- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:7.1-7.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了柏拉图基于“不存在空虚”与“周流置换(逆势相让)”来解释医用吸盘、吞咽、投射物、雷电以及磁石与琥珀吸引等诸多现象的理论,并逐一论述了导致这些现象的具体空气运动机制。
Πῶς ποτέ φησιν ὁ Πλάτων τὴν ἀντιπερίστασιν τῆς κινήσεως διὰ τὸ μηδαμοῦ κενὸν ὑπάρχειν αἰτίαν εἶναι1 τῶν περὶ τὰς ἰατρικὰς σικύας παθημάτων, καὶ τῶν περὶ τὴν κατάποσιν καὶ τὰ ῥιπτούμενα βάρη καὶ τὰ τῶν ὑδάτων ῥεύματα καὶ κεραυνούς, τήν τε φαινομένην πρὸς ἤλεκτρα καὶ τὸν λίθον τὸν Ἡράκλειον ὁλκὴν τάς τε τῶν φθόγγων συμφωνίας; δόξει γὰρ ἀτόπως αἰτίαν μίαν παμπόλλων καὶ ἀνομοίων γένεσιν ἐπάγειν παθῶν.
柏拉图究竟在何种意义上说,由于任何地方都不存在空虚,运动的“周流置换”(逆势相让)是医用吸盘诸现象、吞咽、投掷之重物、水流、雷电、向琥珀与赫拉克勒斯石(磁石)显现的吸引以及乐音和谐的原因? 因为将极其繁多且不相类之诸现象的生成归咎于单一的原因,似乎是荒谬的。
τὸ μὲν γὰρ περὶ τὴν ἀναπνοὴν ὡς γίγνεται τῇ ἀντιπεριστάσει τοῦ ἀέρος, αὐτὸς ἱκανῶς ἀποδέδειχε· τὰ δὲ λοιπὰ πάντα φήσας θαυματουργεῖσθαι καὶ τῷ κενὸν εἶναι μηδὲν περιωθεῖν θʼ αὑτὰ ταῦτʼ εἰς ἄλληλα καὶ διαμείβεσθαι πρὸς τὰς αὑτῶν ἕδρας ἰόντα, τὴν καθʼ ἕκαστον ἐξεργασίαν ἡμῖν ἀφῆκε.
诚然,关于呼吸是如何通过空气的周流置换而产生的,柏拉图自身已作了充分的证明;但至于其余诸事,他仅宣称它们如奇迹般运作,且由于不存在空虚,这些事物在走向各自处所时彼此推挤入对方之中并相互易位,便将对每一具体情形的详加阐发留给了我们。
πρῶτον μὲν οὖν τὸ περὶ τὴν σικύαν τοιοῦτόν ἐστιν· ὁ περιληφθεὶς ὑπʼ αὐτῆς πρὸς τῇ σαρκὶ μετὰ θερμότητος ἀὴρ ἐκπυρωθεὶς καὶ γενόμενος τῶν τοῦ χαλκοῦ πόρων ἀραιότερος ἐξέπεσεν2 οὐκ εἰς κενὴν χώραν, οὐ γὰρ ἔστιν, εἰς δὲ τὸν περιεστῶτα τὴν σικύαν ἔξωθεν ἀέρα, κἀκεῖνον ἀπέωσεν ὁ δὲ τὸν πρὸ αὑτοῦ· καὶ τοῦτο πάσχων ἀεὶ καὶ δρῶν ὁ ἔμπροσθεν ὑποχωρεῖ, τῆς κενουμένης γλιχόμενος χώρας, ἣν ὁ πρῶτος ἐξέλιπεν οὕτω δὲ τῇ σαρκὶ περιπίπτων, ἧς ἡ σικύα δέδρακται, καὶ ἀναζέων ἅμα συνεκθλίβει τὸ ὑγρὸν εἰς τὴν σικύαν.
首先,关于吸盘的情形是这样的:被吸盘封闭在皮肉旁的空气随着热量而受热灼炽,变得比青铜的孔隙还要稀薄,遂逸散开来,并非逸入空虚的空间(因为空虚并不存在),而是逸入从外部环绕吸盘的空气之中,并推开那部分空气,而那部分空气又推开其前方的空气;在不断承受与施加这一作用的过程中,前方的空气退让,渴求着那最初的空气所遗弃的、正在变空的处所;于是它落回到被吸盘紧扣的皮肉上,同时翻腾沸溢,将体液一同挤压入吸盘之中。
ἡ δὲ κατάποσις γίγνεται τὸν αὐτὸν τρόπον· αἱ γὰρ περὶ τὸ στόμα καὶ τὸν στόμαχον κοιλότητες ἀέρος ἀεὶ πλήρεις εἰσίν· ὅταν οὖν ἐμπιεσθῇ τὸ σιτίον ὑπὸ τῆς γλώττης, ἅμα καὶ τῶν παρισθμίων ἐνταθέντων, ἐκθλιβόμενος ὁ ἀὴρ πρὸς τὸν οὐρανὸν ἔχεται τοῦ ὑποχωροῦντος καὶ συνεπωθεῖ τὸ σιτίον.
而吞咽也是以相同的方式发生的:因为口部和食道周围的空腔始终充满着空气;因此,当食物被舌头压入,同时扁桃腺也收紧时,被挤压向腭部的空气便跟随退让的空气,共同向前推动食物。
τὰ δὲ ῥιπτούμενα βάρη τὸν ἀέρα σχίζει μετὰ πληγῆς ἐμπεσόντα καὶ διίστησιν ὁ δὲ περιρρέων ὀπίσω, τῷ φύσιν ἔχειν ἀεὶ τὴν ἐρημουμένην χώραν διώκειν καὶ ἀναπληροῦν, συνέπεται τῷ ἀφιεμένῳ τὴν κίνησιν συνεπιταχύνων.
被投掷的重物以冲击落入空气之中,将其切裂并劈开;但由于空气具有总是追逐并填补空出处所的本性,从后方环流而过的空气便紧随着被抛出的物体,一同加速其运动。
αἱ δὲ τῶν κεραυνῶν πτώσεις καὶ αὐταὶ ῥίψεσιν ἐοίκασιν· ἐκπηδᾷ γὰρ ὑπὸ πληγῆς ἐν τῷ νέφει γενομένης τὸ πυρῶδες εἰς τὸν ἀέρα· κἀκεῖνος ἀντιρραγεὶς ὑποχωρεῖ, καὶ πάλιν ἐς ταὐτὸ συμπίπτων ἄνωθεν ἐξωθεῖ κάτω παρὰ φύσιν ἀποβιαζόμενος τὸν κεραυνόν.
雷电的下落本身也类似于投掷:因为在云层中因受撞击而生的火性物质跃入空气之中;空气受到抗力撕裂而退让,随后又从上方重新聚拢向同一处所,向下推挤,违背本性地强行迫使雷电下落。
τὸ δʼ ἤλεκτρον οὐδὲν ἕλκει τῶν παρακειμένων ὥσπερ οὐδʼ ἡ σιδηρῖτις λίθος, οὐδὲ προσπηδᾷ τι τούτοις ἀφʼ αὑτοῦ τῶν πλησίον· ἀλλʼ ἡ μὲν λίθος τινὰς ἀπορροὰς ἐξίησιν ἐμβριθεῖς καὶ πνευματώδεις, αἷς ὁ συνεχὴς ἀναστελλόμενος ἀὴρ ὠθεῖ τὸν πρὸ αὑτοῦ· κἀκεῖνος ἐν κύκλῳ περιιὼν καὶ ὑπονοστῶν αὖθις ἐπὶ τὴν κενουμένην χώραν ἀποβιάζεται καὶ συνεφέλκεται τὸν σίδηρον. τὸ δʼ ἤλεκτρον ἔχει μέν τι φλογοειδὲς ἢ πνευματικόν, ἐκβάλλει δὲ τοῦτο τῇ τρίψει τῆς ἐπιφανείας, τῶν πόρων ἀναστομωθέντων· τὸ δὲ ταὐτὸ μὲν ἐκπεσὸν ποιεῖ τῷ τῆς σιδηρίτιδος, ἐφέλκεται δὲ τῶν πλησίον τὰ κουφότατα καὶ ξηρότατα διὰ λεπτότητα καὶ ἀσθένειαν οὐ γάρ ἐστιν ἰσχυρὸν οὐδʼ ἔχει βάρος οὐδὲ ῥύμην πλῆθος ἀέρος ἐξῶσαι δυναμένην, ᾧ τῶν μειζόνων, ὥσπερ ἡ σιδηρῖτις, ἐπικρατήσει. πῶς οὖν οὔτε λίθον οὔτε ξύλον ὁ ἀὴρ ἀλλὰ μόνον τὸν σίδηρον ὠθεῖ καὶ προστέλλει πρὸς τὴν λίθον; αὕτη δʼ ἐστὶ μὲν ἀπορία κοινὴ πρός τε τοὺς ὁλκῇ τῆς λίθου καὶ τοὺς φορᾷ τοῦ σιδήρου τὴν σύμπηξιν οἰομένους γίγνεσθαι τῶν σωμάτων εἰλυσπᾶν δʼ οὕτως ὑπὸ τοῦ Πλάτωνος.3 ὁ σίδηρος οὔτʼ ἄγαν ἀραιὸς ἐστιν ὡς ξύλον οὔτʼ ἄγαν πυκνὸς ὡς χρυσὸς ἢ λίθος, ἀλλʼ ἔχει πόρους καὶ οἴμους καὶ τραχύτητας διὰ τὰς ἀνωμαλίας τῷ ἀέρι συμμέτρους, ὥστε μὴ ἀπολισθάνειν ἀλλʼ ἕδραις τισὶν ἐνισχόμενον καὶ ἀντερείσεσι περιπλοκὴν σύμμετρον ἐχούσαις, ὡς ἂν ἐμπέσῃ πρὸς τὴν λίθον φερόμενος,4 ἀποβιάζεσθαι καὶ προωθεῖν τὸν σίδηρον. τούτων μὲν οὖν τοιοῦτός τις ἂν εἴη λόγος.
琥珀并不吸引任何邻近之物,正如磁石亦不吸引一样,近旁的物体也不会自行跃向它们;然而磁石放散出某些沉重而具气性的流溢物,紧连的空气受到阻遏,便推挤其前方的空气;而那空气绕成一圈,再度退回那正被腾空的处所,便强力推动铁并将其一同拉回。至于琥珀,则含有某种火焰状或气性的成分,在表面受摩擦且孔隙张开时将之排出;逸散出的成分产生与磁石相同的效果,但由于微薄与脆弱,它仅能牵引邻近之物中最轻且最干燥者;因为它既不强韧,亦无重量或冲力足以推挤出大量能像磁石那样支配更大物体的空气。那么,空气为何既不推挤石头也不推挤木头,而唯独推挤铁并将之驱向磁石呢?这对于那些认为物体结合是由于磁石吸引的人,以及那些认为是由于铁自身运动的人来说,都是一个共同的难题,但柏拉图却将其解明如下:铁既不像木头那样过于稀薄,亦不像黄金或石头那样过于致密,而是因其不均匀性而拥有与空气相称的孔隙、通道和粗糙表面,以至于空气不至滑脱,而是嵌在具有相称交织结构的某些底座与支承点中,当空气朝向磁石运动而发生冲击时,便强力推动铁并使之向前推移。关于这些事情,论说大概便是如此。
- 7.1τὴν ἀντιπερίστασιν τῆς κινήσεως διὰ τὸ μηδαμοῦ κενὸν ὑπάρχειν αἰτίαν εἶναι
作 φησιν 宾语的“宾格加不定式”结构。主格宾格为 τὴν ἀντιπερίστασιν τῆς κινήσεως,谓语宾格为 αἰτίαν。表示原因的介词短语 διὰ τὸ μηδαμοῦ κενὸν ὑπάρχειν(由于任何地方都不存在空虚)直接插入于主格宾格之后,揭示了周流置换得以发生的逻辑基础。
- 7.3ὁ περιληφθεὶς ὑπʼ αὐτῆς πρὸς τῇ σαρκὶ μετὰ θερμότητος ἀὴρ ἐκπυρωθεὶς καὶ γενόμενος τῶν τοῦ χαλκοῦ πόρων ἀραιότερος ἐξέπεσεν
主语 ὁ ... ἀὴρ(空气)由定语分词 περιληφθείς(被封闭的)以及后续的状语分词 ἐκπυρωθεὶς καὶ γενόμενος(受热并变得……)修饰,后接主动词 ἐξέπεσεν(逸散)。比较级 ἀραιότερος(更稀薄的)支配比较属格 τῶν τοῦ χαλκοῦ πόρων(比青铜的孔隙)。
- 7.7εἰλυσπᾶν δʼ οὕτως ὑπὸ τοῦ Πλάτωνος
写本读音 εἰλυσπᾶν(或校勘作 λύεσθαι)为不定式,承接前句 ἀπορία ... ἐστί 的语势,以间接引语的形式表示该难题“被柏拉图如此解开/阐明”。动词 εἰλυσπάω(蜿蜒、爬行)在此较难索解,通常被引申理解为“解开纠缠”或视为 λύεσθαι(被解决)的讹误异文。
- 7.7ὡς ἂν ἐμπέσῃ πρὸς τὴν λίθον φερόμενος
连词 ὡς ἄν 后接不定过去时虚拟式 ἐμπέσῃ。尽管在句法上可作目的状语(“为了使之撞击”),但在此语境中作时间/条件从句(“每当其朝向磁石运动而发生撞击时”)更为自然,与后续的不定式 ἀποβιάζεσθαι καὶ προωθεῖν 紧密呼应。
