- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:4.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者提出了柏拉图何以既主张灵魂先于身体又是身体之因、却又称二者相互依存的难题,并借助种子的比喻加以解答,阐明有序的宇宙身体乃是由内宿灵魂对原初混沌质料的改造而生成。
Τί δήποτε, τὴν ψυχὴν ἀεὶ πρεσβυτέραν ἀποφαίνων τοῦ σώματος αἰτίαν τε τῆς ἐκείνου γενέσεως καὶ ἀρχήν, πάλιν φησὶν οὐκ ἂν γενέσθαι ψυχὴν ἄνευ σώματος οὐδὲ νοῦν ἄνευ ψυχῆς, ἀλλὰ ψυχὴν μὲν ἐν σώματι νοῦν δʼ ἐν τῇ ψυχῇ; δόξει γὰρ τὸ σῶμα καὶ εἶναι καὶ μὴ εἶναι, συνυπάρχον ἅμα τῇ ψυχῇ καὶ γεννώμενον ὑπὸ τῆς ψυχῆς·1 ἦ τὸ πολλάκις ὑφʼ ἡμῶν λεγόμενον ἀληθὲς ἐστιν; ἡ μὲν γὰρ ἄνους ψυχὴ καὶ τὸ ἄμορφον σῶμα συνυπῆρχον ἀλλήλοις ἀεὶ καὶ οὐδέτερον αὐτῶν γένεσιν ἔσχεν οὐδʼ ἀρχήν· ἐπεὶ δʼ ἡ ψυχὴ νοῦ μετέλαβε καὶ ἁρμονίας, καὶ γενομένη διὰ συμφωνίας ἔμφρων μεταβολῆς αἰτία γέγονε τῇ ὕλῃ καὶ κρατήσασα ταῖς αὑτῆς κινήσεσι τὰς ἐκείνης ἐπεσπάσατο καὶ ἐπέστρεψεν,2 οὕτω τὸ σῶμα τοῦ κόσμου γένεσιν ἔσχεν ὑπὸ τῆς ψυχῆς, καὶ κατασχηματιζόμενον καὶ συνομοιούμενον. οὐ γὰρ ἐξ αὑτῆς ἡ ψυχὴ τὴν τοῦ σώματος ἐδημιούργει φύσιν οὐδʼ ἐκ τοῦ μὴ ὄντος, ἀλλʼ ἐκ σώματος ἀτάκτου καὶ ἀσχηματίστου σῶμα τεταγμένον ἀπειργάσατο καὶ πειθήνιον. ὥσπερ οὖν, εἰ φαίη τις ἀεὶ τὴν τοῦ σπέρματος δύναμιν εἶναι μετὰ σώματος, γεγονέναι μέντοι τὸ σῶμα τῆς συκῆς ἢ τῆς ἐλαίας ὑπὸ σπέρματος, οὐδὲν ἐρεῖ διάφωνον3 αὐτὸ γὰρ τὸ σῶμα, κινήσεως αὐτῷ καὶ μεταβολῆς ὑπὸ τοῦ σπέρματος ἐγγενομένης, ἔφυ τοιοῦτο καὶ διεβλάστησεν οὕτως ἡ ἄμορφος ὕλη καὶ ἀόριστος ὑπὸ τῆς ψυχῆς ἐνούσης σχηματισθεῖσα μορφὴν ἔσχε τοιαύτην καὶ διάθεσιν.
〔柏拉图〕一方面宣称灵魂始终先于身体,并且是身体生成的始因与始基,另一方面却为何反过来说,无身体则灵魂不可能生成,无灵魂则理智不可能生成,而是灵魂在身体中、理智在灵魂中?因为这样一来,身体便显得既存在又不存在,既与灵魂一同共存,又由灵魂所生成。 抑或是我们常说的那种观点才是真实的?因为无理智的灵魂与无定形的身体始终彼此共存,二者都未曾有过生成或开端;然而,当灵魂分有了理智与和谐,并藉由和谐而变得明智,成为了质料变化的始因,并以自身的运动制伏质料的运动,将其吸引并扭转归向自身时,宇宙的身体就是这样在被形塑并与灵魂同化的过程中,由灵魂获得了生成。因为灵魂并非从自身之中创造出身体的本性,亦非从非存在中创造出来,而是从无秩序且无形状的身体中,造就了一个秩序井然且顺服的身体。因此,正如若有人说种子的潜能始终与身体相伴,但无花果树或橄榄树的树体却是由种子生成的,他并不会说出任何相悖之语;因为身体本身在由种子植入运动与变化之后,才自然长成这般模样并萌发出来;同样地,无形且不定的质料在内宿的灵魂形塑之下,也获得了这般的形状与状态。
- 4.1δόξει γὰρ τὸ σῶμα καὶ εἶναι καὶ μὴ εἶναι, συνυπάρχον ἅμα τῇ ψυχῇ καὶ γεννώμενον ὑπὸ τῆς ψυχῆς
这是一种对应的句式结构。对于身体看似矛盾的“既存在又不存在”(καὶ εἶναι καὶ μὴ εἶναι),后随的分词短语分别作出了对应解释:“与灵魂共存”(συνυπάρχον)解释了其“存在”,而“由灵魂生成”(γεννώμενον)则解释了其“不存在”(即在被生成之前理应尚不存在)。
- 4.1κρατήσασα ταῖς αὑτῆς κινήσεσι τὰς ἐκείνης ἐπεσπάσατο καὶ ἐπέστρεψεν
ταῖς αὑτῆς κινήσεσι 是方式/手段与格,修饰分词 κρατήσασα。τὰς ἐκείνης 为阴性复数宾格,承前省略了名词 κινήσεις(即“那质料的诸运动”),作动词 ἐπεσπάσατο 与 ἐπέστρεψεν 的直接宾语(亦可理解为同时作为 κρατήσασα 的宾语)。
- 4.1ὥσπερ οὖν, εἰ φαίη τις ἀεὶ τὴν τοῦ σπέρματος δύναμιν εἶναι μετὰ σώματος, γεγονέναι μέντοι τὸ σῶμα τῆς συκῆς ἢ τῆς ἐλαίας ὑπὸ σπέρματος, οὐδὲν ἐρεῖ διάφωνον
这是 ὥσπερ οὖν... οὕτως 构成的比喻对应结构。从属句内包含由 εἰ φαίη τις(祈愿语气,表设想)引导的条件从句,主节则以将来时直陈语气 οὐδὲν ἐρεῖ διάφωνον(“他决不会说出相悖之语”)相呼应。由 φαίη 所统辖的两个宾格不定式从句(εἶναι 与 γεγονέναι)通过 μέντοι(“然而”)形成对比,展现了一对表面矛盾的命题。
