← 普鲁塔克

论《蒂迈欧篇》中灵魂的产生

§14-15

数二十七的性质与算术及调和中项的引入

作者论述了数二十七的性质以及柏拉图四元数中所包含的协和音比例,进而指出因引入中项而扩大各项的必要性,并阐明了算术中项与调和(次相反)中项的定义及其与音程的对应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

τοιαύτας δὲ δυνάμεις τῶν ἐκκειμένων ἀριθμῶν ἐχόντων, ἴδιον τῷ τελευταίῳ συμβέβηκε, τῷ κζʼ, τὸ τοῖς πρὸ αὐτοῦ συντιθέμενον ἴσον εἶναι πᾶσιν,1 ἔστι δὲ καὶ περιοδικὸς σελήνης. καὶ τῶν ἐμμελῶν διαστημάτων οἱ Πυθαγορικοὶ τὸν τόνον ἐν τούτῳ τῷ ἀριθμῷ τάττουσι διὸ καὶ τὰ τρισκαίδεκα λεῖμμα καλοῦσιν ἀπολείπει γὰρ μονάδι τοῦ ἡμίσεος. ὅτι δʼ οὗτοι καὶ τοὺς τῶν συμφωνιῶν λόγους περιέχουσι, ῥᾴδιον καταμαθεῖν. καὶ γὰρ διπλάσιος λόγος ἐστὶν ὁ τῶν δύο πρὸς τὸ ἓν ἐν ᾧ τὸ διὰ πασῶν, καὶ ἡμιόλιος ὁ πρὸς τὰ δύο τῶν τριῶν ἐν ᾧ τὸ διὰ πέντε, καὶ ἐπίτριτος ὁ πρὸς τὰ τρία τῶν τεσσάρων ἐν ᾧ τὸ διὰ τεσσάρων, καὶ τριπλάσιος ὁ πρὸς τὰ τρία τῶν ἐννέα ἐν ᾧ τὸ διὰ πασῶν καὶ διὰ πέντε, καὶ τετραπλάσιος ὁ πρὸς τὰ δύο τῶν ηʼ ἐν ᾧ τὸ δὶς διὰ πασῶν· ἔνεστι δὲ καὶ ἐπόγδοος ὁ πρὸς τὰ ὀκτὼ τῶν ἐννέα ἐν ᾧ τὸ τονιαῖον. ἂν τοίνυν ἡ μονὰς ἐπίκοινος οὖσα καὶ τοῖς ἀρτίοις συναριθμῆται καὶ τοῖς περιττοῖς, ὁ μὲν ἄπας ἀριθμὸς τὸ τῆς δεκάδος παρέχεται πλῆθος· οἱ γὰρ ἀπὸ μονάδος μέχρι τῶν δέκα συντιθέμενοι πεντεκαίδεκα, τρίγωνον ἀπὸ πεντάδος· ὁ δὲ περιττὸς τὸν τεσσαράκοντα κατὰ σύνθεσιν μὲν ἐκ τῶν δεκατριῶν καὶ τῶν κζʼ γεννώμενον, οἷς τὰ μελῳδούμενα μετροῦσιν εὐσήμως οἱ μαθηματικοὶ διαστήματα, τὸ μὲν δίεσιν τὸ δὲ τόνον καλοῦντες· κατὰ τὸν πολλαπλασιασμὸν δὲ τῇ τῆς τετρακτύος δυνάμει γιγνόμενον τῶν γὰρ πρώτων τεσσάρων καθʼ αὑτὸν ἑκάστου τετράκις λαμβανομένου γίγνεται τέσσαρα καὶ ηʼ καὶ ιβʼ καὶ ισʼ· ταῦτα τὸν μʼ συντίθησι, περιέχοντα τοὺς τῶν συμφωνιῶν λόγους· τὰ μὲν γὰρ ισʼ ἐπίτριτα τῶν δεκαδύο ἐστὶν τῶν δʼ ὀκτὼ διπλάσια, τῶν δὲ τεσσάρων τετραπλάσια· τὰ δὲ ιβʼ τῶν ὀκτὼ ἡμιόλια, τῶν δὲ τεσσάρων τριπλάσια οὗτοι δʼ οἱ λόγοι τὸ διὰ τεσσάρων καὶ τὸ διὰ πέντε καὶ τὸ διὰ πασῶν καὶ τὸ δὶς διὰ πασῶν περιέχουσιν. ἴσος γε μήν ἐστιν ὁ τῶν τεσσαράκοντα δυσὶ τετραγώνοις καὶ δυσὶ κύβοις ὁμοῦ λαμβανομένοις· τὸ γὰρ ἓν καὶ τὰ τέσσαρα καὶ τὰ ὀκτὼ καὶ τὰ κζʼ κύβοι καὶ τετράγωνοι μʼ γίγνονται συντεθέντες. ὥστε πολὺ τῆς Πυθαγορικῆς τὴν Πλατωνικὴν τετρακτὺν ποικιλωτέραν εἶναι τῇ διαθέσει καὶ τελειοτέραν.

在所列出的数具有此等效能的同时,最后一个数二十七具有一个特有性质,即当它与在它之前的所有数相加时,与它们之和相等;并且它也是月亮的运行周期数。在旋律音程中,毕达哥拉斯派将全音置于该数之中;因此他们也将十三称为“余音”,因为它比(二十七的)一半少了一。至于这些数也包含了各协和音的比例,则是容易领会的。因为二对一的比是二倍比,其中包含八度音;三对二的比是一倍半(二分之三)比,其中包含五度音;四对三的比是一倍三分之一(三分之四)比,其中包含四度音;九对三的比是三倍比,其中包含八度加五度音;八对二的比是四倍比,其中包含双八度音;此外还存在九对八的一倍八分之一(八分之九)比,其中包含全音音程。因此,如果作为共同项的一(单元)同时与偶数和奇数合算,则整个数展现出十的量;因为自单元起直至十的数相加,得到十五,是出自五的三角数;而奇数系列则产生四十,依相加而言是由十三与二十七生成的,数学家们以此清晰地度量旋律的诸音程,称前者为微音程,称后者为全音;依乘法而言则是凭四元数的效能生成的:因为当最初的四个数各自取四倍时,便产生四、八、十二和十六;这些数合成四十,包含了各协和音的比例。因为十六是十二的一倍三分之一(三分之四),是八的二倍,是四的四倍;而十二是八的一倍半(二分之三),是四的三倍;这些比例包含四度、五度、八度及双八度。并且,四十这个数正好等于同时取两个平方数和两个立方数:因为一、四、八、二十七这几个立方数与平方数相加即成四十。因此,柏拉图的四元数在配置上远比毕达哥拉斯派的更为丰富且更为完全。

§15

ἀλλὰ ταῖς εἰσαγομέναις μεσότησι τῶν ὑποκειμένων ἀριθμῶν χώρας οὐ διδόντων,2 ἐδέησε μείζονας ὅρους λαβεῖν ἐν τοῖς αὐτοῖς λόγοις· καὶ λεκτέον τίνες εἰσὶν οὗτοι. πρότερον δὲ περὶ τῶν μεσοτήτων· ὧν τὴν μὲν ἴσῳ κατʼ ἀριθμὸν ὑπερέχουσαν ἴσῳ δʼ ὑπερεχομένην ἀριθμητικὴν οἱ νῦν καλοῦσι, τὴν δὲ ταὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχουσαν καὶ ὑπερεχομένην ὑπεναντίαν.3 ὅροι δʼ εἰσὶ τῆς μὲν ἀριθμητικῆς σʼ καὶ θʼ καὶ ιβʼ· τὰ γὰρ ἐννέα τῷ ἴσῳ κατʼ ἀριθμὸν τῶν ἓξ ὑπερέχει καὶ τῶν ιβʼ λείπεται· τῆς δʼ ὑπεναντίας σʼ ηʼ ιβʼ· τὰ γὰρ ὀκτὼ δυσὶ μὲν τῶν σʼ ὑπερέχει τέτταρσι δὲ τῶν ιβʼ λείπεται, ὧν τὰ μὲν δύο τῶν ἓξ τὰ δὲ τέσσαρα τῶν δώδεκα τριτημόριόν ἐστι. συμβέβηκεν οὖν ἐν μὲν τῇ ἀριθμητικῇ ταὐτῷ μέρει τῶν ἄκρων τὸ μέσον ὑπερέχεσθαι καὶ ὑπερέχειν, ἐν δὲ τῇ ὑπεναντίᾳ ταὐτῷ μέρει τῶν ἄκρων τοῦ μὲν ἀποδεῖν τὸ δʼ ὑπερβάλλειν ἐκεῖ μὲν γὰρ τὰ τρία τοῦ μέσου τρίτον ἐστὶ μέρος, ἐνταῦθα δὲ τὰ δʼ καὶ τὰ βʼ τῶν ἄκρων ἑκάτερον ἑκατέρου· ὅθεν ὑπεναντία κέκληται. ταύτην δʼ ἁρμονικὴν ὀνομάζουσιν, ὅτι τοῖς ὅροις τὰ πρῶτα σύμφωνα παρέχεται, τῷ μὲν μεγίστῳ πρὸς τὸν ἐλάχιστον τὸ διὰ πασῶν τῷ δὲ μεγίστῳ πρὸς τὸν μέσον τὸ διὰ πέντε, τῷ δὲ μέσῳ πρὸς τὸν ἐλάχιστον τὸ διὰ τεσσάρων ὅτι τοῦ μεγίστου τῶν ὅρων κατὰ νήτην τιθεμένου τοῦ δʼ ἐλαχίστου καθʼ ὑπάτην, ὁ μέσος γίγνεται ὁ κατὰ μέσην, πρὸς μὲν τὸν μέγιστον τὸ διὰ πέντε ποιοῦσαν πρὸς δὲ τὸν ἐλάχιστον τὸ διὰ τεσσάρων ὥστε γίγνεσθαι τὰ ὀκτὼ κατὰ τὴν μέσην τὰ δὲ δώδεκα κατὰ νήτην τὰ δʼ ἓξ καθʼ ὑπάτην.

然而,由于底层的数并未给引入的中项提供容纳的空间,便有必要在相同的比例中选取更大的项;必须说明这些项究竟是什么。但首先要谈谈中项:其中在数量上超过相等量且被超过相等量的,现今人们称之为算术中项;而在两极端项自身的同一分额(部分)上超过且被超过的,则称为次相反中项。算术中项的各项为六、九、十二;因为九在数量上以相等的量(三)超过六,并少于十二;次相反中项的各项则为六、八、十二;因为八比六超出二,且比十二少四,其中二是六的三分之一,四是十二的三分之一。因此,在算术中项中,中项相对于两极端项是依同一分额被超过和超过的,而在次相反中项中,则是依两极端项的同一分额少于一者而超过另一者;因为在前者中,三是中项的三分之一,而在后者中,四与二是两极端项各自的三分之一;故此被称为次相反中项。人们又将此称为“调和中项”,是因为它通过其各项提供了最初的各协和音:最大项对最小项成八度,最大项对中项成五度,中项对最小项成四度;因为当各项中的最大项被置于最高弦,最小项置于最低弦时,中项便成为居于中弦的那一项,对最大项构成五度,对最小项构成四度;从而使八对应于中弦,十二对应于最高弦,六对应于最低弦。

语法注3 条
  1. 14ἴδιον τῷ τελευταίῳ συμβέβηκε, τῷ κζʼ, τὸ τοῖς πρὸ αὐτοῦ συντιθέμενον ἴσον εἶναι πᾶσιν

    非人称动词 συμβέβηκε 的真正主语是带有冠词的不定式短语 τὸ ... ἴσον εἶναι,ἴδιον 作表语形容词,表示“作为……所特有的属性”。分词 συντιθέμενον 为阳性单数宾格,与不定式隐含的逻辑主语(数二十七)一致。πᾶσιν 与 τοῖς πρὸ αὐτοῦ 同格,是由 συντιθέμενον 及 ἴσον 所要求的与格(即 1+2+3+4+8+9=27)。

  2. 15ταῖς εἰσαγομέναις μεσότησι τῶν ὑποκειμένων ἀριθμῶν χώρας οὐ διδόντων

    这是一个属格绝对结构(genitive absolute),逻辑主语为 τῶν ὑποκειμένων ἀριθμῶν,谓语分词为 οὐ διδόντων。置于句首的 ταῖς εἰσαγομέναις μεσότησι 是动词短语 χώρας διδόντων(为……提供容纳空间)所支配的与格宾语,通过倒装(hyperbaton)被置于属格主语之前。

  3. 15ὧν τὴν μὲν ἴσῳ κατʼ ἀριθμὸν ὑπερέχουσαν ἴσῳ δʼ ὑπερεχομένην ἀριθμητικὴν οἱ νῦν καλοῦσι, τὴν δὲ ταὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχουσαν καὶ ὑπερεχομένην ὑπεναντίαν

    这是由动词 καλοῦσι 所支配的双重宾格结构,在后半分句中省略了 καλοῦσι(即 τὴν δὲ ... ὑπεναντίαν [καλοῦσι])。阴性宾格 τὴν μὲν 与 τὴν δὲ 实质化地指代先行词 μεσοτήτων。与格 ἴσῳ 和 ταὐτῷ μέρει 作差异程度的与格(dative of measure),修饰分词 ὑπερέχουσαν 和 ὑπερεχομένην。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg134.humanitext-grc2:14-15