← 普鲁塔克

柏拉图式问题

§9.2

作为调谐灵魂之中音的理性

作者批驳了仅依据空间位置或名称来断定优劣的看法,提出相反论点:理性部分实乃作为中音(mese)在欲望与激情之间进行调谐,从而确立克制过度与匮乏的中道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.2

ἢ τὸ μὲν τοῖς τόποις ἀπονέμειν τὰ πρῶτα καὶ τὰ μέσα καὶ τὰ τελευταῖα γελοῖόν ἐστιν, αὐτὴν τὴν ὑπάτην ὁρῶντας1 ἐν μὲν λύρᾳ τὸν ἀνωτάτω καὶ πρῶτον, ἐν δʼ αὐλοῖς τὸν κάτω καὶ τὸν τελευταῖον ἐπέχουσαν, ἔτι δὲ τὴν μέσην ἐν ᾧ τις ἂν χωρίῳ τῆς λύρας θέμενος ὡσαύτως ἁρμόσηται, φθεγγομένην ὀξύτερον μὲν ὑπάτης βαρύτερον δὲ νήτης. καὶ γὰρ ὀφθαλμὸς οὐκ ἐν παντὶ ζῴῳ τὴν αὐτὴν ἔχει τάξιν, ἐν παντὶ δὲ καὶ πανταχοῦ κείμενος κατὰ φύσιν ὁρᾶν ὁμοίως πέφυκεν. ὥσπερ οὖν ὁ παιδαγωγὸς οὐ πρόσθεν ἀλλʼ ὄπισθεν βαδίζων ἄγειν λέγεται, καὶ ὁ τῶν Τρώων στρατηγὸς "ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν, ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων" ἑκατέρωθι δʼ ἦν πρῶτος καὶ τὴν πρώτην δύναμιν εἶχεν· οὕτω τὰ τῆς ψυχῆς μόρια δεῖ μὴ τοῖς τόποις καταβιάζεσθαι μηδὲ τοῖς ὀνόμασιν, ἀλλὰ τὴν δύναμιν καὶ τὴν ἀναλογίαν ἐξετάζειν. τὸ γὰρ τῇ θέσει πρῶτον ἱδρῦσθαι τὸ λογιστικὸν ἐν τῷ σώματι τἀνθρώπου κατὰ συμβεβηκός ἐστι· τὴν δὲ πρώτην ἔχει καὶ κυριωτάτην δύναμιν ὡς μέση πρὸς ὑπάτην μὲν τὸ ἐπιθυμητικόν, νήτην δὲ τὸ θυμοειδές,2 τῷ χαλᾶν καὶ ἐπιτείνειν καὶ ὅλως συνῳδὰ καὶ σύμφωνα ποιεῖν ἑκατέρου τὴν ὑπερβολὴν ἀφαιρῶν καὶ πάλιν οὐκ ἐῶν3 ἀνίεσθαι παντάπασιν οὐδὲ καταδαρθάνειν· τὸ γὰρ μέτριον καὶ σύμμετρον ὁρίζεται μεσότητι. μᾶλλον δὲ τοῦτο τέλος ἐστὶ τῆς τοῦ λόγου δυνάμεως, μεσότητας ἐν τοῖς πάθεσι ποιεῖν, ἃς ἱερὰς καλοῦσιν οὐσίας, ἐχούσας τὴν τῶν ἄκρων πρὸς τὸν λόγον καὶ πρὸς ἄλληλα διὰ τοῦ λόγου σύγκρασιν. οὐ γὰρ ἡ συνωρὶς μέσον ἔχει τῶν ὑποζυγίων τὸ κρεῖττον· οὐδὲ τὴν ἡνιοχείαν ἀκρότητα θετέον ἀλλὰ μεσότητα τῆς ἐν ὀξύτητι καὶ βραδύτητι τῶν ἵππων ἀμετρίας, ὥσπερ ἡ τοῦ λόγου δύναμις ἀντιλαμβανομένη κινουμένων ἀλόγως τῶν παθῶν καὶ συναρμόττουσα περὶ αὑτὴν εἰς τὸ μέτριον ἐλλείψεως καὶ ὑπερβολῆς μεσότητα καθίστησι.

抑或依空间位置来分配第一、居中和最末本就是荒谬的?我们看到,最高弦音本身在里拉琴中占据最上与最初的位置,但在双簧管中却占据最下与最末的位置;而且无论人们将中音置于里拉琴的何处并做相应调弦,它所发的音都比最高弦音高昂,而比最低弦音低沉。事实上,眼睛在每种动物身上也并非处于相同位置,但在所有动物身上无论置于何处,皆依自然本性同样能够视物。因此,正如童仆侍从并非走在前面而是走在后面却被称为引路者,特洛伊人的统帅亦是: “有时出现在前锋之中, 有时则在阵后发号施令”,但他无论在何处都是第一人并拥有首要权力;同样,对待灵魂的各部分亦不应受制于其位置或名称,而当考察其能力与比例关系。因为理性部分在人身体的位置中居于首位不过是偶然附带的;而它拥有首要且最主权的力量,乃是作为中音对应于作为最高弦音的欲望部分以及作为最低弦音的激情部分,它通过弛缓与拉紧,使之完全和谐协奏,既剔除每一方的过度,反过来又不容许其全然松懈或昏沉沉睡;因为适度与合度正是由中道所规定的。更确切地说,这才是理性力量的终极目的:在情状中造就诸种中道——人们称之为“神圣的实体” ——它们具有两端对理性以及通过理性而对彼此的交融。因为在一对并辔的驾车牲畜中,并非由更优秀的牲口占据中间;御术亦不可被视作某一极,而当被视作马匹在疾趋与迟缓中的失衡之间的中道,正如同理性的力量克制非理性躁动的情状,将之调谐于自身周围以达到适度,在匮乏与过度之间确立中道。

语法注3 条
  1. 9.2ὁρῶντας

    阳性宾格复数分词 ὁρῶντας 与冠词不定式 τὸ ἀπονέμειν 所暗示的泛指逻辑主语(如 τινάς 或 ἡμᾶς)保持一致。句首的小辞 ἤ 引入对上一段论述的反驳或另一种观点(“抑或……”)。

  2. 9.2ὡς μέση πρὸς ὑπάτην μὲν τὸ ἐπιθυμητικόν, νήτην δὲ τὸ θυμοειδές

    此处为一个高度紧凑的省略结构:ὡς μέση 指理性部分充当“中音”,其后借助 μέν... δέ 构建双重对照,即以欲望部分为最高弦音(ὑπάτη),以激情部分为最低弦音(νήτη)。

  3. 9.2ἀφαιρῶν καὶ πάλιν οὐκ ἐῶν

    虽然句法主语是中性形式 τὸ λογιστικόν,但分词 ἀφαιρῶν 和 οὐκ ἐῶν 却采用了阳性单数主格。这属于依义构文(constructio ad sensum),将理性拟人化为阳性行动主体(ὁ λόγος 或 ὁ λογισμός)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:9.2