← 普鲁塔克

柏拉图式问题

§3.2

可知界线段更大与更优越的论证

作为对上一节观点的反驳,本段提出了可知之段更大的论据,即根据宇宙中灵魂包含肉体以及可知者属于神圣领域等原则,可知事物远较可感事物广阔与根本。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2

πρὸς δὲ τοὐναντίον εἴποι τις ἂν πρῶτον, ὅτι συγκρίνοντες τὰ αἰσθητὰ τοῖς νοητοῖς τρόπον τινὰ τὰ θνητὰ τοῖς θείοις ἐξισοῦμεν ὁ γὰρ θεὸς ἐν τοῖς νοητοῖς. ἔπειτα πανταχοῦ δήπου τὸ περιεχόμενον ἔλαττόν ἐστι τοῦ περιέχοντος, ἡ δὲ τοῦ παντὸς φύσις τῷ νοητῷ περιέχει τὸ αἰσθητόν· ὁ γὰρ θεός τὴν ψυχὴν εἰς τὸ μέσον θεὶς διὰ παντὸς τʼ ἔτεινε καὶ ἔξωθεν τὰ σώματα αὐτῇ περιεκάλυψεν.1 ἔστι δʼ ἀόρατος ἡ ψυχὴ καὶ πάσαις ταῖς αἰσθήσεσιν ἀναίσθητος ὡς ἐν τοῖς Νόμοις εἴρηται· διὸ καὶ φθαρτὸς ἡμῶν εἷς ἕκαστός ἐστιν, ὁ δὲ κόσμος οὐ φθαρησόμενος· ἡμῶν μὲν γὰρ ἑκάστου τὴν ζωτικὴν δύναμιν ἐντὸς περιέχει τὸ θνητοειδὲς καὶ διαλυτόν, ἐν δὲ τῷ κόσμῳ τοὐναντίον, ὑπὸ τῆς κυριωτέρας ἀρχῆς καὶ κατὰ ταὐτὰ ὡσαύτως ἐχούσης ἀεὶ σῴζεται τὸ σωματικὸν ἐν μέσῳ περιεχόμενον. καὶ μὴν ἀμερές γε λέγεται καὶ ἀμέριστον τὸ μὲν σῶμα μικρότητι, τὸ δʼ ἀσώματον καὶ νοητὸν ὡς ἁπλοῦν καὶ εἰλικρινὲς2 καὶ καθαρὸν ἁπάσης στερεότητος καὶ διαφορᾶς. καὶ ἄλλως εὔηθές ἐστι τοῖς σωματικοῖς τεκμαίρεσθαι περὶ τῶν ἀσωμάτων. τὸ γοῦν νῦν ἀμερὲς μὲν καλεῖται καὶ ἀμέριστον, ἅμα δὲ πανταχοῦ ἐνέστηκε καὶ οὐδὲν αὐτοῦ τῆς οἰκουμένης μέρος ἔρημόν ἐστιν, ἀλλὰ καὶ πάθη πάντα καὶ πράξεις φθοραί τε πᾶσαι καὶ γενέσεις αἱ ὑπὸ τὸν κόσμον ἐν τῷ νῦν περιέχονται. κριτήριον δὲ τοῦ νοητοῦ μόνον ἐστὶν ὁ νοῦς, ὡς φωτὸς ὄψις, διʼ ἁπλότητα καὶ ὁμοιότητα· τὰ δὲ σώματα, πολλὰς διαφορὰς ἔχοντα καὶ ἀνομοιότητας, ἄλλα ἄλλοις κριτηρίοις ὥσπερ ὀργάνοις ἁλίσκεσθαι πέφυκεν. ἀλλὰ μὴν οὐδὲ τῆς ἐν ἡμῖν νοητῆς καὶ νοερᾶς δυνάμεως καταφρονοῦσιν ὀρθῶς· πολλὴ γὰρ οὖσα καὶ μεγάλη περίεστι παντὸς τοῦ αἰσθητοῦ καὶ μέχρι τῶν θείων ἐξικνεῖται. τὸ δὲ μέγιστον αὐτὸς ἐν Συμποσίῳ διδάσκων,3 πῶς δεῖ τοῖς ἐρωτικοῖς χρῆσθαι, μετάγοντα τὴν ψυχὴν ἀπὸ τῶν αἰσθητῶν καλῶν ἐπὶ τὰ νοητά, παρεγγυᾷ μήτε σώματός τινος μήτε ἐπιτηδεύματος μήτʼ ἐπιστήμης κάλλει μιᾶς ὑποτετάχθαι καὶ δουλεύειν, ἀλλʼ ἀποστάντα τῆς περὶ ταῦτα μικρολογίας ἐπὶ τὸ πολὺ τοῦ καλοῦ πέλαγος τρέπεσθαι

然而相反地,有人首先会反驳说,把可感事物与可知事物进行比较,在某种程度上乃是将必死之物等同于神圣之物;因为神居于可知事物之中。其次,无疑在任何地方,被包含之物总是小于包含它之物,而全宇宙的本性乃是用可知之物包含了可感之物。因为神将灵魂置于中央,使之贯穿全体,并从外部用灵魂包裹了诸物体。 正如在《法律篇》中所言,灵魂是不可见的,对一切感官而言都是不可感知的;因此我们每个人都是必死的,但宇宙却是不可毁损的。因为在我们每个人之中,生命力量是在内里被具有必死特征且易于解体的部分所包围,但在宇宙中情况却相反:借助那更为至尊且始终恒常不变的始基,被包含于中央的物体性事物始终得以保全。再者,物体被称为无部分与不可分是因其微小,而非物体性的可知之物被称为如此,乃是因其单纯、纯粹且毫无一切坚固性与差异。况且,以物体性事物来推度非物体性事物本就是愚蠢的。例如,“当下”虽被称为无部分且不可分,却同时现存于各处,居人之地没有哪个部分脱离了它,反之,宇宙之下的一切遭际、行动、坏灭与生成都包含在“当下”之中。此外,由于单纯性与相似性,可知事物的唯一判断标准乃是理智,正如视力之于光线;而诸物体由于具有诸多差异与不相似性,本性上适于由不同的判断标准如同器官一般来加以把握。不仅如此,他们轻视我们内里的可知与理智能力也是不妥的;因为它是繁盛且宏大的,胜过一切可感事物,乃至直达神圣事物。最重要的是,〔柏拉图〕自己在《会饮篇》中教导人们应当如何运用爱欲之事、引导灵魂从可感的美走向可知的美时,告诫人们既不要屈从并奴役于任何单一身体的美,也不要屈从于单一习惯或单一学问的美,而是要摆脱对这些事物的琐屑计较,转向那壮阔的美之汪洋。

语法注3 条
  1. 3.2ἔξωθεν τὰ σώματα αὐτῇ περιεκάλυψεν

    与格代词 αὐτῇ 为阴性单数,指代前文的 ψυχή(灵魂)。此处作方式/工具(或覆盖物)的与格,意为“从外部用它(灵魂)包裹了诸物体”,而非“在它(灵魂)外部包裹了诸物体”。这呼应了《蒂迈欧篇》34b中关于宇宙灵魂从外部包覆身体的表述。

  2. 3.2ἀμερὲς μὲν καλεῖται καὶ ἀμέριστον τὸ μὲν σῶμα μικρότητι, τὸ δʼ ἀσώματον καὶ νοητὸν ὡς ἁπλοῦν καὶ εἰλικρινὲς

    ἀμερὲς... καὶ ἀμέριστον 是表语形容词,主语为形成对比的两个主格短语 τὸ μὲν σῶμα 与 τὸ δʼ ἀσώματον καὶ νοητόν。前者用原因与格 μικρότητι 来说明理由,后者则用 ὡς 短语(ὡς ἁπλοῦν...)相对偶。句子语序存在倒装,但骨架为并列的对比句式(物体因其微小,非物体则因其纯粹)。

  3. 3.2τὸ δὲ μέγιστον αὐτὸς ἐν Συμποσίῳ διδάσκων

    τὸ δὲ μέγιστον 是用作句副词的惯用副词性宾格(“最重大的在于”)。主句的核心架构是 αὐτὸς [柏拉图] ... παρεγγυᾷ(柏拉图自己告诫),διδάσκων 为修饰主语的分词。其后出现的宾格分词 μετάγοντα 与 ἀποστάντα 则与不定式(χρῆσθαι,以及 δουλεύειν, τρέπεσθαι)省略的宾格逻辑主语(泛指修习爱欲之人)一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:3.2