← 普鲁塔克

柏拉图式问题

§8.1-8.3

大地因静止而成为时间工具的论证

围绕柏拉图称大地为“时间的器官”的含义,探讨了地球自转说与文本讹误修改的假说,最终指出大地是通过静止不动确立昼夜而成为时间的工具与尺度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

Πῶς λέγει τὰς ψυχὰς ὁ Τίμαιος εἴς τε γῆν καὶ σελήνην καὶ τἄλλα ὅσα ὄργανα χρόνου σπαρῆναι; πότερον οὕτως ἐκίνει τὴν γῆν, ὥσπερ ἥλιον καὶ σελήνην καὶ τοὺς πέντε πλάνητας, οὓς ὄργανα χρόνου διὰ τὰς τροπὰς προσηγόρευε, καὶ ἔδει τὴν γῆν ἰλλομένην περὶ τὸν διὰ πάντων πόλον τεταμένον1 μὴ μεμηχανῆσθαι συνεχομένην καὶ μένουσαν, ἀλλὰ στρεφομένην καὶ ἀνειλουμένην νοεῖν, ὡς ὕστερον Ἀρίσταρχος καὶ Σέλευκος ἀπεδείκνυσαν, ὁ μὲν ὑποτιθέμενος μόνον ὁ δὲ Σέλευκος καὶ ἀποφαινόμενος; Θεόφραστος δὲ καὶ προσιστορεῖ τῷ Πλάτωνι πρεσβυτέρῳ γενομένῳ μεταμέλειν, ὡς οὐ προσήκουσαν ἀποδόντι τῇ γῇ τὴν μέσην χώραν τοῦ παντός.

提麦奥斯是在何种意义上说,灵魂被播撒进大地、月亮以及其余一切“时间的器官”之中的? 难道他是让大地像太阳、月亮以及由于其回归运动而被他称为时间的器官的五大行星那样运动,并且应当把那“绕着贯穿全宇宙之轴卷缩的”大地,构想为并非被设计成受到束缚而保持静止,而是旋转回旋的,正如后来的阿里斯塔克与塞琉古所论证的那样(前者仅作为假说提出,而塞琉古则断言确立之)?此外,泰奥弗拉斯托斯还记载道,柏拉图晚年曾感到后悔,认为自己把全宇宙中心的位置赋予大地是不恰当的。

§8.2

ἢ τούτοις μὲν ἀντίκειται πολλὰ τῶν ὁμολογουμένως ἀρεσκόντων τἀνδρί· μεταγραπτέον δὲ τὸ χρόνου χρόνῳ λαμβάνοντα ἀντὶ τῆς γενικῆς τὴν δοτικήν,2 καὶ δεκτέον ὄργανα μὴ τοὺς ἀστέρας ἀλλὰ τὰ σώματα τῶν ζῴων λέγεσθαι; καθάπερ Ἀριστοτέλης ὡρίσατο τὴν ψυχὴν πρώτην ἐντελέχειαν σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. ὥστε τοιοῦτον εἶναι τὸν λόγον· αἱ ψυχαὶ εἰς τὰ προσήκοντα ὀργανικὰ σώματα ἐν χρόνῳ κατεσπάρησαν. ἀλλὰ καὶ τοῦτο παρὰ τὴν δόξαν ἐστίν· οὐ γὰρ ἅπαξ ἀλλὰ πολλάκις ὄργανα χρόνου τοὺς ἀστέρας εἴρηκεν, ὅπου καὶ τὸν ἥλιον αὐτὸν εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γεγονέναι φησὶ μετὰ τῶν ἄλλων πλανήτων.

或者,此人普遍公认的许多学说与这些说法正相抵触;而应当将“时间的(属格)”改写作“在时间中(与格)”,以与格取代属格,并接受“器官”所指的并非天体而是动物的肉体?正如亚里士多德将灵魂定义为“潜在地具有生命的自然有机肉体的第一现实态”。 从而该命题成为这样的意思:灵魂是在时间之中被播撒进适宜的有机肉体之中的。然而这同样违背了他的见解;因为他并非仅有一次,而是屡次将诸天体称为时间的器官,况且他甚至明言,太阳本身与其他行星一道,“是为了限定并保持时间的数而产生的”。

§8.3

ἄριστον οὖν τὴν γῆν ὄργανον ἀκούειν χρόνου, μὴ κινουμένην ὥσπερ τοὺς ἀστέρας, ἀλλὰ τῷ περὶ αὑτὴν μένουσαν ἀεὶ παρέχειν ἐκείνοις φερομένοις ἀνατολὰς καὶ δύσεις,3 αἷς τὰ πρῶτα μέτρα τῶν χρόνων, ἡμέραι καὶ νύκτες, ὁρίζονται· διὸ καί φύλακα καὶ δημιουργὸν αὐτὴν ἀτρεκῆ νυκτὸς καὶ ἡμέρας προσεῖπε· καὶ γὰρ οἱ τῶν ὡρολογίων γνώμονες οὐ συμμεθιστάμενοι ταῖς σκιαῖς ἀλλʼ ἑστῶτες ὄργανα καὶ χρόνου μέτρα γεγόνασι, μιμούμενοι τῆς γῆς τὸ ἐπιπροσθοῦν τῷ ἡλίῳ περὶ αὐτὴν ὑποφερομένῳ, καθάπερ εἶπεν Ἐμπεδοκλῆς "νύκτα δὲ γαῖα τίθησιν, ὑφισταμένη φαέεσσι." τοῦτο μὲν οὖν τοιαύτην ἔχει τὴν ἐξήγησιν,

因此,最好的解释是将大地理解为时间的器官,并非由于它像天体那样运动,而是由于它自身保持静止,始终为那些运行的天体提供升起与落下,而最初的时间尺度——昼与夜——正是由此得以确定的。因此他还将大地称为“夜与昼的精准守护者与造作者”。事实上,日晷的指针亦非随阴影移动,而是通过静止伫立而成为时间的工具与尺度,这正模仿了大地挡住围绕其下方运行的太阳的作用,正如恩培多克勒所言:“大地阻截光芒,造就黑夜。” 关于此事便有这样一种解释,

语法注3 条
  1. 8.1ἰλλομένην περὶ τὸν διὰ πάντων πόλον τεταμένον

    引自柏拉图《提麦奥斯》40B-C。分词 ἰλλομένην(源自 ἴλλω/εἴλλω)既可理解为“缠绕紧缩/固着不动”,亦可理解为“旋转/回绕”。普鲁塔克在此正是将此词的两种传统解读——静止受缚(συνεχομένην καὶ μένουσαν)与自转回旋(στρεφομένην καὶ ἀνειλουμένην)——并置为对立观点。

  2. 8.2μεταγραπτέον δὲ τὸ χρόνου χρόνῳ λαμβάνοντα ἀντὶ τῆς γενικῆς τὴν δοτικήν

    动词性形容词 μεταγραπτέον(必须改写)带有泛指施事者的宾格分词 λαμβάνοντα,相当于不定式结构中的逻辑主语:“是否应当由人选取与格取代属格,将χρόνου改写为χρόνῳ……?”

  3. 8.3τῷ περὶ αὑτὴν μένουσαν ἀεὶ παρέχειν ἐκείνοις φερομένοις ἀνατολὰς καὶ δύσεις

    冠词与格不定式 τῷ... παρέχειν 表手段或原因。其逻辑主语由宾格分词 μένουσαν 体现(呼应前面的宾格 τὴν γῆν),而与格分词短语 ἐκείνοις φερομένοις 则作 παρέχειν 的间接宾语(“向那些运动的天体提供出没”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:8.1-8.3