγνεσθον, ἐὰν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν προσείπῃ, πᾶν μᾶλλον ἢ τὸ ἀληθὲς ἐρεῖ. πόθεν οὖν ἔσχεν ἡ ψυχὴ τὴν ἀντιληπτικὴν τοῦ αἰσθητοῦ καὶ δοξαστικὴν ταύτην κίνησιν, ἑτέραν τῆς νοητικῆς ἐκείνης καὶ τελευτώσης εἰς ἐπιστήμην, ἔργον εἰπεῖν, μὴ θεμένους βεβαίως,2 ὅτι νῦν οὐχ ἁπλῶς ψυχὴν ἀλλὰ κόσμου ψυχὴν συνίστησιν ἐξ ὑποκειμένων, τῆς τε κρείττονος οὐσίας καὶ ἀμερίστου καὶ τῆς χείρονος, ἣν περὶ τὰ σώματα μεριστὴν κέκληκεν, οὐχ ἑτέραν οὖσαν ἢ τὴν δοξαστικὴν καὶ φανταστικὴν καὶ συμπαθῆ τῷ αἰσθητῷ κίνησιν,3 οὐ γενομένην ἀλλʼ ὑφεστῶσαν ἀίδιον ὥσπερ ἡ ἑτέρα. τὸ γὰρ νοερὸν ἡ φύσις ἔχουσα καὶ τὸ δοξαστικὸν εἶχεν, ἀλλʼ ἐκεῖνο μὲν ἀκίνητον ἀπαθὲς καὶ περὶ τὴν ἀεὶ μένουσαν ἱδρυμένον οὐσίαν, τοῦτο δὲ μεριστὸν καὶ πλανητόν, ἅτε δὴ φερομένης καὶ σκεδαννυμένης ἐφαπτόμενον ὕλης. οὔτε γὰρ τὸ αἰσθητὸν εἰλήχει τάξεως ἀλλʼ ἦν ἄμορφον καὶ ἀόριστον, ἥ τε περὶ τοῦτο τεταγμένη δύναμις οὔτε δόξας ἐνάρθρους οὔτε κινήσεις ἁπάσας εἶχε τεταγμένας, ἀλλὰ τὰς πολλὰς ἐνυπνιώδεις καὶ παραφόρους καὶ ταραττούσας τὸ σωματοειδές, ὅσα μὴ κατὰ τύχην τῷ βελτίονι περιέπιπτεν· ἐν μέσῳ γὰρ ἦν ἀμφοῖν καὶ πρὸς ἀμφότερα συμπαθῆ καὶ συγγενῆ φύσιν εἶχε, τῷ μὲν αἰσθητικῷ τῆς ὕλης ἀντεχομένη τῷ δὲ κριτικῷ τῶν νοητῶν.
对于这两派人而言,共同的困难在于,无论在界限中还是在数中,都丝毫没有灵魂借以天然判断感觉物的那种能力的痕迹。因为分有可知原理确实在灵魂中植入了理智和认识可知物的机能;但意见、信念、想象力以及受动性则来自物体周围的性质,而绝没有人能设想这些机能仅凭单子、线条或表面就能产生。不仅如此,不仅凡人的灵魂拥有认识感觉物的能力,柏拉图还说宇宙的灵魂: “在自身中回转,无论何时触及具有分散本质之物,还是触及不可分之物,它在自身全体中运动着,述说着某物与何物同一、与何物相异,以及主要就何物而言、在何处、如何按照生成的事物而使各个事物相对于各个事物而存在并受动”;柏拉图在这些言论中同时勾勒了十个范畴的轮廓,并在接下来的文句中解释得更加明晰: “因为当真实的言论,”他说,“涉及感觉物,而‘异’之圆循正道行进并将消息传布于其整个灵魂时,意见与信念便变得坚固而真实;另一方面,当它涉及理性之物,而‘同’之圆运行流畅并指示这些事物时,知识便必然得以完满实现。在存在的事物中,若有人将产生这两者的主体称为除灵魂之外的任何事物,他所说的将完全远离真理。” 那么,灵魂究竟从何处获得了这种对感觉物的感知与意见式的运动——这种不同于可知且终结于知识的运动呢?若不确切地设定以下事实,这将是难以言说的:即柏拉图现在并非单纯构建灵魂,而是由作为基底的主体构成宇宙的灵魂,这些主体即那较优越且不可分的本质,以及他称之为在肉体周围可分的较劣本质——后者非他,正是那产生意见、想象并与感觉物同感的运动,它并非生成而来,而是如同另一者一样永恒地实存着。因为本性拥有理智能力的同时也拥有产生意见的能力,但前者不动且无受动性,奠立在永恒长存的本质周围;而后者则是可分且漂泊不定的,因其触及流动且分散的质料。因为感觉物尚未获得秩序,而是不成形且无定限的;被指派处理感觉物的这种能力既没有条理清晰的意见,也没有使其所有运动皆处于整饬之中,反而大多数运动如梦似幻、狂乱并扰动着肉体之物,除非偶然遇上了较优者。因为它居于两者之中,对两者兼具同情和同类的本性,以其感觉部分执守质料,以其判断部分执守可知物。
- 23τὸ μήτε τοῖς πέρασι μήτε τοῖς ἀριθμοῖς μηθὲν ἴχνος ἐνυπάρχειν
由冠词 τὸ 引导的带不定式分句(τὸ ... ἐνυπάρχειν)充当谓语 κοινόν ἐστι 的真正主语。这一句式结构概括指出了前一节中所讨论的两派学说(色诺克拉底等人的数学说与波塞多尼乌斯等人的几何界限说)共同面临的理论困难。
- 23ἔργον εἰπεῖν, μὴ θεμένους βεβαίως
短语 ἔργον [ἐστί] 是表示“是难事/难以做到”的惯用谓语,后接不定式 εἰπεῖν。分词句 μὴ θεμένους 为宾格(与不定式逻辑上的泛指主语一致),起条件分句(相当于 εἰ μὴ θείη τις)的作用,整体结构表示“若不确凿地设定……,则很难说清……”。
- 23οὐχ ἑτέραν οὖσαν ἢ τὴν δοξαστικὴν καὶ φανταστικὴν καὶ συμπαθῆ τῷ αἰσθητῷ κίνησιν
分词 οὖσαν 为阴性单数宾格,与关系代词 ἣν(先行词为 τῆς χείρονος [οὐσίας])在性数格上一致。这一表语性分词结构表明,柏拉图所谓的“在物体周围可分的本质”不应等同于物理质料本身,而应直接视为“与感觉物同感的意见式与想象式运动”。
