- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐明了欧多洛斯计算算术中项与次相反(调和)中项的方法,并说明了为了用整数划分音程,为何需要将基底数从六进一步扩大,且指出相比克兰托尔的三百八十四,采用一百九十二作为首项更符合柏拉图文本的理据。
τὸν δὲ τρόπον, ᾧ λαμβάνουσι τὰς εἰρημένας μεσότητας, ἁπλῶς καὶ σαφῶς Εὔδωρος ἀποδείκνυσι. σκόπει δὲ πρότερον ἐπὶ τῆς ἀριθμητικῆς. ἂν γὰρ ἐκθεὶς τοὺς ἄκρους λάβῃς ἑκατέρου τὸ ἥμισυ μέρος καὶ συνθῇς, ὁ συντεθεὶς ἔσται μέσος ἔν τε τοῖς διπλασίοις καὶ τοῖς τριπλασίοις ὁμοίως. ἐπὶ δὲ τῆς ὑπεναντίας, ἐν μὲν τοῖς διπλασίοις ἂν τοὺς ἄκρους ἐκθεὶς τοῦ μὲν ἐλάττονος τὸ τρίτον τοῦ δὲ μείζονος τὸ ἥμισυ λάβῃς, ὁ συντεθεὶς γίγνεται μέσος· ἐν δὲ τοῖς τριπλασίοις ἀνάπαλιν, τοῦ μὲν ἐλάττονος ἥμισυ δεῖ λαβεῖν τοῦ δὲ μείζονος τρίτον· ὁ γὰρ συντεθεὶς οὕτω γίγνεται μέσος. ἔστω γὰρ ἐν τριπλασίῳ λόγῳ τὰ ϛʼ ἐλάχιστος ὅρος τὰ δʼ ιηʼ μέγιστος· ἐὰν οὖν τῶν ϛʼ τὸ ἥμισυ λαβὼν τὰ τρία καὶ τῶν ὀκτὼ καὶ δέκα τὸ τρίτον τὰ ϛʼ συνθῇς,1 ἕξεις τὸν ἐννέα ταὐτῷ μέρει τῶν ἄκρων ὑπερέχοντα καὶ ὑπερεχόμενον. οὕτω μὲν αἱ μεσότητες λαμβάνονται. δεῖ δʼ αὐτὰς ἐκεῖ παρεντάξαι καὶ ἀναπληρῶσαι τὰ διπλάσια καὶ τριπλάσια διαστήματα. τῶν δʼ ἐκκειμένων ἀριθμῶν οἱ μὲν οὐδʼ ὅλως μεταξὺ χώραν ἔχουσιν οἱ δʼ οὐχ ἱκανὴν αὔξοντες οὖν αὐτούς, τῶν αὐτῶν λόγων διαμενόντων, ὑποδοχὰς ποιοῦσιν ἀρκούσας ταῖς εἰρημέναις μεσότησι. καὶ πρῶτον μὲν ἐλάχιστον ἀντὶ τοῦ ἑνὸς τὰ ἓξ θέντες, ἐπεὶ πρῶτος ἥμισύ τε καὶ τρίτον ἔχει μέρος, ἅπαντας ἑξαπλασίους τοὺς ὑποτεταγμένους ἐποίησαν, ὡς ὑπογέγραπται, δεχομένους τὰς μεσότητας ἀμφοτέρας καὶ τοῖς διπλασίοις καὶ τοῖς τριπλασίοις διαστήμασιν. εἰρηκότος δὲ τοῦ Πλάτωνος ἡμιολίων δὲ διαστάσεων καὶ ἐπιτρίτων καὶ ἐπογδόων γενομένων, ἐκ τούτων τῶν δεσμῶν ἐν ταῖς πρόσθεν διαστάσεσι τῷ τοῦ ἐπογδόου διαστήματι τὰ ἐπίτριτα πάντα συνεπληροῦτο, λείπων αὐτῶν ἑκάστου μόριον, τῆς δὲ τοῦ μορίου ταύτης διαστάσεως λειφθείσης ἀριθμοῦ πρὸς ἀριθμὸν ἐχούσης τοὺς ὅρους ϛʼ καὶ νʼ καὶ σʼ πρὸς γʼ καὶ μʼ καὶ σʼ διὰ ταύτην τὴν λέξιν ἠναγκάζοντο πάλιν τοὺς ἀριθμοὺς ἐπανάγειν καὶ μείζονας ποιεῖν.2 ἔδει μὲν γὰρ ἐφεξῆς ἐπόγδοα γίγνεσθαι δύο· τῆς δʼ ἑξάδος οὔτʼ αὐτόθεν ἐπόγδοον ἐχούσης, εἴ τε τέμνοιτο, κερματιζομένων εἰς μόρια τῶν μονάδων, δυσθεωρήτου τῆς μαθήσεως ἐσομένης,3 αὐτὸ τὸ πρᾶγμα τὸν πολλαπλασιασμὸν ὑπηγόρευσεν, ὥσπερ ἐν ἁρμονικῇ μεταβολῇ τοῦ διαγράμματος ὅλου συνεπιτεινομένου τῷ πρώτῳ τῶν ἀριθμῶν. ὁ μὲν οὖν Εὔδωρος ἐπακολουθήσας Κράντορι πρῶτον ἔλαβε τὸν τπδʼ, ὃς γίγνεται τοῦ ἓξ ἐπὶ τὰ ξδʼ πολλαπλασιασθέντος ἐπηγάγετο δʼ αὐτοὺς ὁ τῶν ξδʼ ἀριθμὸς ἐπόγδοον ἔχων τὸν οβʼ. τοῖς δʼ ὑπὸ τοῦ Πλάτωνος λεγομένοις συμφωνότερόν ἐστιν ὑποθέσθαι τὸ ἥμισυ τούτου γὰρ τὸ λεῖμμα τὸ τῶν ἐπογδόων ἕξει λόγον ἐν ἀριθμοῖς, οὓς ὁ Πλάτων εἴρηκεν ϛʼ καὶ νʼ καὶ σʼ πρὸς τρία καὶ μʼ καὶ σʼ, τῶν ἑκατὸν ἐνενήκοντα δύο πρώτων τιθεμένων. ἂν δʼ ὁ τούτου διπλάσιος τεθῇ πρῶτος, ἔσται τὸ λεῖμμα λόγον μὲν ἔχον τὸν αὐτὸν ἀριθμὸν δὲ τὸν διπλάσιον, ὃν ἔχει τὰ φιβʼ πρὸς υπϛʼ· γίγνεται γὰρ ἐπίτριτα τῶν μὲν ἑκατὸν ἐνενήκοντα δύο τὰ σνϛʼ, τῶν δὲ τπδʼ τὰ φιβʼ. καὶ οὐκ ἄλογος ἡ ἐπὶ τοῦτον ἀναγωγὴ τὸν ἀριθμόν, ἀλλὰ καὶ τοῖς περὶ τὸν Κράντορα παρασχοῦσα τὸ εὔλογον τὰ γὰρ ξδʼ καὶ κύβος ἐστὶν ἀπὸ πρώτου τετραγώνου καὶ τετράγωνος ἀπὸ πρώτου κύβου· γενόμενος δʼ ἐπὶ τὸν γʼ, πρῶτον ὄντα περισσὸν καὶ πρῶτον τρίγωνον καὶ πρῶτον τέλειον ὄντα καὶ ἡμιόλιον, ἑκατὸν ἐνενήκοντα δύο πεποίηκεν, ἔχοντα καὶ αὐτὸν ἐπόγδοον, ὡς δείξομεν.
关于求得上述中项的方法,欧多洛斯作了简明清晰的证明。首先请在算术中项上加以考察。因为如果你列出两极端项,取每一项的一半并相加,其和在二倍比与三倍比中同样都会是中项。然而在次相反中项中,在二倍比的情况下,如果你列出两极端项,取较小项的三分之一和较大项的一半,其和便成为中项;但在三倍比中则相反,应当取较小项的一半和较大项的三分之一;因为这样相加所得的和才成为中项。例如,在三倍比中设六为最小项,十八为最大项;因此,如果你取六的一半即三,以及十八的三分之一即六,将它们相加,你便会得到九,它以两极端项自身的同一分额超过一者且被另一者超过。中项便是依此方式求得的。 然而,必须将它们插入其中,以填补二倍与三倍的音程。但在所列出的数中,有些彼此之间全然没有空间,有些则空间不足;因此,他们在保持相同比例不变的同时扩大这些数,为上述各中项造出充分的容纳位置。首先,他们用六代替一作为最小项,因为六是第一个兼有半数和三分之一部分的数,他们便将所有排在后面的数都扩大为六倍,正如文后所附,使其能在二倍与三倍的音程中接纳这两种中项。 但由于柏拉图说过:“当产生了一倍半、一倍三分之一和一倍八分之一的音程后,在先前的音程中借由这些纽带,所有的四度(一倍三分之一)音程都被全音(一倍八分之一)音程所填满,并留下它们各自的一小部分,而这留下来的一部分音程在数与数的比例上具有二百五十六对二百四十三的项” ——正是由于这一词句,他们不得不再次将这些数向上提升并使之更大。因为必须连续出现两个全音音程;而六自身既没有现成的全音,如果加以分割,单元被碎裂为分数又会使论述难以领会,于是事实本身便要求采用乘法,犹如在和声转调中整个音位图随着第一个数一同收紧升高一样。 于是欧多洛斯追随克兰托尔,首先选取了三百八十四,即六乘以六十四所得的数;而引导他们的是六十四这个数,它拥有七十二作为自身的一倍八分之一。但与柏拉图所言更为相合的做法是假设一半;因为若以一百九十二为首项,其全音的余数便会在柏拉图所说的那些数中具有其比例,即二百五十六对二百四十三。但若以其两倍为首项,余数虽然比例相同,在数值上却会成倍增大,即如同五百十二对四百八十六一样;因为一百九十二的一倍三分之一是二百五十六,而三百八十四的一倍三分之一则是五百十二。并且向这一数的归约并非不合道理,反而为克兰托尔派提供了合理的依据:因为六十四既是由第一个平方数构成的立方数,又是由第一个立方数构成的平方数;而它与三——这一最初的奇数、最初的三角数、最初的完全数和一倍半——相乘,便生成了一百九十二,此数自身也拥有一倍八分之一,正如我们随后将指出的那样。
- 16ὁὲν οὖν τῶν σʼ τὸ ἥμισυ λαβὼν τὰ τρία καὶ τῶν ὀκτὼ καὶ δέκα τὸ τρίτον τὰ σʼ συνθῇς
“ἐὰν”与分词“λαβὼν”连用引导带有虚拟式“συνθῇς”的条件从句,主句则承接以将来时直陈式“ἕξεις”。
- 16εἰρηκότος δὲ τοῦ Πλάτωνος ... διὰ ταύτην τὴν λέξιν ἠναγκάζοντο πάλιν τοὺς ἀριθμοὺς ἐπανάγειν καὶ μείζονας ποιεῖν
从“εἰρηκότος δὲ τοῦ Πλάτωνος”开始的属格独立结构中嵌套了对《蒂迈欧篇》(36a–b)的长篇引文;介词短语“διὰ ταύτην τὴν λέξιν”(因这一词句)承接整段引文,并修饰主句主要动词“ἠναγκάζοντο”。
- 16τῆς δʼ ἑξάδος οὔτʼ αὐτόθεν ἐπόγδοον ἐχούσης, εἴ τε τέμνοιτο, κερματιζομένων εἰς μόρια τῶν μονάδων, δυσθεωρήτου τῆς μαθήσεως ἐσομένης
这是一个复杂的句式结构:在两个属格独立结构(“τῆς ἑξάδος... ἐχούσης”与“δυσθεωρήτου... ἐσομένης”)之间,插入了一个条件从句(“εἴ τε τέμνοιτο”)以及说明其后果的另一个属格独立结构(“κερματιζομένων εἰς μόρια τῶν μονάδων”)。整个结构为主句“αὐτὸ τὸ πρᾶγμα τὸν πολλαπλασιασμὸν ὑπηγόρευσεν”提供了原因说明。
