← 普鲁塔克

柏拉图式问题

§9.1

灵魂三分与三种琴弦音的对应关系

围绕《理想国》中灵魂三分与三种琴弦音(中音、最高弦音、最低弦音)的对应关系,探讨理性与激情何者对应于中音,并通过空间位置、本性秩序以及协和音比例的论据,证明激情才是中音,而理性则是最高弦音。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

Περὶ τῶν τῆς ψυχῆς δυνάμεων ἐν Πολιτείᾳ Πλάτωνος τὴν τοῦ λογιστικοῦ καὶ θυμοειδοῦς καὶ ἐπιθυμητικοῦ συμφωνίαν ἁρμονίᾳ μέσης καὶ ὑπάτης καὶ νήτης εἰκάσαντος1 ἄριστα, διαπορήσειεν ἄν τις πότερον κατὰ τῆς μέσης τὸ θυμοειδὲς ἢ τὸ λογιστικὸν ἔταξεν·2 αὐτὸς γὰρ ἔν γε τούτοις οὐ δεδήλωκεν. ἡ μὲν οὖν κατὰ τόπον τῶν μερῶν τάξις εἰς τὴν τῆς μέσης χώραν τίθεται τὸ θυμοειδές, τὸ δὲ λογιστικὸν εἰς τὴν τῆς ὑπάτης. τὸ γὰρ ἄνω καὶ πρῶτον ὕπατον οἱ παλαιοὶ προσηγόρευον ᾗ καὶ Ξενοκράτης Δία τὸν μὲν ἐν τοῖς κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσιν ὕπατον καλεῖ, νέατον δὲ τὸν ὑπὸ σελήνην πρότερος δʼ Ὅμηρος τὸν τῶν ἀρχόντων ἄρχοντα θεὸν ὕπατον κρειόντων προσεῖπε. καὶ δικαίως τῷ κρατίστῳ ἀποδέδωκε τὴν ἄνω χώραν ἡ φύσις, ὥσπερ κυβερνήτην ἐνιδρύσασα τῇ κεφαλῇ τὸν λογισμόν, ἔσχατον δὲ καὶ νέατον ἀποικίσασα πόρρω τὸ ἐπιθυμητικόν. ἡ γὰρ κάτω νεάτη προσαγορεύεται τάξις, ὡς δηλοῦσιν αἱ τῶν νεκρῶν κλήσεις νερτέρων καὶ ἐνέρων προσαγορευομένων· ἔνιοι δὲ καὶ τῶν ἀνέμων φασὶ τὸν κάτωθεν ἐκ τοῦ ἀφανοῦς πνέοντα νότον ὠνομάσθαι. ἣν οὖν τὸ ἔσχατον ἔχει πρὸς τὸ πρῶτον ἀντίθεσιν καὶ τὸ νέατον πρὸς τὸ ὕπατον, ταύτην τοῦ ἐπιθυμητικοῦ πρὸς τὸ λογιστικὸν ἔχοντος,3 οὐκ ἔστιν ἀνωτάτω μὲν εἶναι καὶ πρῶτον ὕπατον δὲ μὴ εἶναι τὸ λογιστικὸν ἀλλʼ ἕτερον. οἱ γὰρ ὡς κυρίαν δύναμιν αὐτῷ τὴν τῆς μέσης ἀποδιδόντες ἀγνοοῦσιν ὅτι τὴν κυριωτέραν ἀφαιροῦνται τὴν τῆς ὑπάτης, μήτε τῷ θυμῷ μήτε τῇ ἐπιθυμίᾳ προσήκουσαν ἑκάτερον γὰρ ἄρχεσθαι καὶ ἀκολουθεῖν οὐδέτερον δʼ ἄρχειν ἢ ἡγεῖσθαι τοῦ λογιστικοῦ πέφυκεν. ἔτι δὲ μᾶλλον τῇ φύσει φανεῖται τὸ θυμοειδὲς τῷ τόπῳ τὴν μέσην ἔχον ἐκείνων τάξιν· εἴ γε δὴ τῷ μὲν λογιστικῷ τὸ ἄρχειν, τῷ δὲ θυμοειδεῖ τὸ ἄρχεσθαι καὶ τὸ ἄρχειν κατὰ φύσιν ἐστίν, ὑπηκόῳ μὲν ὄντι τοῦ λογισμοῦ κρατοῦντι δὲ καὶ κολάζοντι τὴν ἐπιθυμίαν, ὅταν ἀπειθῇ τῷ λογισμῷ. καὶ καθάπερ ἐν γράμμασι τὰ ἡμίφωνα μέσα τῶν ἀφώνων ἐστὶ καὶ τῶν φωνηέντων τῷ πλέον ἐκείνων ἠχεῖν ἔλαττον δὲ τούτων, οὕτως ἐν τῇ ψυχῇ τἀνθρώπου τὸ θυμοειδὲς οὐκ ἀκράτως παθητικόν ἐστιν ἀλλὰ φαντασίαν καλοῦ πολλάκις ἔχει μεμιγμένην ἀλόγῳ τῇ τῆς τιμωρίας ὀρέξει. καὶ Πλάτων αὐτὸς εἰκάσας συμφύτῳ ζεύγει καὶ ἡνιόχῳ τὸ τῆς ψυχῆς εἶδος, ἡνίοχον μέν, ὡς παντὶ δῆλον, ἀπέφηνε τὸ λογιστικόν· τῶν δʼ ἵππων τὸ μὲν περὶ τὰς ἐπιθυμίας ἀπειθὲς καὶ ἀνάγωγον παντάπασι περὶ ὦτα λάσιον, κωφόν, μάστιγι μετὰ κέντρων μόλις ὑπεῖκον, τὸ δὲ θυμοειδὲς εὐήνιον τὰ πολλὰ τῷ λογισμῷ καὶ σύμμαχον. ὥσπερ οὖν συνωρίδος οὐχ ὁ ἡνίοχός ἐστιν ἀρετῇ καὶ δυνάμει μέσος, ἀλλὰ τῶν ἵππων ὁ φαυλότερος μὲν τοῦ ἡνιόχου βελτίων δὲ τοῦ ὁμοζύγου, οὕτω τῆς ψυχῆς οὐ τῷ κρατοῦντι τὴν μέσην ἀπένειμε τάξιν, ἀλλʼ ᾧ πάθους μὲν ἧττον ἢ τῷ τρίτῳ μᾶλλον δʼ ἢ τῷ πρώτῳ, λόγου δὲ μᾶλλον ἢ τῷ τρίτῳ ἧττον δʼ ἢ τῷ πρώτῳ μέτεστιν.4 αὕτη γὰρ ἡ τάξις καὶ τὴν τῶν συμφωνιῶν ἀναλογίαν φυλάσσει, τοῦ μὲν θυμοειδοῦς πρὸς τὸ λογιστικὸν ὡς ὑπάτην τὸ διὰ τεσσάρων, πρὸς δὲ τὸ ἐπιθυμητικὸν ὡς νήτην τὸ διὰ πέντε, τοῦ δὲ λογιστικοῦ πρὸς τὸ ἐπιθυμητικὸν ὡς ὑπάτη πρὸς νήτην τὸ διὰ πασῶν. ἐὰν δὲ τὸν λογισμὸν εἰς τὸ μέσον ἕλκωμεν, ἔσται πλέον ὁ θυμὸς ἀπέχων τῆς ἐπιθυμίας, ὃν ἔνιοι τῶν φιλοσόφων ἐπιθυμίᾳ ταὐτὸν εἶναι διʼ ὁμοιότητα νομίζουσιν.

关于柏拉图在《理想国》中论及灵魂诸能力时,将理性部分、激情部分与欲望部分的协和极为精妙地比作中音、最高弦音与最低弦音的和谐,人们可能会产生疑问:他究竟是将激情部分还是理性部分配置于对应中音的位置;因为他自己至少在这些篇幅中并未加以说明。那么,依据各部分的空间分布秩序,当把激情部分置于中音的地位,而把理性部分置于最高弦音的地位。因为古人将上位与居先者称为“最高者”,因此色诺克拉底将处于永恒恒常领域中的宙斯称为“最高者”,而将月亮之下的称为“最低者”;在此之前,荷马亦将主宰诸统治者的神明称作“统治者之最高者”。自然亦公正地将上位分配给至善者,犹如将理智作为舵手安置于头颅,却将欲望部分作为最外端与最低者放逐于遥远处。因为下方的位次被称为“最低”,正如对死者的称呼所表明的那样,死者被称为“幽冥者”与“地底者”;有人还说,在风之中,从下方不可见的深处吹来的风被命名为“南风”。因此,正如最末端对于第一位、最低者对于最高者所具有的对立关系,欲望部分对于理性部分亦具有完全相同的对立,理性部分居于最上与居先之位,却不是最高者而是其他什么,这是绝不可能的。因为那些将中音的力量作为主导力量分配给它〔理性部分〕的人,并未察觉到他们剥夺了它更为至高无上的最高弦音的力量,而这一力量既不适合激情,亦不适合欲望;因为这两者的本性皆是受支配与跟从,绝无一者依其本性能支配或引领理性。此外,从其本性来看,激情部分在位置上处于它们中间的位次还将表现得更加明显;假若依本性而言,统摄归于理性,而对于激情而言,则既受支配又行支配,它顺服于理性,并在欲望违背理性时克制并惩处欲望。正如同在字母中,半元音处于无声音与元音之间,因其发音多于前者而少于后者,同样在人的灵魂中,激情部分亦非纯然受动的情状,而是往往具有与复仇的非理性欲望相混合的高尚表象。况且柏拉图自己将灵魂的形态比作天生的并辔双马与御者,众所周知,他将御者指认为理性部分;而马匹中,关乎欲望的那匹全然不服顺从、桀骜不驯,“耳周毛茸茸,耳聋,在皮鞭与刺棒之下勉强屈服”,而激情的那匹在多数情况下顺从理性的缰绳且为其同盟。因此,正如在双马驾车中,在卓越与能力上居中的绝非御者,而是马匹中劣于御者却优于同轭同伴的那一匹,在灵魂中亦同样,他并非把居中的位次分配给居统辖地位者,而是分配给那在情状上少于第三者而多于第一者、在理性上多于第三者而少于第一者的部分。因为这一秩序也保持了协和音的比例关系:激情部分相对于作为最高弦音的理性部分形成四度音程,相对于作为最低弦音的欲望部分形成五度音程;而理性部分相对于欲望部分,正如最高弦音相对于最低弦音,形成八度音程。但如果我们硬将理性拉入中间,激情距离欲望就会更远,而某些哲学家由于其相似性,甚至认为激情与欲望原本就是同一的。

语法注4 条
  1. 9.1Περὶ τῶν τῆς ψυχῆς δυνάμεων ἐν Πολιτείᾳ Πλάτωνος τὴν τοῦ λογιστικοῦ καὶ θυμοειδοῦς καὶ ἐπιθυμητικοῦ συμφωνίαν ἁρμονίᾳ μέσης καὶ ὑπάτης καὶ νήτης εἰκάσαντος

    句首的“Πλάτωνος ... εἰκάσαντος”构成了独立属格结构。开头的介词短语“Περὶ τῶν τῆς ψυχῆς δυνάμεων”既修饰分词 εἰκάσαντος,同时也作为全句的主题引导,引出主句动词“διαπορήσειεν ἄν τις”所探讨的议题。

  2. 9.1πότερον κατὰ τῆς μέσης τὸ θυμοειδὲς ἢ τὸ λογιστικὸν ἔταξεν

    介词短语“κατὰ τῆς μέσης”(κατά 接属格)在此表示对应或对准:“对应于中音的位置”。虽然 κατά + 属格常见表示“反对”或“向下”,但此处指代音乐体系中音阶位置的对应关系。

  3. 9.1ἣν οὖν τὸ ἔσχατον ἔχει πρὸς τὸ πρῶτον ἀντίθεσιν καὶ τὸ νέατον πρὸς τὸ ὕπατον, ταύτην τοῦ ἐπιθυμητικοῦ πρὸς τὸ λογιστικὸν ἔχοντος

    关系代词 ἣν 与下文的指示代词 ταύτην 呼应(构成“ἣν ... ταύτην”的相关结构)。后半部分的“ταύτην τοῦ ἐπιθυμητικοῦ πρὸς τὸ λογιστικὸν ἔχοντος”整体构成一个独立属格(“既然欲望部分对理性部分具有这同样的对立关系”),作为后文主节“οὐκ ἔστιν ...”的因果前提。

  4. 9.1ἀλλʼ ᾧ πάθους μὲν ἧττον ἢ τῷ τρίτῳ μᾶλλον δʼ ἢ τῷ πρώτῳ, λόγου δὲ μᾶλλον ἢ τῷ τρίτῳ ἧττον δʼ ἢ τῷ πρώτῳ μέτεστιν

    非人称动词 μέτεστι 支配“与格(人/主体)+ 属格(所分有之物)”结构。关系代词 ᾧ(与格)指代承受的主体部分,属格 πάθους 和 λόγου 表示被分有的对象。比较级(ἧττον, μᾶλλον)之后引出的“ἢ τῷ τρίτῳ”和“ἢ τῷ πρώτῳ”在格上与 ᾧ 保持一致,充当比较项的与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:9.1