- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:5.1-5.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章探讨柏拉图在《蒂迈欧篇》中为何仅以三角形为本原构造立体而未设立圆周本原,讨论了将正十二面体对应于球形的观点,论证了在几何与本性上直先于圆,并指出真正的球形与圆周运动不属于感觉界物体,而属于理智与灵魂。
Διὰ τί, τῶν μὲν εὐθυγράμμων τῶν δὲ κυκλικῶν σωμάτων καὶ σχημάτων ὄντων, τὰς τῶν εὐθυγράμμων ἀρχὰς ἔλαβε τὸ ἰσοσκελὲς τρίγωνον καὶ τὸ σκαληνόν·1 ὧν τὸ μὲν τὸν κύβον συνέστησε γῆς στοιχεῖον ὄντα, τὸ δὲ σκαληνὸν τήν τε πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον, τὸ μὲν πυρὸς σπέρμα τὸ δʼ ἀέρος τὸ δʼ ὕδατος γενόμενον· τὸ δὲ τῶν κυκλικῶν ὅλως παρῆκε, καίτοι μνησθεὶς τοῦ σφαιροειδοῦς, ἐν οἷς φησι τῶν κατηριθμημένων σχημάτων ἕκαστον σώματος περιφεροῦς εἰς ἴσα διανεμητικὸν εἶναι; πότερον, ὡς ὑπονοοῦσιν ἔνιοι, τὸ δωδεκάεδρον τῷ σφαιροειδεῖ προσένειμεν, εἰπὼν ὅτι τούτῳ πρὸς τὴν τοῦ παντὸς ὁ θεὸς κατεχρήσατο φύσιν ἐκεῖνο διαζωγραφῶν. καὶ γὰρ μάλιστα τῷ πλήθει τῶν στοιχείων ἀμβλύτητι δὲ τῶν γωνιῶν τὴν εὐθύτητα διαφυγὸν εὐκαμπές ἐστι, καὶ τῇ περιτάσει καθάπερ αἱ δωδεκάσκυτοι σφαῖραι κυκλοτερὲς γίγνεται καὶ περιληπτικόν· ἔχει γὰρ εἴκοσι γωνίας στερεάς, ὧν ἑκάστην ἐπίπεδοι περιέχουσιν ἀμβλεῖαι τρεῖς ἑκάστη γὰρ ὀρθῆς ἐστι καὶ πέμπτου μορίου· συνήρμοσται δὲ καὶ συμπέπηγεν ἐκ δώδεκα πενταγώνων ἰσογωνίων καὶ ἰσοπλεύρων, ὧν ἕκαστον ἐκ τριάκοντα τῶν πρώτων σκαληνῶν τριγώνων συνέστηκε· διὸ καὶ δοκεῖ τὸν ζῳδιακὸν ἅμα καὶ τὸν ἐνιαυτὸν ἀπομιμεῖσθαι ταῖς διανομαῖς τῶν μοιρῶν ἰσαρίθμοις οὔσαις.
既然物体与形状有的属于直线型,有的属于圆周型,柏拉图为何采纳等腰三角形与不等边三角形作为直线型形状的本原——其中前者构成了作为土之元素的正方体,而不等边三角形则构成了金字塔(正四面体)、正八面体和正二十面体,分别成为火、气、水之种子——却完全略过了圆周型形状的本原,尽管他曾提及球形,声称上述每一种形状都能将圆周体均等划分? 抑或如某些人所推测的那样,他将正十二面体归于球形,并说神将它“用于整个宇宙的本性,在其上描绘星图”? 事实上,由于构成元素的众多以及各角的钝度,它摆脱了笔直性而极其易屈,并藉由向外的伸张,宛如十二幅皮革缝制的皮球一般,变得圆浑且具有包容性。因为它具有二十个立体角,每个立体角由三个钝平面角包围(每个角为一个直角加上其五分之一);它由十二个等角等边的五边形拼合凝结而成,每个五边形又由三十个最初的不等边三角形构成;因此,它凭借度数分配的数量相等,似乎同时模拟了黄道带与一年。
ἢ πρότερόν ἐστι κατὰ φύσιν τὸ εὐθὺ τοῦ περιφεροῦς, μᾶλλον δʼ ὅλως; πάθος τι τῆς εὐθείας ἡ περιφερής;2 κάμπτεσθαι γὰρ λέγεται τὸ ὀρθόν καὶ ὁ κύκλος γράφεται κέντρῳ καὶ διαστήματι· τοῦτο δʼ ἐστὶν εὐθείας τόπος, ὑφʼ ἧς καὶ μετρεῖται· τὸ γὰρ περιέχον ἐκ τοῦ μέσου πανταχόθεν ἴσον ἀφέστηκε. γεννᾶται δὲ καὶ κῶνος καὶ κύλινδρος ἀπʼ εὐθυγράμμων, ὁ μὲν τριγώνου περὶ μίαν πλευρὰν μένουσαν τῇ ἑτέρᾳ πλευρᾷ καὶ τῇ βάσει περιενεχθέντος· ὁ δὲ κύλινδρος παραλληλογράμμου ταὐτὸ τοῦτο παθόντος. ἔτι τῆς μὲν ἀρχῆς ἐγγυτέρω τὸ ἔλαττον, ἐλαχίστη δὲ πασῶν ἡ εὐθεῖα· τῆς γὰρ περιφεροῦς τὸ μὲν ἐντός ἐστι κοῖλον κυρτὸν δὲ τὸ ἐκτός. ἔτι τῶν σχημάτων οἱ ἀριθμοὶ πρότεροι, καὶ γὰρ ἡ μονὰς τῆς στιγμῆς· ἔστι γὰρ ἡ στιγμὴ μονὰς ἐν θέσει. καὶ μὴν ἡ μονὰς τρίγωνός ἐστι· πᾶς γὰρ τρίγωνος ἀριθμὸς ὀκτάκις γενόμενος καὶ μονάδα προσλαβὼν γίγνεται τετράγωνος· τοῦτο δὲ καὶ τῇ μονάδι συμβέβηκε· πρότερον οὖν τοῦ κύκλου τὸ τρίγωνον· εἰ δὲ τοῦτο, καὶ εὐθεῖα τῆς περιφεροῦς. ἔτι τὸ στοιχεῖον εἰς οὐδὲν διαιρεῖται τῶν συνισταμένων ἐξ αὐτοῦ, τοῖς δʼ ἄλλοις εἰς τὸ στοιχεῖον ἡ διάλυσις. εἰ τοίνυν τὸ μὲν τρίγωνον εἰς οὐδὲν περιφερὲς διαλύεται, τὸν δὲ κύκλον εἰς τέτταρα τρίγωνα τέμνουσιν αἱ δύο διάμετροι, πρότερον ἂν τῇ φύσει καὶ στοιχειωδέστερον εἴη τοῦ κυκλικοῦ τὸ εὐθύγραμμον. ὅτι τοίνυν προηγούμενον μέν ἐστι τὸ εὐθύγραμμον, τὸ δὲ κυκλικὸν ἐπιγιγνόμενον καὶ συμβεβηκός, αὐτὸς ὁ Πλάτων ἐνεδείξατο· τὴν γὰρ γῆν ἐκ κύβων συστησάμενος, ὧν ἕκαστον εὐθύγραμμοι περιέχουσιν ἐπιφάνειαι, σφαιροειδὲς αὐτῆς γεγονέναι τὸ σχῆμά φησι καὶ στρογγύλον. ὥστʼ οὐδὲν ἔδει ποιεῖν τῶν περιφερῶν ἴδιον στοιχεῖον, εἰ καὶ τοῖς εὐθυγράμμοις πρὸς ἄλληλά πως συναρμοττομένοις ὁ σχηματισμὸς οὗτος ἐπιγίγνεσθαι πέφυκεν.
或者,直在自然本性上就先于圆,甚或总的来说,圆周只是直的一种偶性与状态?因为人们常说笔直之物被折弯,而圆是用圆心和距离(半径)画出的;这距离乃是直线的所在,且由该直线度量,因为周围边界各处距离中心皆相等。圆锥与圆柱也是由直线图形生成的:前者是一三角形固定一条边,另一边连同底边旋转而成;圆柱则是平行四边形经历完全相同的过程而生成的。再者,较小者更接近本原,而直线是一切之中最小(最简单)的,因为圆周之内侧为凹,外侧为凸。此外,数先于图形,因为单子也先于点,因为点是具有位置的单子。并且单子确是三角形数;因为任何三角形数乘以八再加上单子都会变成平方数,而单子也具备这种性质。因此,三角形先于圆;若是如此,直线亦先于圆周。再者,元素决不可分割为其所构成的任何事物,而其他事物则分解为元素。既然三角形不分解为任何圆周形事物,而两条直径却能将圆分割为四个三角形,那么直线型在自然本性上应当先于圆周型且更具元素性。由此,直线型是居先的,而圆周型是随后产生且属偶性的,这一点柏拉图自己就曾指明过:因为他用正方体构建了大地,每个正方体皆由直线平面包围,他却说大地的形状变成了球形与圆浑的。所以,如果直线形物体彼此以某种方式拼合时自然会伴生出这种形态,就完全没有必要为圆周型事物设立专门的元素。
ἔτι, εὐθεῖα μὲν ἥ τε μείζων ἥ τε μικροτέρα τὴν αὐτὴν εὐθύτητα διατηρεῖ, τὰς δὲ τῶν κύκλων περιφερείας, ἂν ὦσι σμικρότεραι, καμπυλωτέρας καὶ σφιγγομένας τῇ κυρτότητι μᾶλλον ὁρῶμεν· ἂν δὲ μείζους, ἀνειμένας· ἱστάμενοι γοῦν κατὰ τὴν κυρτὴν περιφέρειαν οἱ μὲν κατὰ σημεῖον οἱ δὲ κατὰ γραμμὴν ἅπτονται τῶν ὑποκειμένων ἐπιπέδων· ὥστʼ ὑπονοήσειεν ἄν τις εὐθείας κατὰ μικρὰ πολλὰς συντιθεμένας τὴν περιφερῆ γραμμὴν ἀποτελεῖν.
此外,直线无论长短皆保持相同的笔直性,但我们看到圆的圆周若较小,则弯曲得更剧烈而在凸出程度上更为紧缩;若较大,则更为舒缓;无论如何,以凸出圆周竖立的〔圆〕,有的以一点触及下方平面,有的则以一线触及;因此人们可以推测,许多微小的直线组合在一起,便形成了圆周线。
ὅρα δὲ μὴ τῶν ἐνταῦθα κυκλικῶν καὶ σφαιροειδῶν οὐδέν ἐστιν ἀπηκριβωμένον,3 ἀλλʼ ἐντάσει καὶ περιτάσει τῶν εὐθυγράμμων ἢ μικρότητι τῶν μορίων τῆς διαφορᾶς λανθανούσης ἐπιφαίνεται τὸ στρογγύλον καὶ κυκλοειδές ὅθεν οὐδὲ κινεῖται φύσει τῶν ἐνταῦθα σωμάτων ἐγκυκλίως οὐδὲν ἀλλʼ ἐπʼ εὐθείας ἅπαντα· τὸ δʼ ὄντως σφαιροειδὲς οὐκ ἔστιν αἰσθητοῦ σώματος ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ νοῦ στοιχεῖον, οἷς καὶ τὴν κυκλοφορικὴν κίνησιν ὡς προσήκουσαν κατὰ φύσιν ἀποδίδωσιν.
抑或应当考虑,此地的圆周型与球形之物无一是精确完备的,而只是由于直线型的延展张布,或是由于微粒极小致使差异未被察觉,才表面显现出圆浑与环状?因此,此世的物体无一在自然本性上作圆周运动,而全部作直线运动;真正意义上的球形并非属于感觉界物体的元素,而是属于灵魂与理智的元素,柏拉图正是将圆周旋转运动作为合乎本性的运动赋予了它们。
- 5.1Διὰ τί, τῶν μὲν εὐθυγράμμων τῶν δὲ κυκλικῶν σωμάτων καὶ σχημάτων ὄντων, τὰς τῶν εὐθυγράμμων ἀρχὰς ἔλαβε τὸ ἰσοσκελὲς τρίγωνον καὶ τὸ σκαληνόν
开头的 τῶν μὲν εὐθυγράμμων τῶν δὲ κυκλικῶν σωμάτων καὶ σχημάτων ὄντων 为独立属格结构,表对比或让步(“既然物体与形状有的属于直线型,有的属于圆周型”)。主句的核心动词是 ἔλαβε,其主语(柏拉图)由上下文承前省略;宾语为 τὰς τῶν εὐθυγράμμων ἀρχάς,而 τὸ ἰσοσκελὲς τρίγωνον καὶ τὸ σκαληνόν 则作为同位语说明其具体内容。
- 5.2μᾶλλον δʼ ὅλως; πάθος τι τῆς εὐθείας ἡ περιφερής;
承接由 ἤ 引导的选择疑问句。短语 μᾶλλον δʼ ὅλως(“或者更总括地说”)对前一分句作了进一步的推进和修正。在 πάθος τι τῆς εὐθείας ἡ περιφερής 中,系动词 ἐστί 被省略,ἡ περιφερής 为主语,πάθος τι τῆς εὐθείας 为表语,意为“圆周是直线的一种变相/偶性”。
- 5.4ὅρα δὲ μὴ τῶν ἐνταῦθα κυκλικῶν καὶ σφαιροειδῶν οὐδέν ἐστιν ἀπηκριβωμένον
动词 ὅρα 带有否定小辞 μή 并后接直陈式动词 ἐστιν,此构文不同于接虚拟式表示担忧或防范的用法,而是用于提出一种很有可能的真实情况或推想(“且看是否实际上……”、“难道不是……”)。
