- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐明了音程与全音的定义,介绍了和声学派(主张半音)与毕达哥拉斯学派(主张余数)在全音分割上的分歧,并通过乐器声学实验与比例复合的理性计算论证了主要音程的数比关系。
πρότερον δὲ τί τὸ λεῖμμά ἐστι καί τίς ἡ διάνοια τοῦ Πλάτωνος, μᾶλλον κατόψεσθε, τῶν εἰωθότων ἐν ταῖς Πυθαγορικαῖς σχολαῖς λέγεσθαι βραχέως ὑπομνησθέντες. ἔστι γὰρ διάστημα ἐν μελῳδίᾳ πᾶν τὸ περιεχόμενον ὑπὸ δυεῖν φθόγγων ἀνομοίων τῇ τάσει· τῶν δὲ διαστημάτων ἓν ὁ καλούμενος τόνος, ᾧ τὸ διὰ πέντε μεῖζόν ἐστι τοῦ διὰ τεσσάρων. τοῦτον οἱ μὲν ἁρμονικοὶ δίχα τεμνόμενον οἴονται δύο διαστήματα ποιεῖν, ὧν ἑκάτερον ἡμιτόνιον καλοῦσιν οἱ δὲ Πυθαγορικοὶ τὴν μὲν εἰς ἴσα τομὴν ἀπέγνωσαν αὐτοῦ, τῶν δὲ τμημάτων ἀνίσων ὄντων λεῖμμα τὸ ἔλαττον ὀνομάζουσιν, ὅτι τοῦ ἡμίσεος ἀπολείπει.· διὸ καὶ τῶν συμφωνιῶν τὴν διὰ τεσσάρων οἱ μὲν δυεῖν τόνων καὶ ἡμιτονίου ποιοῦσιν οἱ δὲ δυεῖν καὶ λείμματος. μαρτυρεῖν δὲ δοκεῖ τοῖς μὲν ἁρμονικοῖς ἡ αἴσθησις τοῖς δὲ μαθηματικοῖς ἡ ἀπόδειξις, ἧς τοιοῦτος ὁ τρόπος ἐστίν· ἐλήφθη διὰ τῶν ὀργάνων θεωρηθέν,1 ὅτι τὸ μὲν διὰ πασῶν τὸν διπλάσιον λόγον ἔχει, τὸ δὲ διὰ πέντε τὸν ἡμιόλιον, τὸ δὲ διὰ τεσσάρων τὸν ἐπίτριτον, ὁ δὲ τόνος τὸν ἐπόγδοον. ἔξεστι δὲ καὶ νῦν βασανίσαι τἀληθές, ἢ βάρη δυεῖν ἄνισα χορδῶν ἐξαρτήσαντας ἢ δυεῖν ἰσοκοίλων αὐλῶν τὸν ἕτερον μήκει διπλάσιον τοῦ ἑτέρου ποιήσαντας·2 τῶν μὲν γὰρ αὐλῶν ὁ μείζων βαρύτερον φθέγξεται ὡς ὑπάτη πρὸς νήτην, τῶν δὲ χορδῶν ἡ τῷ διπλασίῳ κατατεινομένη βάρει τῆς ἑτέρας ὀξύτερον ὡς νήτη πρὸς ὑπάτην τοῦτο δʼ ἐστὶ διὰ πασῶν. ὁμοίως δὲ καὶ τρία πρὸς δύο ληφθέντα μήκη καὶ βάρη τὸ διὰ πέντε ποιήσει καὶ τέσσαρα πρὸς τρία τὸ διὰ τεσσάρων, ὧν τοῦτο μὲν ἐπίτριτον ἔχει λόγον ἐκεῖνο δʼ ἡμιόλιον. ἐὰν δʼ ὡς ἐννέα πρὸς ὀκτὼ γένηται τῶν βαρῶν ἢ τῶν μηκῶν ἡ ἀνισότης, ποιήσει διάστημα τονιαῖον οὐ σύμφωνον ἀλλʼ ἐμμελὲς ὡς εἰπεῖν ἔμβραχυ, τῷ τοὺς φθόγγους, ἂν ἀνὰ μέρος κρουσθῶσι, παρέχειν ἡδὺ φωνοῦντας καὶ προσηνές3 ἂν δʼ ὁμοῦ, τραχὺ καὶ λυπηρόν· ἐν δὲ ταῖς συμφωνίαις κἂν ὁμοῦ κρούωνται κἂν ἐναλλάξ, ἡδέως προσίεται τὴν συνήχησιν ἡ αἴσθησις. οὐ μὴν ἀλλὰ καὶ διὰ λόγου τοῦτο δεικνύουσιν. ἐν μὲν γὰρ ἁρμονίᾳ τὸ διὰ πασῶν ἔκ τε τοῦ διὰ πέντε σύγκειται καὶ τοῦ διὰ τεσσάρων, ἐν δʼ ἀριθμοῖς τὸ διπλάσιον ἔκ τε τοῦ ἡμιολίου καὶ τοῦ ἐπιτρίτου· τὰ γὰρ δώδεκα τῶν μὲν ἐννέα ἐστὶν ἐπίτριτα τῶν δʼ ὀκτὼ ἡμιόλια τῶν δὲ ϛʼ διπλάσια. σύνθετος οὖν ὁ τοῦ διπλασίου λόγος ἐστὶν ἐκ τοῦ ἡμιολίου καὶ τοῦ ἐπιτρίτου, καθάπερ ὁ τοῦ διὰ πασῶν ἐκ τοῦ διὰ πέντε καὶ τοῦ διὰ τεσσάρων ἀλλὰ κἀκεῖ τὸ διὰ πέντε τοῦ διὰ τεσσάρων τόνῳ κἀνταῦθα τὸ ἡμιόλιον τοῦ ἐπιτρίτου τῷ ἐπογδόῳ μεῖζόν ἐστι. φαίνεται τοίνυν, ὅτι τὸ διὰ πασῶν τὸν διπλάσιον λόγον ἔχει καὶ τὸ διὰ πέντε τὸν ἡμιόλιον καὶ τὸ διὰ τεσσάρων τὸν ἐπίτριτον καὶ ὁ τόνος τὸν ἐπόγδοον.
然而在此之前,若简略回忆一下毕达哥拉斯学派的惯常说法,你们便能更清楚地领会余数(leimma)究竟为何物,以及柏拉图的意图何在。因为在旋律中,音程即由两个音高不同的乐音所包含的一切;而在这些音程中,有一个被称为全音,五度音程比四度音程所大的正是它。对于这个全音,和声学者们认为它被二等分时便产生两个音程,他们将其中每一个都称为半音;然而毕达哥拉斯派却否定了将其等分的做法,由于分割出的两部分不相等,他们便将较小的那一部分命名为余数,因为它不及一半。因此,在各协和音中,前者主张四度音程由两个全音和一个半音构成,而后者则主张由两个全音和一个余数构成。感觉似乎为和声学者作证,而论证则为数学家作证,其论证方式如下:通过乐器上的观察得知,八度音程具有二倍比,五度音程具有一倍半比,四度音程具有一倍三分之一比,而全音则具有一倍八分之一比。并且即使在今天,人们也完全可以检验这一定论的真实性:或者在两根琴弦上悬挂不等的重物,或者使两根内径相同的管子之一在长度上为另一者的两倍。就管子而言,较长的一根发音较低沉,如同低音弦(hypate)对高音弦(nete);而就琴弦而言,被另一根的两倍重物张紧的那一根发音更高,如同高音弦对低音弦;这便是八度音程。同样,若取三比二的长度和重量便会产生五度音程,四比三则产生四度音程,其中后者具有一倍三分之一比,前者具有一倍半比。但如果重量或长度的不等性成为九比八,便会产生一个全音音程,它虽非协和音,但可以说是大体适于旋律的(emmeles),其原因在于:这些音若是相继弹奏,便会呈现甜美宜人的发音;若是同时弹奏,则会显得粗糙刺耳;而在协和音中,无论同时弹奏还是相继弹奏,感觉都会愉悦地接纳这种共鸣。不仅如此,他们还通过理性论证了这一点。因为在和声中,八度音程由五度音程与四度音程组合而成;而在数中,二倍比由一倍半比与一倍三分之一比组合而成;因为十二对九是一倍三分之一,对八是一倍半,对六则是二倍。因此,二倍的比例由一倍半比与一倍三分之一比复合而成,正如八度音程由五度音程与四度音程复合而成一样;并且正如在乐律中五度音程比四度音程大一个全音,在数中一倍半比也比一倍三分之一比大一个一倍八分之一比。由此显然可见,八度音程具有二倍比,五度音程具有一倍半比,四度音程具有一倍三分之一比,而全音具有一倍八分之一比。
- 17ἐλήφθη διὰ τῶν ὀργάνων θεωρηθέν
后接的 ὅτι 从句(“八度音程具有二倍比……”)作被动主动词 ἐλήφθη(被把握/确立为前提)的语法主语,无冠词的中性单数状语分词 θεωρηθέν(被观察到)则与该从句保持性数格一致。
- 17ἔξεστι δὲ καὶ νῦν βασανίσαι τἀληθές, ἢ βάρη δυεῖν ἄνισα χορδῶν ἐξαρτήσαντας ἢ δυεῖν ἰσοκοίλων αὐλῶν τὸν ἕτερον μήκει διπλάσιον τοῦ ἑτέρου ποιήσαντας
无人称动词 ἔξεστι 通常支配与格的人称代词或名词,但在本句中,不定式 βασανίσαι 的逻辑主语由宾格分词 ἐξαρτήσαντας 和 ποιήσαντας 充当。在带有不定式的无人称句型中,当表示泛指的一般人时,常采用此种宾格加不定式结构(AcI)。
- 17τῷ τοὺς φθόγγους, ἂν ἀνὰ μέρος κρουσθῶσι, παρέχειν ἡδὺ φωνοῦντας καὶ προσηνές
带冠词的与格不定式 τῷ ... παρέχειν 表原因(“因其使得/使……产生”)。不定式 παρέχειν 以宾格名词 τοὺς φθόγγους(这些音)为直接宾语,并以分词短语 ἡδὺ φωνοῦντας καὶ προσηνές(发音甜美宜人地)作为宾语补足语。
