← 普鲁塔克

柏拉图式问题

§10.1-10.2

言辞由名词与动词构成与真伪判断

探讨柏拉图何以称言辞由名词与动词构成,指出能构成真伪命题的最小单位正是名词与动词,而其他词类仅为工具与修饰,其自身并不独立表意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

Διὰ τί Πλάτων εἶπε τὸν λόγον ἐξ ὀνομάτων καὶ ῥημάτων κεράννυσθαι; δοκεῖ γὰρ πάντα πλὴν δυεῖν τούτων τὰ μέρη τοῦ λόγου μηθέν,1 Ὅμηρον δὲ καὶ νεανιευσάμενον εἰς ἕνα στίχον ἐμβαλεῖν ἅπαντα τοῦτον "αὐτὸς ἰὼν κλισίηνδε, τὸ σὸν γέρας· ὄφρʼ εὖ εἰδῇς." καὶ γὰρ ἀντωνυμία καὶ μετοχὴ καὶ ὄνομα καὶ ῥῆμα καὶ πρόθεσις καὶ ἄρθρον καὶ σύνδεσμος καὶ ἐπίρρημα ἔνεστι· τὸ γάρ δε μόριον νῦν ἀντὶ τῆς εἰς προθέσεως τέτακται· τὸ γάρ κλισίηνδε τοιοῦτόν ἐστιν οἷον τὸ Ἀθήναζε. τί δὴ ῥητέον ὑπὲρ τοῦ Πλάτωνος; ἦ ὅτι πρῶτον λόγον οἱ παλαιοὶ τὴν τότε καλουμένην πρότασιν νῦν δʼ ἀξίωμα προσηγόρευον, ὃ πρῶτον λέγοντες ἀληθεύουσιν ἢ ψεύδονται; τοῦτο δʼ ἐξ ὀνόματος καὶ ῥήματος συνέστηκεν, ὧν τὸ μὲν πτῶσιν οἱ διαλεκτικοὶ τὸ δὲ κατηγόρημα καλοῦσιν. ἀκούσαντες γὰρ ὅτι Σωκράτης φιλοσοφεῖ καὶ πάλιν ὅτι Σωκράτης τρέπεται, τὸν μὲν ἀληθῆ λόγον εἶναι τὸν δὲ ψευδῆ φήσομεν, οὐδενὸς ἄλλου προσδεηθέντες. καὶ γὰρ εἰκὸς ἀνθρώπους ἐν χρείᾳ λόγου τὸ πρῶτον καὶ φωνῆς ἐνάρθρου γενέσθαι, τάς τε πράξεις καὶ τοὺς πράττοντας αὐτὰς καὶ τὰ πάθη καὶ τοὺς πάσχοντας ἀλλήλοις διασαφεῖν καὶ ἀποσημαίνειν βουλομένους. ἐπεὶ τοίνυν τῷ μὲν ῥήματι τὰ πράγματα καὶ τὰ πάθη; τῷ δʼ ὀνόματι τοὺς πράττοντας αὐτὰ καὶ πάσχοντας ἀποχρώντως δηλοῦμεν, ὡς αὐτὸς εἴρηκε, ταῦτα σημαίνειν ἔδοξε τὰ δʼ ἄλλα φαίη τις ἂν οὐ σημαίνειν, οἷον οἱ στεναγμοὶ καὶ ὀλολυγμοὶ τῶν ὑποκριτῶν καὶ νὴ Δία πολλάκις ἐπιμειδίασις καὶ ἀποσιώπησις ἐμφαντικώτερον ποιεῖ τὸν λόγον, οὐ μὴν ἀναγκαίαν ἔχει πρὸς τὸ σημαίνειν ὡς τὸ ῥῆμα καὶ τοὔνομα δύναμιν ἀλλʼ ἐπίθετόν τινα ποικίλλουσαν τὸν λόγον ὥσπερ τὰ στοιχεῖα ποικίλλουσιν οἱ τὰ πνεύματα καὶ τὰς δασύτητας αὐτῶν ἐκτάσεις τε καὶ συστολὰς ἐνίων αὐτὰ καθʼ αὑτὰ στοιχεῖα τιθέμενοι, πάθη μᾶλλον ὄντα καὶ συμβεβηκότα καὶ διαφορὰς στοιχείων, ὡς ἐδήλωσαν οἱ παλαιοὶ διὰ τῶν ἑκκαίδεκα φράζοντες ἀποχρώντως καὶ γράφοντες ἔπειτα σκόπει μὴ παρακούωμεν τοῦ Πλάτωνος, ἐκ τούτων κεράννυσθαι τὸν λόγον οὐ διὰ τούτων εἰρηκότος·2 εἶθʼ ὥσπερ ὁ τὸν λέγοντα τὸ φάρμακον ἐκ κηροῦ μεμῖχθαι καὶ χαλβάνης συκοφαντῶν,3 ἐπεὶ τὸ πῦρ παρέλιπε καὶ τὸ ἀγγεῖον ὧν χωρὶς οὐκ ἐνῆν μεμῖχθαι, καὶ ἡμεῖς ὁμοίως ἐγκαλῶμεν ὅτι συνδέσμους καὶ προθέσεις καὶ τὰ τοιαῦτα παρῆκεν οὐ γὰρ ἐκ τούτων ὁ λόγος ἀλλʼ, εἴπερ ἄρα, διὰ τούτων καὶ οὐκ ἄνευ τούτων κεράννυσθαι πέφυκεν. οὐ γάρ, ὥσπερ ὁ τὸ τύπτει φθεγξάμενος ἢ τὸ τύπτεται καὶ πάλιν τὸ Σωκράτης ἢ τὸ Πυθαγόρας ἁμωσγέπως νοῆσαί τι καὶ διανοηθῆναι παρέσχηκεν, οὕτω, τοῦ μέν ἢ γάρ ἢ περί καθʼ αὑτὸ ἐκφωνηθέντος, ἔστιν ἔννοιάν τινα λαβεῖν ἢ πράγματος ἢ σώματος· ἀλλʼ ἐὰν μὴ περὶ ἐκεῖνα καὶ μετʼ ἐκείνων ἐκφέρηται, ψόφοις κενοῖς καὶ ἤχοις ἔοικεν· ὅτι ταῦτα μὲν οὔτε καθʼ αὑτὰ σημαίνειν οὔτε μετʼ ἀλλήλων οὐδὲν πέφυκεν, ἀλλʼ ὅπως ἂν συμπλέκωμεν ἢ μιγνύωμεν εἰς ταὐτὸ συνδέσμους καὶ ἄρθρα καὶ προθέσεις, ἕν τι πειρώμενοι κοινὸν ἐξ αὐτῶν ποιεῖν, τερετίζειν μᾶλλον ἢ διαλέγεσθαι δόξομεν· ῥήματος δʼ ὀνόματι συμπλεκομένου, τὸ γενόμενον εὐθὺς διάλεκτός ἐστι καὶ λόγος. ὅθεν εἰκότως ἔνιοι μόνα ταῦτα μέρη τοῦ λόγου τίθενται· καὶ Ὅμηρος ἴσως τοῦτο βούλεται δηλοῦν ἑκάστοτε λέγων "ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν" ἔπος γὰρ τὸ ῥῆμα καλεῖν εἴωθεν, ὥσπερ ἐν τούτοις "ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες" καὶ "χαῖρε πάτερ ὦ ξεῖνε, ἔπος δʼ εἴπερ τι λέλεκται δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι." οὔτε γὰρ σύνδεσμον οὔτʼ ἄρθρον οὔτε πρόθεσιν δεινὸν ἔστι καὶ θυμαλγὲς εἰπεῖν, ἀλλὰ ῥῆμα πράξεως ἐμφαντικὸν αἰσχρᾶς ἢ πάθους τινὸς ἀνεπιτηδείου. διὸ καὶ ποιητὰς καὶ συγγραφεῖς εἰώθαμεν ἐπαινεῖν ἢ ψέγειν οὕτω πως λέγοντες Ἀττικοῖς ὀνόμασιν ὁ δεῖνα κέχρηται καλοῖς ῥήμασιν ἢ πάλιν πεζοῖς τὸ δέ γε πεζοῖς ἢ καλοῖς πάλιν καὶ Ἀττικοῖς ἄρθροις οὐκ ἂν εἴποι τις Εὐριπίδην ἢ Θουκυδίδην διειλέχθαι.

为什么柏拉图说言辞是由名词和动词混合而成的? 因为他似乎认为除这两者之外的所有词类都无足轻重,而荷马却意气风发地将所有词类都放入了这单独的一行诗中: “亲自前往营帐,〔去取〕你的战利品;好让你清楚明白。” 因为其中包含着代词、分词、名词、动词、介词、冠词、连词和副词。事实上,“-de”这一虚词在此处被用来代替介词“eis”;因为“去营帐(klisiende)”正如同“去雅典(Athenaze)”。 那么,究竟应当为柏拉图作何辩护? 难道不是因为古人将那时称为命题、如今称为断题的东西——即人们陈述它时才首次言真或言假的东西——称为首要的言辞吗?而这是由名词和动词构成的,辩证家将前者称为格,将后者称为谓项。因为当我们听到“苏格拉底在从事哲学”,又听到“苏格拉底逃跑了”时,我们无需借助任何其他东西,就会说前者为真言辞,后者为假。事实上,人类起初需要言辞和清晰的声音,很可能是因为他们渴望相互阐明并指明行动及其行动者、受动及其承受者。因此,正如他本人所言,既然我们通过动词充分表明了事由与受动,通过名词充分表明了行动者与承受者,那么在他看来,正是这些才具有指示意义,而人们或许可以说其他词类并不指示意义。例如演员的呻吟与呼号,而且——对宙斯起誓——常常露出的微笑与沉默,固然能使言辞更加生动传神,但它们并不具有动词和名词那样用以指示的不可或缺的能力,而只是一种修饰言辞的附加物,正如那些将气息、送气以及某些字母的延展与收缩本身视作字母的人修饰字母一样,然而这些毋宁说是字母的受动、附性与差别,古人仅凭十六个字母便能充分地表达与书写,便证明了这一点。其次,请考量我们是否误解了柏拉图;因为他说言辞是“由”这些混合而成的,而非“通过”这些混合而成的。难道我们要像那种无理非难宣称药膏是由蜂蜡与白松香配制而成的人一样——因其遗漏了火与器皿,而缺少这两者便不可能调配出来——同样去指责〔柏拉图〕遗漏了连词、介词以及此类词语吗?因为言辞的天性并非由这些混合而成,而是退一步讲,是通过这些且非有这些不可而混合而成的。因为并不像说出“击打”或“被打”,或者说出“苏格拉底”或“毕达哥拉斯”的人那样,多少能让人产生某种概念和思考,单独发出的“men”、“gar”或“peri”绝不可能让人领会某种事物或实体的概念;相反,除非它们是围绕那些〔词〕并与那些〔词〕一同表达,否则便犹如空洞的响声与噪音。因为这些虚词依其本性无论是自身单独而言还是相互结合都不能表达任何意义;无论我们将连词、冠词和介词如何交织或混合在一起,竭力想要从中创造出某种共通的东西,我们看起来也更像是在啁啾鸣叫而非在对话交谈。但只要动词与名词交织在一起,所产生的当下就是谈话与言辞。因此,某些人合情合理地仅将这两者定为言辞的组成部分;荷马每次说道: “说出了一句话,并指名道姓”,大概也正是意在表明这一点。因为他习惯于将动词称为“话”,正如在这些诗句中所见: “妇人啊,你当真说出了这句令人心痛的话”,以及: “向您致敬,异邦的父辈;假若说了什么可怕的话, 愿风暴立即将它卷走带去。” 因为绝不可能将连词、冠词或介词称为可怕或令人心痛的,唯有鲜明地表明可耻行径或不当受动的动词才会被如此称呼。因此,我们在称赞或责难诗人与散文作家时,也往往这样说: “某人使用了雅典风味的名词”,“优美的动词”,或者相反地,“平庸平淡的动词”。 但决不会有人说欧里庇得斯或修昔底德是用“平庸的”或者反过来用“优美的”以及“雅典风味的冠词”来言说的。

语法注3 条
  1. 10.1δοκεῖ γὰρ πάντα πλὴν δυεῖν τούτων τὰ μέρη τοῦ λόγου μηθέν

    δοκεῖ 之后省略了不定词 εἶναι 的宾格加不定词结构:柏拉图(承前省略的主语)似乎将除这两者之外的所有词类都视作无足轻重(μηθέν)。

  2. 10.2ἐκ τούτων κεράννυσθαι τὸν λόγον οὐ διὰ τούτων εἰρηκότος

    属格分词 εἰρηκότος 与前文的 τοῦ Πλάτωνος(παρακούωμεν 的宾语)保持一致。介词 ἐκ(“由……构成”,表示构成质料)与 διά(“通过……”,表示媒介工具)的对比构成本段论证的核心。

  3. 10.2ὥσπερ ὁ τὸν λέγοντα τὸ φάρμακον ἐκ κηροῦ μεμῖχθαι καὶ χαλβάνης συκοφαντῶν

    在 ὥσπερ 从句中,分词 συκοφαντῶν 与冠词 ὁ 搭配,起到准谓语的作用,并与主句中的 καὶ ἡμεῖς ὁμοίως ἐγκαλῶμεν 形成呼应倒装:“正如那无理非难宣称药膏是由蜂蜡与白松香配制而成的人……我们难道也要同样指责柏拉图吗?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:10.1-10.2