- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:6.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
探讨柏拉图《斐德罗篇》中为何称羽翼之本性在关乎身体的事物中最具神性,提出两种解释:是由关乎身体之美的爱欲唤起灵魂的回忆,还是将灵魂的理智机能喻为“羽翼”。
Πῶς ποτε ἐν τῷ Φαίδρῳ λέγεται τὸ τὴν τοῦ πτεροῦ φύσιν, ὑφʼ ἧς ἄνω τὸ ἐμβριθὲς ἀνάγεται, κεκοινωνηκέναι μάλιστα τῶν περὶ τὸ σῶμα τοῦ θείου;1 πότερον ὅτι περὶ ἔρωτος ὁ λόγος ἐστί, κάλλους δὲ τοῦ περὶ τὸ σῶμα ὁ ἔρως, τὸ δὲ κάλλος ὁμοιότητι τῇ πρὸς τὰ θεῖα κινεῖ καὶ ἀναμιμνήσκει τὴν ψυχήν· ἢ μᾶλλον οὐδὲν περιεργαστέον ἀλλʼ ἁπλῶς ἀκουστέον ὅτι, τῶν περὶ τὸ σῶμα τῆς ψυχῆς δυνάμεων πλειόνων οὐσῶν, ἡ διαλογιστικὴ καὶ διανοητικὴ μάλιστα τοῦ θείου κεκοινώνηκεν, ἣν τῶν θείων καὶ οὐρανίων ἔφησεν;2 ἣν οὐκ ἀπὸ τρόπου πτερὸν προσηγόρευσεν, ὡς τὴν ψυχὴν ἀπὸ τῶν ταπεινῶν καὶ θνητῶν ἀναφέρουσαν.
在《斐德罗篇》中,究竟为何说“那将沉重之物引向高处的羽翼之本性,在关乎肉体的事物中最多地分有了神性”? 是因为这番论述是关于爱欲的,而爱欲所针对的是关乎肉体的美,美又因其与神性事物的相似性而触动并唤醒灵魂的回忆?或者毋宁说,完全不必过度索隐,而只需单纯地这样理解:在灵魂关乎肉体的诸多机能之中,推论与理智的机能最多地分有了神性,他宣称此机能属于神圣与天上的事物;并且他将此机能称作“羽翼”绝非不当,因为正是它将灵魂从卑下且必死之物中向上引渡。
- 6.1τὸ τὴν τοῦ πτεροῦ φύσιν, ὑφʼ ἧς ἄνω τὸ ἐμβριθὲς ἀνάγεται, κεκοινωνηκέναι μάλιστα τῶν περὶ τὸ σῶμα τοῦ θείου
带冠词的不定式短语 τὸ ... κεκοινωνηκέναι 充当 λέγεται 的主语(实质上是直接引语的名词化)。在两个属格的关系上,τοῦ θείου 是动词 κεκοινωνηκέναι 所要求的受词属格(“分有神性”),而 τῶν περὶ τὸ σῶμα 则是修饰最高级副词 μάλιστα 的部分属格(“在关乎身体的事物之中最……”)。
- 6.1ἣν τῶν θείων καὶ οὐρανίων ἔφησεν
此处作带不定式宾格结构解读,动词 ἔφησεν 后省略了系词 εἶναι:关系代词 ἣν(先行词为 ἡ διαλογιστικὴ καὶ διανοητική [δύναμις])为主语宾格,τῶν θείων καὶ οὐρανίων 为表语属格(意为“他宣称该机能属于神圣与天上的事物”)。
