← 普鲁塔克

论《蒂迈欧篇》中灵魂的产生

§18

全音的不等分割与余数比的论证

作者从数学上论证了全音的比例(9:8)不能被二等分而只能分成不等的两部分,并借助192与256这两个数,详细阐明了柏拉图关于余数(leimma)之比为256比243的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

Ἀποδεδειγμένου δὲ τούτου, σκοπῶμεν εἰ δίχα τέμνεσθαι πέφυκε τὸ ἐπόγδοον· εἰ γὰρ μὴ πέφυκεν, οὐδʼ ὁ τόνος. ἐπεὶ δὲ πρῶτοι τὸν ἐπόγδοον λόγον ὁ θʼ καὶ ὁ ηʼ ποιοῦντες1 οὐδὲν διάστημα μέσον ἔχουσι, διπλασιασθέντων δʼ ἀμφοτέρων ὁ παρεμπίπτων μεταξὺ δύο ποιεῖ διαστήματα δῆλον ὅτι τούτων μὲν ἴσων ὄντων δίχα τέμνεται τὸ ἐπόγδοον. ἀλλὰ μὴν διπλάσια γίγνεται τῶν μὲν θʼ τὰ ιηʼ τῶν δʼ ηʼ τὰ ισʼ, δέχονται δʼ οὗτοι μεταξὺ τὰ ιζʼ καὶ γίγνεται τῶν διαστημάτων τὸ μὲν μεῖζον τὸ δʼ ἔλαττον· ἔστι γὰρ τὸ μὲν πρότερον ἐφεπτακαιδέκατον τὸ δὲ δεύτερον ἐφεξκαιδέκατον. εἰς ἄνισα τοίνυν τέμνεται τὸ ἐπόγδοον εἰ δὲ τοῦτο, καὶ ὁ τόνος. οὐδέτερον ἄρα γίγνεται διαιρεθέντος αὐτοῦ τῶν τμημάτων ἡμιτόνιον, ἀλλʼ ὀρθῶς ὑπὸ τῶν μαθηματικῶν λεῖμμα προσηγόρευται. καὶ τοῦτʼ ἐστὶν ὅ φησιν ὁ Πλάτων τὰ ἐπίτριτα τοῖς ἐπογδόοις συμπληροῦντα τὸν θεὸν λείπειν ἑκάστου μόριον αὐτῶν,2 οὗ λόγος ἐστίν, ὃν ἔχει τὰ σʼ καὶ νʼ καὶ σʼ πρὸς τὰ γʼ καὶ μʼ καὶ σʼ. εἰλήφθω γὰρ τὸ διὰ τεσσάρων ἐν ἀριθμοῖς δυσὶ τὸν ἐπίτριτον λόγον περιέχουσι, τοῖς σνσʼ καὶ τοῖς ἑκατὸν ἐνενήκοντα δύο· ὧν ὁ μὲν ἐλάττων, τὰ ἑκατὸν ἐνενήκοντα δύο, κείσθω κατὰ τὸν βαρύτατον τοῦ τετραχόρδου φθόγγον ὁ δὲ μείζων, τὰ σνσʼ, κατὰ τὸν ὀξύτατον· ἀποδεικτέον ὅτι, τούτου συμπληρουμένου δυσὶν ἐπογδόοις, λείπεται διάστημα τηλικοῦτον, ἡλίκον ὡς ἐν ἀριθμοῖς τὰ σʼ καὶ νʼ καὶ σʼ ἔχει πρὸς τὰ γʼ καὶ μʼ καὶ σʼ. τοῦ γὰρ βαρυτέρου τόνῳ ἐπιταθέντος, ὅπερ ἐστὶν ἐπόγδοον, γίγνεται σισʼ· τούτου πάλιν τόνῳ ἄλλῳ ἐπιταθέντος, γίγνεται σμγʼ· ταῦτα μὲν γὰρ ὑπερέχει τῶν σισʼ τοῖς κζʼ, τὰ δὲ σισʼ τῶν ἑκατὸν ἐνενήκοντα δύο τοῖς εἴκοσι καὶ τέσσαρσιν ὧν τὰ μὲν κζʼ τῶν σισʼ ὄγδοά ἐστι, τὰ δὲ κζʼ τῶν ἑκατὸν ἐνενήκοντα δύο.3 διὸ γίγνεται τῶν τριῶν τούτων ἀριθμῶν ὅ τε μέγιστος ἐπόγδοος τοῦ μέσου καὶ ὁ μέσος τοῦ ἐλαχίστου· τὸ δʼ ἀπὸ τοῦ ἐλαχίστου διάστημα μέχρι τοῦ μεγίστου, τουτέστι τὸ ἀπὸ τῶν ἑκατὸν ἐνενήκοντα δύο μέχρι τῶν σμγʼ, δίτονον ἐκ δυεῖν συμπληρούμενον ἐπογδόων ἀφαιρουμένου δὲ τούτου, περίεστι τοῦ ὅλου διάστημα λοιπὸν τὸ μεταξὺ τῶν σμγʼ καὶ τῶν σνσʼ, τὰ τρισκαίδεκα διὸ καὶ λεῖμμα τοῦτον τὸν ἀριθμὸν ὠνόμαζον. ἐγὼ μὲν οὖν εὐσημότατα δηλοῦσθαι τὴν Πλάτωνος οἶμαι γνώμην ἐν τούτοις τοῖς ἀριθμοῖς.

既然这一点已被论证,我们就来看看一倍八分之一比是否天生能够被二等分;因为如果它天生不能,那么全音也不能。既然构成一倍八分之一比的最初的数——九与八——之间没有任何间隔[数],但当两者都被加倍时,插入其间的数便产生了两个间隔,显然,只有当这两个间隔相等时,一倍八分之一比才被二等分。然而,九的二倍是十八,八的二倍是十六,它们在其间接纳了十七,于是各间隔便成为一个较大而另一个较小;因为前者是一倍十七分之一比,而后者是一倍十六分之一比。因此,一倍八分之一比被分割成了不相等的部分;如果这样,全音亦然。所以,当它被分割时,其各部分哪一个都不是半音,而是被数学家们正确地称为余数(leimma)。这也正是柏拉图所说的: 神在用一倍八分之一比填补一倍三分之一比时,留下了它们各自的一个微小部分,其比例即二百五十六对二百四十三之比。 因为不妨在包含一倍三分之一比的两个数中取四度音程,即二百五十六与一百九十二。其中较小的数一百九十二对应于四弦音阶的最低音,而较大的数二百五十六则对应于最高音;必须论证的是,当这一音程被两个一倍八分之一比填满时,所剩留的音程大小正如同在数中二百五十六对二百四十三的比例。因为当较低的音被提升一个全音(即一倍八分之一比)时,便成为二百十六;当这再被提升另一个全音时,便成为二百四十三。因为二百四十三比二百十六大二十七,而二百十六比一百九十二大二十四;其中二十七是二百十六的八分之一,而二十四是一百九十二的八分之一。因此,在这三个数中,最大数对中间数是一倍八分之一比,中间数对最小数也是一倍八分之一比。而从最小数到最大数的音程,也就是从一百九十二到二百四十三的音程,是由两个一倍八分之一比填满的二全音音程(ditone)。当这被扣除后,从全体中剩留下的音程即二百四十三与二百五十六之间的间隔,即十三;因此他们也把这个数称为余数。所以,我个人认为柏拉图的见解在这些数中得到了最清晰的阐明。

语法注3 条
  1. 18ἐπεὶ δὲ πρῶτοι τὸν ἐπόγδοον λόγον ὁ θʼ καὶ ὁ ηʼ ποιοῦντες

    在由 ἐπεί(因为/既然)引导的从属从句中,主语是 ὁ θʼ καὶ ὁ ηʼ(九与八),πρῶτοι 作表语/同位语用,表示“作为最初(最小)的数”。9 和 8 互质,是表示 9:8 这一一倍八分之一比的最小整数对。

  2. 18τὰ ἐπίτριτα τοῖς ἐπογδόοις συμπληροῦντα τὸν θεὸν λείπειν ἑκάστου μόριον αὐτῶν

    承接柏拉图学说的对格加不定式结构(间接引语)。不定式 λείπειν 的逻辑主语是 τὸν θεόν(神),分词短语 τὰ ἐπίτριτα τοῖς ἐπογδόοις συμπληροῦντα(用一倍八分之一比填补一倍三分之一比)修饰 τὸν θεόν 并与其一致。ἑκάστου 修饰 αὐτῶν(它们中的每一个,指各个一倍三分之一音程)。

  3. 18τὰ δὲ κζʼ τῶν ἑκατὸν ἐνενήκοντα δύο

    从数学上下文及前文(“二百十六比一百九十二大二十四”)可知,192的八分之一必然是 24(κδʼ)。然而传世文本在此承袭前一数字重抄为了 κζʼ(27)。在构文上,此句省略了承前句的 [ὄγδοά ἐστι]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:18