- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:7.8-7.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者解释了水流、波浪、泉水以及洒水地面生风是如何因不存在空虚与空气的周流置换而产生的,随后论述了高低音的速率差异与空气传导如何促成乐音的协和。
ἡ δὲ τῶν ἐπὶ γῆς ὑδάτων ῥύσις οὐχ ὁμοίως εὐσύνοπτον ἔχει τὸν τῆς ἀντιπεριώσεως τρόπον. ἀλλὰ χρὴ καταμανθάνειν τὰ λιμναῖα τῶν ὑδάτων ἀτρεμοῦντα καὶ μένοντα, τῷ περικεχύσθαι καὶ συναγαγεῖν πανταχόθεν αὑτοῖς ἀκίνητον ἀέρα,1 μηδαμοῦ κενὴν ποιοῦντα χώραν. τὸ γοῦν ἐπιπολῆς ὕδωρ ἔν τε ταῖς λίμναις καὶ ἐν τοῖς πελάγεσι δονεῖται καὶ κυμαίνεται, τοῦ ἀέρος σάλον λαμβάνοντος· ἕπεται γὰρ εὐθὺς μεθισταμένῳ καὶ συναπορρεῖ διὰ τὴν ἀνωμαλίαν· ἡ γὰρ κάτω πληγὴ τὴν κοιλότητα ποιεῖ τοῦ κύματος ἡ δʼ ἄνω τὸν ὄγκον, ἄχρι οὗ καταστῇ καὶ παύσηται, τῆς περιεχούσης τὰ ὑγρὰ χώρας ἱσταμένης. αἱ ῥύσεις οὖν τῶν φερομένων ἀεὶ τὰ ὑποχωροῦντα τοῦ ἀέρος διώκουσαι τοῖς δʼ ἀντιπεριωθουμένοις ἐλαυνόμεναι τὸ ἐνδελεχὲς καὶ ἀλώφητον ἔχουσι, διὸ καὶ φέρονται θᾶττον οἱ ποταμοὶ πληθύοντες· ὅταν δʼ ὀλίγον καὶ κοῖλον, ἵεται τὸ ὑγρὸν ὑπʼ ἀσθενείας,2 οὐχ ὑπείκοντος τοῦ ἀέρος οὐδὲ πολλὴν ἀντιπερίστασιν λαμβάνοντος. οὕτω δὲ καὶ τὰ πηγαῖα τῶν ὑδάτων ἀναγκαῖόν ἐστιν ἀναφέρεσθαι, τοῦ θύραθεν ἀέρος εἰς τὰς κενουμένας ἐν βάθει χώρας ὑποφερομένου καὶ πάλιν θύραζε τὸ ὕδωρ ἐκπέμποντος. οἴκου δὲ βαθυσκίου καὶ περιέχοντος ἀέρα νήνεμον ὕδατι ῥανθὲν ἔδαφος πνεῦμα ποιεῖ καὶ ἄνεμον, μεθισταμένου τοῦ ἀέρος ἐξ ἕδρας παρεμπίπτοντι τῷ ὑγρῷ καὶ πληγὰς λαμβάνοντος οὕτως ἐξωθεῖσθαί θʼ ὑπʼ ἀλλήλων καὶ ἀνθυπείκειν ἀλλήλοις πέφυκεν, οὐκ οὔσης κενότητος ἐν ᾗ θάτερον ἱδρυθὲν οὐ μεθέξει τῆς θατέρου μεταβολῆς.
然而地上之水流,并不具有同样易于审视的周流置换(逆势相让)的方式。但人们应当领会到湖泊之水静息不动,是因为不动之空气在各方注满并汇集在水体周围,在任何地方都不造成空余的处所。无论如何,湖泊与海洋表面的水,在空气发生震荡时便翻滚并激起波浪;因为水立即跟随移动的空气,并因其不规则性而一同流去;盖下方的冲击形成波谷,而上方的冲击形成波峰,直到波浪平息止息,容纳液体的处所归于静止。因此,奔流之水的流动,始终追逐着退避的空气,又被周流相挤的空气所驱赶,因而具有持续不断且不竭的运动,这也正是河流在丰沛时奔流得更快的原因。然而当水分微少且处于凹陷处时,由于力量微弱而滞缓流淌,空气既不退避,亦未获得巨大的周流置换。同样,泉水之向上喷涌亦出于必然:外部空气潜入深处正被腾空的处所,并再次将水排送向外部。又如在一处阴深且饱含无风空气的房舍中,洒了水的地面会产生微风与气流,这是由于空气在乘隙而入的水分面前移位并受到冲击;事物天然如此相推相斥并轮流相让,因为不存在任何空虚能让居于其中的一方不参与另一方的变化。
καὶ μὴν τὰ περὶ τῆς συμφωνίας αὐτὸς εἴρηκεν, ὃν τρόπον ὁμοιοῦσι τοὺς φθόγγους. ὀξὺς μὲν γὰρ ὁ ταχὺς γίγνεται βαρὺς δʼ ὁ βραδύς· διὸ καὶ πρότερον κινοῦσι τὴν αἴσθησιν οἱ ὀξεῖς· ὅταν δὲ τούτοις ἤδη μαραινομένοις καὶ ἀπολήγουσιν οἱ βραδεῖς ἐπιβάλωσιν ἀρχόμενοι, τὸ κραθὲν αὐτῶν διʼ ὁμοιοπάθειαν ἡδονὴν τῇ ἀκοῇ παρέσχεν, ἣν συμφωνίαν καλοῦσιν. ὅτι δὲ τούτων ὄργανον ὁ ἀήρ ἐστι, ῥᾴδιον συνιδεῖν ἐκ τῶν προειρημένων. ἔστι γὰρ ἡ φωνὴ πληγὴ τοῦ αἰσθανομένου διʼ ὤτων ὑπʼ ἀέρος· πλήττει γὰρ πληγεὶς ὁ ἀὴρ ὑπὸ τοῦ κινήσαντος,3 ἂν μὲν σφοδρόν, ὀξέως, ἂν δʼ ἀμβλύ, μαλακώτερον· ὁ δὴ σφόδρα καὶ συντόνως πληγεὶς προσμίγνυσι τῇ ἀκοῇ πρότερος, εἶτα περιιὼν πάλιν καὶ καταλαμβάνων τὸν βραδύτερον συνέπεται καὶ συμπαραπέμπει τὴν αἴσθησιν.
此外,关于协和音,〔柏拉图〕自己已经说明了声音是如何彼此同化的。因为快速的声音成为高音,缓慢的声音成为低音;所以高音先触动感觉。而当这些高音已经衰减止息之际,缓慢的低音方始进入,它们因同感而生的调和便给听觉带来愉悦,人们称之为协和音。从前文所述不难看出,空气乃是这些现象的工具。因为声音是知觉者通过耳朵被空气所施加的撞击;受到发动者撞击的空气自己也去撞击,若力量猛烈则尖锐(高昂),若力量迟钝则较为柔和(低沉);那受猛烈且强劲撞击的空气先接触到听觉,然后再次绕行并赶上较缓慢的空气,随行并一同引导感觉。
- 7.8τῷ περικεχύσθαι καὶ συναγαγεῖν πανταχόθεν αὑτοῖς ἀκίνητον ἀέρα
带冠词的与格不定式 τῷ περικεχύσθαι καὶ συναγαγεῖν 表示湖水处于静止不动状态(ἀτρεμοῦντα καὶ μένοντα)的原因或理由。完成时被动态不定式与不定过去时主动态不定式并列,反身与格代词 αὑτοῖς 指代水体自身,说明不动的空气在其四周汇聚包围这一物理成因。
- 7.8ὅταν δʼ ὀλίγον καὶ κοῖλον, ἵεται τὸ ὑγρὸν ὑπʼ ἀσθενείας
在连词 ὅταν 引导的时间从句中,系动词 ᾖ 被省略。中性形容词 ὀλίγον καὶ κοῖλον 作为表语修饰主语 τὸ ὑγρόν(或河床的浅狭状态)。主句动词 ἵεται 为中间态,本义为“急驱/冲”,与后文的 ὑπʼ ἀσθενείας(因力量微弱)及空气不退让的条件相配合,表达出水势微弱、滞重难进的流动情态。
- 7.9πλήττει γὰρ πληγεὶς ὁ ἀὴρ ὑπὸ τοῦ κινήσαντος
被动态分词 πληγεὶς 与主动态主动词 πλήττει 的主语 ὁ ἀὴρ 一致,表明因果作用的传递:空气先受到推动者(发声源)的撞击,自身随即再去施加撞击。这精炼地阐明了前句所述“声音是通过耳朵由空气施加给知觉者的撞击”这一中介过程。
