← 普鲁塔克

柏拉图式问题

§8.4

太阳统领宇宙秩序的尊严与时间的本质

针对太阳被降格为单纯的“时间工具”的疑虑,论述时间并非运动的偶性,而是维系宇宙秩序与匀称的本原,太阳作为最高神明的协作者,统领着宇宙的时间与变化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.4

ἐκεῖνο δὲ μᾶλλον ἄν τις ὑπίδοιτο, μὴ παρὰ τὸ εἰκὸς ὁ ἥλιος καὶ ἀτόπως λέγηται1 μετὰ τῆς σελήνης καὶ τῶν πλανήτων εἰς διορισμὸν χρόνου γεγονέναι. καὶ γὰρ ἄλλως μέγα τοῦ ἡλίου τὸ ἀξίωμα καὶ ὑπʼ αὐτοῦ Πλάτωνος ἐν Πολιτείᾳ βασιλεὺς ἀνηγόρευται παντὸς τοῦ αἰσθητοῦ καὶ κύριος, ὥσπερ τοῦ νοητοῦ τἀγαθόν· ἐκείνου γὰρ ἔκγονος λέγεται, παρέχων τοῖς ὁρατοῖς μετὰ τοῦ φαίνεσθαι τὸ γίγνεσθαι, καθάπερ ἀπʼ ἐκείνου τὸ εἶναι καὶ τὸ γιγνώσκεσθαι τοῖς νοητοῖς ὑπάρχει. τὸν δὴ τοιαύτην φύσιν ἔχοντα καὶ δύναμιν τηλικαύτην θεὸν ὄργανον χρόνου γεγονέναι καὶ μέτρον ἐναργὲς τῆς πρὸς ἀλλήλας βραδυτῆτι καὶ τάχει τῶν ὀκτὼ σφαιρῶν διαφορᾶς οὐ πάνυ δοκεῖ πρεπῶδες οὐδʼ ἄλλως εὔλογον εἶναι. ῥητέον οὖν τοὺς ὑπὸ τούτων ταραττομένους δἰ ἄγνοιαν οἴεσθαι2 τὸν χρόνον μέτρον εἶναι κινήσεως καὶ ἀριθμὸν κατὰ τὸ πρότερον καὶ ὕστερον ὡς Ἀριστοτέλης εἶπεν, ἤ τὸ ἐν κινήσει ποσόν ὡς Σπεύσιππος, ἢ διάστημα κινήσεως ἄλλο δʼ οὐδὲν ὡς ἔνιοι τῶν Στωικῶν ἀπὸ συμβεβηκότος ὁριζόμενοι τὴν δʼ οὐσίαν αὐτοῦ καὶ τὴν δύναμιν οὐ συνορῶντες, ἣν ὅ τε Πίνδαρος ἔοικεν οὐ φαύλως ὑπονοῶν εἰπεῖν3 "ἄνακτα τὸν πάντων ὑπερβάλλοντα χρόνον μακάρων" ὅ τε Πυθαγόρας, ἐρωτηθεὶς τί χρόνος ἐστί, τὴν τούτου ψυχὴν εἰπεῖν. οὐ γὰρ πάθος οὐδὲ συμβεβηκὸς ἧς ἔτυχε κινήσεως ὁ χρόνος ἐστίν, αἰτία δὲ καὶ δύναμις καὶ ἀρχὴ τῆς πάντα συνεχούσης τὰ γιγνόμενα συμμετρίας καὶ τάξεως, ἣν ἡ τοῦ ὅλου φύσις ἔμψυχος οὖσα κινεῖται· μᾶλλον δὲ κίνησις οὖσα καὶ τάξις αὐτὴ καὶ συμμετρία χρόνος καλεῖται· "πάντα γὰρ διʼ ἀψόφου βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγει" καὶ γὰρ ἡ ψυχῆς οὐσία κατὰ τοὺς παλαιοὺς ἀριθμὸς ἦν αὐτὸς ἑαυτόν κινῶν διὸ δὴ καὶ Πλάτων ἔφη χρόνον ἅμα μετʼ οὐρανοῦ γεγονέναι κίνησιν δὲ καὶ πρὸ τῆς τοῦ οὐρανοῦ γενέσεως. χρόνος δʼ οὐκ ἦν· οὐδὲ γὰρ τάξις οὐδὲ μέτρον οὐδὲν οὐδὲ διορισμός, ἀλλὰ κίνησις ἀόριστος ὥσπερ ἄμορφος ὕλη χρόνου καὶ ἀσχημάτιστος· ἐπικλύσασα δʼ ἐν χρόᾳ καὶ καταβαλοῦσα τὴν μὲν ὕλην σχήμασι τὴν δὲ κίνησιν περιόδοις, τὴν μὲν κόσμον ἅμα τὴν δὲ χρόνον ἐποίησεν. εἰκόνες δʼ εἰσὶν ἄμφω τοῦ θεοῦ, τῆς μὲν οὐσίας ὁ κόσμος τῆς δʼ ἀιδιότητος ὁ χρόνος ἐν κινήσει, καθάπερ ἐν γενέσει θεὸς ὁ κόσμος. ὅθεν ὁμοῦ γεγονότας φησὶν ὁμοῦ καὶ λυθήσεσθαι πάλιν, ἄν τις αὐτοὺς καταλαμβάνῃ λύσις· οὐ γὰρ οἷὸν τʼ εἶναι χωρὶς χρόνου τὸ γενητὸν ὥσπερ οὐδὲ τὸ νοητὸν αἰῶνος, εἰ μέλλει τὸ μὲν ἀεὶ μένειν τὸ δὲ μηδέποτε διαλύεσθαι γιγνόμενον. οὕτως οὖν ἀναγκαίαν πρὸς τὸν οὐρανὸν ἔχων συμπλοκὴν καὶ συναρμογὴν ὁ χρόνος οὐχ ἁπλῶς ἐστι κίνησις, ἀλλʼ ὥσπερ εἴρηται κίνησις ἐν τάξει μέτρον ἐχούσῃ καὶ πέρατα καὶ περιόδους· ὧν ὁ ἥλιος ἐπιστάτης ὢν καὶ σκοπὸς ὁρίζειν καὶ βραβεύειν4 καὶ ἀναδεικνύναι καὶ ἀναφαίνειν μεταβολὰς καὶ ὥρας, αἳ πάντα φέρουσι καθʼ Ἡράκλειτον, οὐδὲ φαύλων οὐδὲ μικρῶν ἀλλὰ τῶν μεγίστων καὶ κυριωτάτων τῷ ἡγεμόνι καὶ πρώτῳ θεῷ γίγνεται συνεργός.5

然而,人们倒更有理由怀疑这一点:太阳与月亮及各行星一同为了时间的限定而产生,这是否违背常理且荒谬不经。因为无论如何,太阳的尊严都是极为崇高的,柏拉图自己在《理想国》中便宣布它是整个可知觉世界的王者与主宰,正如善是可知世界的王者一样;因为太阳被称为善的后裔,它赋予可见之物以生成以及被看见,正如可知之物从善那里获得了存在与被认知。这样一个具有如此本性与如此巨大力量的神明,竟作为时间的工具以及八大天球在迟速上彼此差异的显著尺度而产生,这似乎完全不相称,在其他方面也是不合情理的。因此必须指出,那些为此感到困惑的人,是出于无知才认为时间正如亚里士多德所说是“运动的尺度以及依据先后而定的数”,或如斯珀西波斯所说是“运动之中的量”,或如某些斯多亚派学者那样,从偶性出发将其定义为“运动的间隔”而无其他,却未能洞察它的本质与力量;对于这种本质与力量,品达似乎也非浅薄地领会道:“凌驾于一切至福者之上的主宰时间”,而毕达哥拉斯在被问及时间是什么时,亦回答说是这宇宙的灵魂。因为时间并不是任何偶然运动的情状或偶性,而是维系一切生成之物的匀称与秩序的原因、力量与本原,整个宇宙具有灵魂的本性正是依照这一匀称与秩序而运动的;或者更确切地说,运动、秩序与匀称本身就称为时间;“因其行于无声之途,依据正义引导一切凡人之物。” 因为依古人之见,灵魂的本质原本就是“自我运动的数”。正因如此,柏拉图也说时间是与苍穹一同产生的,但在苍穹生成之前便已有运动。然而那时并无时间;因为既没有任何秩序、尺度,也没有任何限定,只有不确定的运动,宛如时间未具形状、未成形相的质料;而(神)以色彩充盈之,在质料上赋予形状,在运动中赋予周期,遂同时将前者造就为宇宙,将后者造就为时间。二者皆为神的摹象:宇宙是其本质的摹象,时间在运动中则是其永恒的摹象,正如宇宙是在生成之中的神一样。因此他说,二者既一同产生,若有任何毁灭临到它们,也必将一同复归解体;因为生成之物不可能脱离时间而存在,正如可知之物不可能脱离永恒一样(假若后者永恒长存,而前者在生成之中永不消解)。因此,时间既与苍穹具有如此必然的交织与协调,它便不仅是单纯的运动,而是如前所述,处于具有尺度、界限和周期的秩序之中的运动;太阳作为这些界限与周期的视察者与守望者,去限定、裁决、显明并昭示那些依赫拉克利特所言“产生万物”的变化与季节,从而在并非低劣微小、而是在最伟大、最根本的事务上,成为作为主导者的首要之神的协作者。

语法注5 条
  1. 8.4ἐκεῖνο δὲ μᾶλλον ἄν τις ὑπίδοιτο, μὴ παρὰ τὸ εἰκὸς ὁ ἥλιος καὶ ἀτόπως λέγηται

    动词 ὑπίδοιτο(源自 ὑφοράομαι,意为“怀疑、担忧”,祈愿语气)带有前指代词 ἐκεῖνο,并引导由连词 μή 引出的表达担忧的从句(“是否……”)。整句结构为:“人们倒更有理由怀疑这一点(ἐκεῖνο),即太阳被说成……是否违背常理”。

  2. 8.4ῥητέον οὖν τοὺς ὑπὸ τούτων ταραττομένους δἰ ἄγνοιαν οἴεσθαι

    动词性形容词 ῥητέον 统领一个带宾语的不定式结构(AcI),以宾格 τοὺς ταραττομένους 为主语,以不定式 οἴεσθαι 为动词;随后 οἴεσθαι 又进一步支配 τὸν χρόνον μέτρον εἶναι...(“必须指出,那些受此困扰的人认为时间是……”)。

  3. 8.4ἣν ὅ τε Πίνδαρος ἔοικεν οὐ φαύλως ὑπονοῶν εἰπεῖν ... ὅ τε Πυθαγόρας, ἐρωτηθεὶς τί χρόνος ἐστί, τὴν τούτου ψυχὴν εἰπεῖν.

    关系代名词 ἣν 为阴性宾格,其先行词为前面的 τὴν δ' οὐσίαν αὐτοῦ καὶ τὴν δύναμιν。后半句 ὅ τε Πυθαγόρας ... εἰπεῖν 中不定式 εἰπεῖν 再次由人称动词 ἔοικεν 统领,以 ἣν 为宾语,以 τὴν τούτου ψυχήν 为补足成分(“毕达哥拉斯似乎也回答说它是这宇宙的灵魂”)。

  4. 8.4ὧν ὁ ἥλιος ἐπιστάτης ὢν καὶ σκοπὸς ὁρίζειν καὶ βραβεύειν

    关系代词属格 ὧν 指代前文的 πέρατα καὶ περιόδους,作为名词 ἐπιστάτης 和 σκοπός 的宾格性属格(“作为这些界限与周期的视察者与守望者”)。随后的不定式 ὁρίζειν 等则是说明其职能的说明性不定式。

  5. 8.4οὐδὲ φαύλων οὐδὲ μικρῶν ἀλλὰ τῶν μεγίστων καὶ κυριωτάτων τῷ ἡγεμόνι καὶ πρώτῳ θεῷ γίγνεται συνεργός.

    表语名词 συνεργός(协作者)同时支配表示协作对象的与格(τῷ ἡγεμόνι καὶ πρώτῳ θεῷ,“与首要的神明”)以及表示协作事务领域的属格(οὐδὲ φαύλων ... ἀλλὰ τῶν μεγίστων,“并非在琐碎之事、而是在最伟大之事上的协作者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:8.4